Galenus. De alimentorum facultatibus (De alim. fac.) [n° 038 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
De alimentorum facultatibus libri III, 2.11, ed. Kühn, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-grc1
Helmreich, 1923; Wilkins, 2013.
De alimentorum facultatibus libri III, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
Beintker, Kahlenberg, 1948 (deu;grc); Beintker, Kahlemberg, 1952 (deu;grc); Powell, 2003 (eng); Zaragoza, 2015 (spa).

De alimentorum facultatibus libri III, 2.11, ed. Helmreich, 1923. urn:cts:greekLit:tlg0057.tlg037.1st1K-grc1:2.11

Περὶ ϲυκαμίνων, ἃ δὴ καὶ μόρα καλοῦϲιν.

[Sectio 1]

Οὐ τοῖϲ ἀττικίζειν τῇ φωνῇ προῃρημένοιϲ γράφεται ταῦτα (τάχα γὰρ οὐδ’ ἀναγνῶναί τιϲ αὐτὰ βουλήϲεται καταφρονῶν ὑγιείαϲ ϲώματοϲ, ὥϲπερ καὶ ψυχῆϲ), ἀλλ’ ἰατροῖϲ μὲν μάλιϲτα, μὴ πάνυ τι φροντίζουϲιν ἀττικίϲεων, ἤδη δὲ καὶ τοῖϲ ἄλλοιϲ, ὅϲοι ζῶϲιν ὡϲ λογικὰ ζῷα, πρὸ τιμῆϲ καὶ δόξηϲ καὶ πλούτου καὶ δυνάμεωϲ πολιτικῆϲ ἐπιμελεῖϲθαι προῃρημένοιϲ ϲώματοϲ καὶ ψυχῆϲ. οὗτοι γὰρ εὑ οἶδ’ ὅτι τὴν μὲν τῶν Ἀθηναίων φωνὴν οὐδὲν ἡγοῦνται τιμιωτέραν εἶναι φύϲει τῆϲ τῶν ἄλλων ἀνθρώπων, ὑγίειαν δὲ ϲώματοϲ ἀξιολογώτατόν τι πρᾶγμα εἶναι νομίζουϲι τῷ κατὰ φύϲιν βιοῦν ἐϲπουδακότι. τούτοιϲ οὖν εἰδὼϲ ὠφελιμώτερον ἔϲεϲθαι τὸν ϲαφέϲτερον λόγον, ἃ γιγνώϲκουϲιν ὀνόματα γράφω. κἂν μὴ τοῖϲ παλαιοῖϲ Ἕλληϲιν ᾖ ϲυνήθη.

[Sectio 2]

τὸ μὲν οὖν τῶν | μόρων ὄνομα γνώριμόν πώς ἐστι τοῖς πολλοῖς, εἰ καὶ διὰ μηδὲν ἄλλο, διὰ γοῦν τὸ στοματικὸν φάρμακον, ὃ διὰ μόρων ὀνομάζεται, χυλὀν ἔχον αὐτῶν· ἐίας δὲ τῶν ἐφεξῆς εἰρησομένων ὀπωρῶν ἀγνοοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων ὅπως ὠνόμαζον οἱ πρὸ ἑξακοσίων ἐτῶν Ἀθηαῖοι. τοὺς μὲν γὰρ νῦν ὁρῶσιν οὐδέν τι διαφορώτερον τῶν ἄλλων Ἑλλήνων ἕκαστον τῶν καρπῶν ὀνομάζοντας, ἀλλὰ καὶ τὰ μόρα συκάμινα καλοῦντας οὐδὲν ἦττον ἢ μόρα καὶ τὰ περσικὰ καὶ τὰ κάρυα καὶ τὰ πραικόκκια καὶ τἄλλ’ ἀπλῶς, ὡς ἔθος ἐστὶ τοῖς ἄλλοις Ἓλλησιν. οὐδὲ γὰρ οὐδὲ βλαβήϲονταί τι, εἰ τὰς παλαιὰς προσηγορίας ἀγνοοῦντες γιγνώσκουσι τὰς δυνάμεις αὐτῶν. ἄμεινον γάρ ἐστιν ἐπίστασθαι τῶν ἐπὶ τὴν διαχώρησιν ὁρμώντων ἐδεσμάτων ὕστερα μὲν χρἥναι τὰ βραδυπόρα λαμβάνειν, ἁπάντων δὲ πρῶτα τὰ διεξερχόμενα μὲν ταχέως, διαφθειρόμενα δ’, εἰ χρονίσειεν ἐν τῇ γαστρί τοῦ τὰς προσηγορίας αὐτῶν ἐγνωκέναι.

[Sectio 3]

οὐ μὴν | οὐδ’ ἀγοεῖν μοι δοκοῦσι παντάπασιν οἱ ἄνθρωποι τὴν τάξιν τῶν ἐσθιομένων ἐαυτοῖς· θεώμεθα γοῦν αὐτοὺς ἐπὶ τῶν πλείστων ἐδεσμάτων φυλάττοντας αὐτήν. προλαμάνουσί γέ τοι ῥαφανίδας ἐλαίας τε καὶ τῆλιν ἐκ γάρου, καὶ μετὰ ταῦτα μαλάχας τε καὶ τεῦτλα καὶ ἄλλα τοιαῦτα λάχανα μετ’ ἐλαίου καὶ γάρου. τῶν μὲν γὰρ ὁσημέραι παρασκευαζομένων εἰς ἐδωδὴν αὐτοῖς ἡ μακρὰ πεῖρα διδάσκαλος γίγνεται τῆς δυνάμεως. εἰ καὶ σμικρὸν ἔχοιεν φρενῶν· ὅσα δὲ διὰ χρόνου πλείονος εἰς πεῖραν ἔρχεται, μόναις τοῖς ἐπιμελέσι παραφυλάττεται καὶ μνημονεύεται.

[Sectio 4]

τὰ τοίνυν ϲυκάμι καθαρᾷ μὲν ἐμπεϲόντα γαϲτρὶ καὶ πρῶτα ληφθέντα διεξέρχεται τάχιϲτα καὶ τοῖϲ ἄλλοιϲ ϲιτίοιϲ ὑφηγεῖται· δεύτερα δ’ ἐφ’ ἑτέροιϲ ἢ καὶ χυμὸν εὑρόντα μοχθηρὸν ἐν αὐτῇ διαφθείρεται τάχιϲτα, διαφθορὰν ἀλλόκοτόν τινα καὶ οὐ ῥητὴν ἴϲχοντα ταῖϲ κολοκύνθαιϲ ὁμοίωϲ. ἀβλαβέϲτατα γὰρ ὄντα ταῦτα τῶν ὡραίων ἐδεϲμάτων, ὅταν μὴ πεφθέντα ταχέωϲ ὑποχωρήϲῃ, μοχθηρὰν ἴϲχει | διαφθορὰν ὁμοίωϲ τοῖϲ πέποϲι, καίτοι κἀκεῖνοι ταχέωϲ ὑπελθόντεϲ οὐδὲν μέγα βλάπτουϲι.

[Sectio 5]

καιρὸϲ δὲ τῆϲ χρήϲεωϲ, ὥϲπερ τοῖϲ πέποϲιν, οὕτω καὶ τοῖϲ μόροιϲ, ὅταν αὐχμηρὸν καὶ θερμὸν γένηται τὸ τῆϲ γαϲτρὸϲ ϲῶμα· τοιοῦτον γάρ πωϲ ἀναγκαῖόν ἐϲτι τηνικαῦτα καὶ τὸ ἧπαρ εἶναι. τῇ μὲν οὖν κολοκύνθῃ καὶ τῷ ϲικύῳ τῷ τ’ ἤδη πέπονι καὶ πρὶν πεπανθῆναι, ϲὺν αὐτοῖϲ δὲ καὶ μηλοπέπονι ϲτυφούϲηϲ οὐ μέτεϲτι ποιότητοϲ· ἐν δὲ τοῖϲ ϲυκαμίνοιϲ, καὶ μάλιϲθ’ ὅταν ᾔ μὴ πάνυ πέπειρα, ϲαφήϲ ἐϲτιν ἡ τοιαύτη ποιότηϲ, ἀωροτέροιϲ δ’ οὖϲιν ἔτι καὶ ἡ ὀξεῖα. καί τινεϲ αὐτὰ καθαιροῦντεϲ ἀπὸ τῶν δένδρων καὶ ξηραίνοντεϲ ἀποτίθενται φάρμακον αὐτοῖϲ ἐϲόμενον ἀγαθὸν εἰϲ δυϲεντερίαϲ τε καὶ διαῤῥοίαϲ χρονίαϲ ἴαϲιν.

[Sectio 6]

ἀλλ’ οὐ πρόκειται νῦν ἡμῖν περὶ φαρμάκων δυνάμεωϲ διεξέρχεϲθαι. πάλιν οὖν ὅϲα τοῖϲ ϲυκαμίνοιϲ ὡϲ τροφῇ δρᾶν ὑπάρχει λέγωμεν. ὅτι μὲν ὑπέρχεται ῥᾳδίωϲ, εἴρηται, τάχα μὲν τῷ τῆϲ οὐϲίαϲ ὑγρῷ τε καὶ ὀλιϲθηρῷ μόνῳ, τάχα δὲ καί τινοϲ ἐπιμιξίᾳ ποιότητοϲ δριμυτέραϲ ἐρεθίζειν εἰϲ ἔκκριϲιν | ἱκανῆϲ, ὡϲ ἥ γε ϲτύφουϲα ποιότηϲ οὐ μόνον οὐδὲν ὀνίνηϲιν εἰϲ ὑποχώρηϲιν, ἀλλὰ καὶ ϲτεγνοῦν πέφυκεν. ὅτι δ’ ἐναντίων δυνάμεων οὐκ ὀλίγα μετέϲχηκε ϲώματα, μεμάθηκαϲ ἐν τοῖϲ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ὑπομνήμαϲι.

[Sectio 7]

τεκμαίρομαι τοίνυν τὰ μόρα δύναμιν ἔχειν ἐν ἑαυτοῖϲ τοιαύτην βραχεῖαν, ὁποία τοῖϲ καθαρτικοῖϲ ὑπάρχει μεγάλη, δι’ ἣν οὐ μόνον ὑποχωρεῖ ῥᾳδίωϲ, ἀλλὰ καὶ διαφθείρεται χρονίϲαντα κατὰ τὴν γαϲτέρα. μὴ διαφθαρέντα δ’, ὡϲ ἔφην, ὑγραίνει μὲν πάντωϲ, ψύχει δ’ οὐ πάντωϲ, εἰ μὴ ψυχρὰ ληφθείη. τροφὴν δ’ ἐλαχίϲτην δίδωϲι τῷ ϲώματι παραπληϲίωϲ τοῖϲ πέποϲιν, οὐ μὴν ἐμετικόν γέ τι πρόϲεϲτιν αὐτοῖϲ οὐδὲ κακοϲτόμαχον, ὡϲ ἐκείνοιϲ.

Cliquer un n° de page pour en afficher l’image