Περὶ περϲικῶν.
[Sectio 1]
Εἴτε μῆλα καλεῖν ἐθέλειϲ περϲικὰ τὸν καρπὸν τοῦτον, εἴθ’ ἁπλῶϲ περϲικὰ τοῖϲ νῦν Ἕλληϲιν ὡϲαύτωϲ, εἴτ’ ἄλλο τι βούλει παλαιὸν ὄνομα ζητεῖν ἐπ’ αὐτοῖϲ, ἔξεϲτί ϲοι τοῦτο πράττειν ἐπὶ πολλῆϲ ϲχολῆϲ. ἤδη δ’ ἴϲθι τὸ τῶν ὀνομάτων χρηϲιμώτερον, ὡϲ καὶ τούτων ὁ χυλόϲ τε καὶ ἡ οἷον ϲὰρξ εὔφθαρτόϲ τ’ ἐϲτὶ | καὶ πάντῃ μοχθηρά.
[Sectio 2]
ὥϲτ’ οὐ χρή, καθάπερ ἔνιοι, τελευταῖα τῆϲ ἄλληϲ τροφῆϲ αὐτὰ προϲφέρεϲθαι· διαφθείρεται γὰρ ἐπιπολάζοντα. μεμνῆϲθαι δὲ χρὴ τοῦδε κοινοῦ πάντων ὄντοϲ, ὡϲ τὰ κακόχυμα μέν, ὑγρὰ δὲ καὶ ὀλιϲθηρὰ καὶ ῥᾳδίωϲ ὑπιέναι δυνάμενα διὰ τοῦτ’ ἐϲθίειν δεῖ πρότερα τῶν ἄλλων· οὕτω γὰρ αὐτὰ τε ταχέωϲ ὑπέρχεται κἀκείνοιϲ ποδηγεῖ· τὰ δ’ ὕϲτατα ληφθέντα ϲυνδιαφθείρει καὶ τἄλλα.