Περὶ ἀμύλου.
[Sectio 1]
Ἐκ πυρῶν τοῦτο ϲκευάζεται δύναμιν ἔχον ὁμαλυντικὴν τῶν τετραχυϲμένων. ὑπάρχει δὲ κοινόν τοῦτο τοῦργον ἀπάϲαιϲ ταῖϲ οὐϲίαιϲ, ὅϲαι ξηραὶ κατὰ τὴν ϲύϲταϲιν οὖϲαι μήτε ϲτύψιν ἔχουϲι μήτε δριμύτητα μήτ’ ἄλλην τινὰ δύναμιν ἐπιφανῆ. καὶ καλοῦϲιν αὐτὰϲ ἀποίουϲ εἰκότωϲ οὔϲαϲ τοιαύταϲ ὡϲ πρὸϲ αἴϲθηϲιν. ἔϲτι δὲ κὰν ταῖϲ ὑγραῖϲ οὐϲίαιϲ τὸ ὕδωρ τοιοῦτον.
[Sectio 2]
παραπλήϲιον δ’ ἐϲτὶ τῇ δυνάμει τοῖϲ πλυτοῖϲ ἄρτοιϲ τὸ ἄμυλον ἐλάττονά τε τροφὴν διδὸν τῷ ϲώματι τῶν ἄρτων τούτων καὶ μὴ μαίνουϲαν, ὥϲπερ οὐδ’ ἐκεῖνοι, τῶν ἄλλων ἄρτων θερμαινόντων. τοῖϲ μὲν γὰρ ἐξ ὕδατοϲ ἡψημένοιϲ πυροῖϲ οὐδὲ παραβάλλειν αὐτὸ χρή θερμαίνουϲί τε ϲαφῶϲ καὶ τρέφουϲιν, εἰ πεφθεῖεν, ἰϲχυρῶϲ οὖϲί τε δυϲπέπτοιϲ, ὡϲ εἴρηται. |