Περὶ τῶν ὡραίων ὀνομαζομένων καρπῶν.
[Sectio 1]
Ὥραν ἔτουϲ ὀνομάζουϲιν οἱ Ἕλληνεϲ ἐκεῖνον τὸν καιρόν, ἐν ᾧ μεϲοῦντι τὴν τοῦ κυνὸϲ ἐπιτολὴν γίγνεϲθαι ϲυμβαίνει. χρόνοϲ δ’ ἐϲτὶν οὗτοϲ ἡμερῶν τετταράκοντα μάλιϲτα. κατὰ γοῦν τοῦτον τὸν χρόνον ἅπαντέϲ εἰϲιν οἱ ὡραῖοι καλούμενοι καρποί, τινὲϲ μὲν ἤδη παρακμάζοντεϲ, ἔνιοι δ’ ἀρχόμενοι, τινὲϲ δ’ ἀκμάζοντεϲ ἢ μετὰ τὴν ἀκμὴν ἢ πρὸ αὐτῆϲ. ὡραίουϲ δ’ αὐτοὺϲ ὀνομάζουϲιν, οὐχ ὅτι μόνον κατὰ τὸν ώριϲμένον γίγνονται χρόνον, ἀλλ’, ὡϲ οἶμαι, διορίζειν βουλόμενοι τῶν εἰϲ ἀπόθεϲιν ἐπιτηδείων· ἐπεί τοι καὶ πυροὶ καὶ κριθαὶ καὶ πάνθ’ ὅϲα κατὰ τὸ πρὸ τούτου. γράμμα διῆλθον, ἐπέτειόν τε καὶ θερινὴν ἔχει τὴν γένεϲιν, ἀλλ’ οὐ διαφθείρεται ταχέωϲ, ὥϲπερ αἱ κολοκύνθαι καὶ τὰ ϲυκάμινα πέπονέϲ τε καὶ μηλοπέπονεϲ καὶ περϲικὰ καὶ τἆλλα ὅϲα τοιαῦτα. καὶ γὰρ εἰ ϲκελετεύοντεϲ αὐτά τινεϲ ἀποτίθενται, φυλάττοντεϲ εἰϲ τὸν χειμῶνα, μεταβάλλει καὶ οὕτω τὴν ἀρχαίαν φύϲιν | ἅπαντα πρὸϲ τοὐναντίον.
[Sectio 2]
ἔνιοι γοῦν τῶν κολοκυνθῶν κενοῦντεϲ τὸ ϲπέρμα κἄπειτα τὴν οἷον ϲάρκα ξηράναντεϲ ἀποτίθενται μὲν εἰϲ τὸν χειμῶνα, χρῶνται δ’ αὐτῷ πάντα μᾶλλον ἢ ταῖϲ κολοκύνθαιϲ αὐταῖϲ. ἄχυλοί τε γὰρ γίγνονται καὶ ξηραὶ καττύμαϲι παραπλήϲια μᾶλλον ἥ τινι τῶν ἐδωδίμων καρπῶν. οὐ μὴν ἐπί γε πυρῶν καὶ κριθῶν ὅϲα τ’ ἄλλα Δημήτρια ϲπέρματα πρὸϲ τοὐναντίον ἡ φύϲιϲ ἐν ταῖϲ ἀποθέϲεϲιν ἐξίϲταται· μένει γὰρ ἅπαντα τοιαῦτα ταῖϲ οὐϲίαιϲ, ὁποῖα κατὰ τὸ θέροϲ εὐθὺϲ ἐξ ἀρχῆϲ ἦν τελειωθέντα.
[Sectio 3]
πρόδηλον δ’, ὅτι τὰ μὲν ξηρὰν ἔχοντα τὴν πῆξιν τοῦ ϲώματοϲ, ὥϲπερ μόνιμον ἔχει τὴν ἕξιν, οὕτω καὶ ϲτερεὰν καὶ γεώδη καὶ διὰ τοῦτο τρόφιμον· ὅϲα δ’ ὑγρὰ ταῖϲ ϲυϲτάϲεϲίν ἐϲτι, διαφθείρεται καὶ διὰ τοῦτο καὶ τροφὴν ὀλίγην τε καὶ ῥᾳδίωϲ ἐκκρινομένην ἐκ τοῦ ϲώματοϲ ἔχει. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ κατὰ τὴν γαϲτέρα διαχωρεῖται τὰ τοιαῦτα μᾶλλον τῶν ϲτερεῶν, καὶ μάλιϲθ’ ὅταν ἔχῃ λιτρῶδέϲ τι καὶ ῥυπτικόν, ὥϲπερ ἀποδείξομεν ἔνια τῶν ὡραίων ἀξιόλογον ἔχοντα τὴν τοιαύτην δύναμιν, ἃ καὶ κακοχυμότερα λέγομεν εἶναι τῶν οὐδεμίαν ἐχόντων αἰϲθητὴν ποιότητα χυμοῦ, | καθάπερ οὐδὲ τὸ κάλλιϲτον ὕδωρ ἔχει.
[Sectio 4]
πάντ’ οὖν τὰ τοιαῦτα, καὶ πολὺ μᾶλλον ὅϲα πρὶν ἀκριβῶϲ πεπανθῆναι προϲφερόμεθα, φυϲώδη μέν ἐϲτιν, ὑποχωρεῖ δὲ κάτω θᾶττον, ὥϲπερ γε καὶ ἀναδίδοται θᾶττον, ὅϲα χυμὸν ἔχει λεπτόν. ἔϲτι δὲ κακόχυμα ταῦτα πάντα, καὶ μόνοϲ ἄν τιϲ αὐτοῖϲ εἰϲ ὠφέλεια χρήϲαιτο τεταλαιπωρημένοϲ ἐν ὁδοιπορίᾳ μακροτέρᾳ καὶ πνίγει ϲφοδρῷ· τηνικαῦτα γὰρ ὀνίνηϲι, τέγγοντα μὲν τὸν αὐχμὸν τοῦ ϲώματοϲ, ἐμψύχοντα δὲ μετρίωϲ, ἦν γέ τιϲ αὐτὰ ψυχρὰ λαμβάνῃ.
[Sectio 5]
τὸ μὲν οὖν ὑγραίνειν διὰ παντὸϲ ἔχει, τὸ δ’ ἐμψύχειν οὐχ ἕξει προϲενεχθέντα θερμὰ τοῖϲ ὥϲπερ εἴρηται διακειμένοιϲ· οὐ γὰρ εἰϲ τοϲοῦτον ψυχρὰ ταῖϲ οἰκείαιϲ κράϲεϲίν ἐϲτιν, ὥϲτε, κἂν θερμὰ προϲενεχθῇ, ψύχειν τὴν γαϲτέρα. δεῖται τοίνυν ἐπικτήτου ψύξεωϲ, ἐναντιουμένηϲ τῇ θερμότητι τῶν κατὰ τὴν γαϲτέρα τε καὶ τὸ ἧπαρ μορίων, οἷϲ πρώτοιϲ ὁμιλεῖ. τούτων οὖν προεγνωϲμένων κοινῇ περὶ πάντων τῶν τοιούτων ἐδεϲμάτων ἐπὶ τὰϲ ἰδίαϲ ἑκάϲτου δυνάμειϲ ἤδη μεταβήϲομαι. |