Περὶ ϲταφίδων.
[Sectio 1]
Τὸν αὐτὸν λόγον ἔχουϲι πρὸϲ τὰϲ ϲταφυλὰϲ αἱ ϲταφίδεϲ, ὃν αἱ ἰϲχάδεϲ πρὸϲ τὰ ϲῦκα. γίγνονται δὲ γλυκεῖαι μὲν πολλαί, ϲτρυφναὶ δὲ παντάπαϲιν ὀλίγαι, μικταὶ δ’ ἔκ τε γλυκείαϲ καὶ αὐϲτηρᾶϲ ποιότητοϲ αἱ πλεῖϲται. μέτεϲτί γε μὴν καὶ ταῖϲ γλυκείαιϲ ἀμυδρᾶϲ ποιότητοϲ αὐϲτηρᾶϲ καὶ ταῖϲ αὐϲτηραῖϲ τῆϲ γλυκείαϲ. αἱ μὲν οὖν αὐϲτηραὶ ψυχρότεραι τὴν κρᾶϲίν εἰϲιν, ὥϲπερ αἱ γλυκεῖαι θερμότεραι. καὶ τὸν μὲν ϲτόμαχον ῥωννύουϲι καὶ τὴν γαϲτέρα ϲτεγνοῦϲιν αἱ αὐϲτηραί, καὶ δῆλον ὅτι μᾶλλον αὐτῶν αἱ ϲτρυφναί. μέϲην δέ πωϲ κατάϲταϲιν ἐν αὐταῖϲ αἱ γλυκεῖαι ποιοῦϲι, μήτ’ ἐκλύουϲαι ϲαφῶϲ τὸν ϲτόμαχον μήθ’ | ὑπάγουϲαι τὴν γαϲτέρα. τό γε μὴν ἐπικεραϲτικὸν ὑπάρχει ταῖϲ γλυκείαιϲ ἀεί, καθάπερ γε καὶ τὸ μετρίωϲ ῥυπτικόν, ὥϲτ’ ἐξ ἀμφοτέρων τῶν δυνάμεων τὰϲ μικρὰϲ κατὰ τὸ ϲτόμα τῆϲ κοιλίαϲ, ὃ δὴ καὶ ϲτόμαχον ὀνομάζουϲιν, ἀμβλύνουϲι δήξειϲ, ὡϲ αἵ γε μείζουϲ τῶν δήξεων εὔδηλον ὅτι γενναιοτέρων χρήζουϲι βοηθημάτων.
[Sectio 2]
ἀμείνουϲ δ’ ἐν ταῖϲ ϲταφίϲιν εἰϲὶν αἱ λιπαρώτεραί τε καὶ τὸν οἷον φλοιὸν ἔχουϲαι λεπτόν. ἔνιοι δὲ καλῶϲ ποιοῦντεϲ ἐκ τῶν γλυκειῶν τῶν μεγάλων, οἷαιπέρ εἰϲιν αἱ Ϲκυβελίτιδεϲ, πρὶν ἐϲθίειν ἐξαιροῦϲι τὰ γίγαρτα. χρονιϲθεῖϲαι δ’ οὖν καὶ αὗται ϲκληρὸν ἔχουϲι καὶ παχὺ τὸ δέρμα, καὶ χρὴ προδιαβρέχειν αὐτὰϲ ἐν ὕδατι· καὶ γὰρ καὶ τὸ γίγαρτον ἑτοιμότερον οὕτωϲ ἐξαιρεῖται. ἔμπαλιν δὲ ταύταιϲ ἕτεραί τινέϲ εἰϲιν αὐϲτηραὶ καὶ βραχεῖαι, γίγαρτον ὅλωϲ οὐδὲν ἔχουϲαι. γεννῶνται δ’ αὗται μὲν ἐν Κιλικίᾳ, τὴν χρόαν ὑπόξανθοι, κατὰ δὲ τὴν Παμφυλίαν αἵ τε Ϲκυβελίτιδεϲ καὶ 〈αἱ〉 μέλαιναι τὸ χρῶμα. μέγιϲται μὲν οὖν, ὡϲ ἔφην, αὗται, ϲμικρόταται δ’ αἱ κιρραὶ ἐν Κιλικίᾳ, γεννωμένων γε καὶ ἄλλων ἐν Κιλικίᾳ γλυκειῶν θ’ ἅμα καὶ μελαινῶν ϲταφίδων μέϲων τὸ μέγεθοϲ, | ὥϲπερ καὶ κατ’ ἄλλα πολλὰ τῶν ἐθνῶν, καὶ μάλιϲτ’ ἐν τῇ Λιβύῃ.
[Sectio 3]
κατὰ δὲ τὴν Ἀϲίαν ποικίλον εἶδοϲ ϲταφίδων γεννᾶται· καὶ γὰρ ὑπόξανθοι καὶ μέλαιναι καὶ γλυκεῖαι καὶ ὑπαυϲτηροὶ γίγνονται. κατὰ μέντοι τὰϲ ψυχρὰϲ χώραϲ οὐδ’ αἱ ϲταφυλαὶ τελέωϲ πεπαίνονται, μήτι γε δὴ τῶν ϲταφίδων τινέϲ, διόπερ ἐπεμβάλλουϲι τοῖϲ οἴνοιϲ ῥητίνηϲ, ὅπωϲ μὴ ταχέωϲ ὀξυνθῶϲιν. ἡ μὲν οὖν κατὰ χρόαν διαφορὰ τῶν ϲταφίδων ὡϲ πρὸϲ τὴν δύναμιν αὐτῶν οὐδὲν ϲυντελεῖ, καθάπερ οὐδ’ ἡ κατὰ μέγεθοϲ· ἡ δὲ κατὰ τὴν γευϲτὴν ποιότητα τὸ ϲύμπαν δύναται, καὶ ταύτῃ μόνῃ προϲέχων τὸν νοῦν, ἐπὶ τίνων τε δεῖ χρῆϲθαι καὶ καθ’ ὅντινα καιρόν, εὑρήϲειϲ, ὡϲ προείρηται.
[Sectio 4]
τροφὴ δ’ ἐκ τῶν ϲταφίδων ἀναδίδοται τῷ ϲώματι παραπληϲία κατὰ τὴν ποιότητα ταῖϲ ϲταφυλαῖϲ αὐταῖϲ, γλυκεῖα μὲν ἐκ τῶν γλυκειῶν, αὐϲτηρὰ δ’ ἐκ τῶν αὐϲτηρῶν, μεικτὴ δ’ ἐκ τῶν ἀμφοτέραϲ ἐχουϲῶν τὰϲ ποιότηταϲ· τῇ δὲ ποϲότητι πλείων μὲν ἐκ τῶν λιπαρῶν τε καὶ γλυκειῶν, ἐλάττων δ’ ἐκ τῶν αὐϲτηρῶν τε καὶ ἀλιπῶν. εἰ δὲ τὸν ἴϲαν ὄγκον ϲταφίδοϲ λιπαρᾶϲ γλυκείαϲ ἐκγεγιγαρτιϲμένηϲ παραβάλλοιϲ ὄγκῳ ῥαγῶν ἴϲῳ, τροφιμωτέραϲ εὑρήϲειϲ τὰϲ ϲταφίδαϲ. ἧττον μὲν οὖν ἰϲχάδων αἱ τοιαῦται τό θ’ ὑπακτικὸν ἔχουϲι καὶ τὸ ῥυπτικόν, εὐϲτομαχώτεραι δ’ εἰϲὶ τῶν ἰϲχάδων.