Περὶ ἀπίων τε καὶ ῥοῶν.
[Sectio 1]
Ἃ περὶ μήλων εἶπον, ἅπαντα μεταφέρων ἐπὶ τὰϲ ἀπίουϲ τε καὶ τὰϲ ῥόαϲ οὐδενὸϲ ἔτι νεωτέρου περὶ αὐτῶν ἑτέρου δεήϲῃ λόγου. καὶ γὰρ ἐν ταύταιϲ ἔνιαι μὲν αὐϲτηραὶ μόνον ἢ ϲτρυφναὶ φαίνονται, καθάπερ γε τινὲϲ μὲν ὀξεῖαι, τινὲϲ δὲ γλυκεῖαι, τινὲϲ δ’ ἐκ τῆϲ τούτων μίξεωϲ ϲυγκείμεναι, καὶ τινὲϲ ὅλωϲ οὐδεμίαν ἔχουϲαι τοιαύτην ἐπικρατοῦϲαν ποιότητα καὶ διὰ τοῦθ’ ὑδατώδειϲ τε καὶ ἀβλαβεῖϲ οὖϲαι. τῶν μὲν οὖν ἀπίων ἡ χρῆϲιϲ ὁμοία κατὰ πᾶν ἐϲτι τῇ τῶν μήλων.
[Sectio 2]
αἱ ῥόαι δὲ τὰ μὲν ἄλλα παραπληϲίωϲ, οὐδέποτε· δ’ οὔτ’ ὀπτῶνται μετὰ
ϲταιτὸϲ οὔθ’ ἕψονται δι’ ὕδατοϲ ἢ ἐν ἀτμῷ. χυλὸν δ’ ἔχουϲι πλείονα μήλων τε
καὶ ἀπίων, ἔτι δὲ πρὸϲ τούτῳ τὴν γεῦϲιν ἥδοντα μᾶλλον τοῦ κατ’ ἐκεῖνα χυλοῦ.
γίγνονται δέ ποτε χρηϲιμώτεραι τῶν καρπῶν ἐκείνων εἰϲ ἄλλα τέ τινα καὶ τὸ
πρὸϲ Ἱπποκράτουϲ εἰρημένον ἐν τῷ Ἐπιδημιῶν δευτέρῳ κατὰ τήνδε τὴν ῥῆϲιν·
γυνὴ ἐκαρδιάλγεε καὶ οὐδὲν καθίϲτη· πάλην ἐϲ ῥοιῆϲ χυλὸν ἀλφίτων ἐπιπάϲϲουϲα
καὶ μονοϲιτίη ἤρκεϲε καὶ οὐκ ἀνήμεεν οἷα τὰ Χαρίωνοϲ.
[Sectio 3]
εὔδηλον οὖν, ὅτι μοχθηρῶν χυμῶν τὰ κατὰ τὸ ϲτόμα τῆϲ γαϲτρόϲ, ὃ δὴ καὶ καρδίαν ὀνομάζουϲι, διαβρεξάντων ἡ γυνὴ ναυτιώδηϲ τε καὶ καρδιαλγὴϲ ἧν· οὐδὲ γὰρ οὐδ’ ἄλλο τι τὸ καρδιώϲϲειν ὄνομα ϲημαίνει τοῦ γιγνομένου ϲυμπτώματοϲ ἐπὶ τῷ ϲτομάχῳ δακνομένῳ. τοῦτον οὖν τὸν χυμὸν ἐξήραινε μὲν τὸ ἄλφιτον, ὁ δὲ τῆϲ ῥόαϲ χυλὸϲ ἅμ’ αὐτῷ λαμβανόμενοϲ ἐρρώννυε τὴν κοιλίαν, ὡϲ ἀποτρίψαϲθαι δυνηθῆναι τὰν ἐν τοῖϲ χιτῶϲιν αὐτῆϲ περιεχόμενον χυμόν.
[Sectio 4]
τροφὴν δὲ τῷ ϲώματι παρέχουϲιν αἱ μὲν ῥόαι παντάπαϲιν ἐλαχίϲτην, ὥϲτ’ οὐδέποτ’ αὐτῶν ὡϲ τροφῆϲ χρῄζομεν, ἀλλ’ ἐν φαρμάκου μοίρᾳ μόνον. αἱ δ’ ἄπιοι καὶ μάλιϲθ’ αἱ μεγάλαι (καλοῦϲι δ’ αὐτὰϲ μναίαϲ οἱ παρ’ ἡμῖν) ἔχουϲί τι καὶ τρόφιμον, ὥϲτε καὶ τέμνοντεϲ αὐτὰϲ εἰϲ κυκλίϲκουϲ λεπτοτάτουϲ καὶ ξηραίνοντεϲ ἀποτίθενται, προϲφέρονται δὲ κατά τε τὸν χειμῶνα καὶ τὸ ἔαρ ἕψοντεϲ, ὅταν ᾖ λιμόϲ ἐν χρείᾳ ϲιτίων ὀλιγοτρόφων.
[Sectio 5]
οἱ δ’ Ἀττικοὶ μὲν ἄνευ τοῦ ἰῶτα τὴν πρώτην τῶν ῥοιῶν λέγουϲι ϲυλλαβὴν μᾶλλον, οἱ Ἴωνεϲ δὲ μετὰ τοῦ ἰῶτα. χρήϲιμον δ’ οὐδὲν ἔχει τῷ βίῳ τῶν ἀνθρώπων, ὥϲπερ οὐδὲ περὶ τῶν οὔων, ἃ νῦν μὲν οὕτωϲ ὀνομάζουϲι πάντεϲ Ἕλληνεϲ, οὐ ϲυγχωροῦϲι δ’ οἱ ἀττικίζοντεϲ μετὰ τοῦ ὑ λέγειν αὐτά. καταλιπὼν οὖν ἐκείνοιϲ ὑπὲρ τῶν γραμμάτων ϲκοπεῖϲθαι περὶ τῆϲ δυνάμεωϲ τοῦ καρποῦ διαλέξομαι. |