Περὶ τοῦ τῶν φοινίκων καρποῦ.
[Sectio 1]
Εἴτε βαλάνουϲ φοινίκων ἐθέλειϲ ὀνομάζειν τὸν καρπὸν αὐτῶν εἴθ’ ὁμωνύμωϲ ὅλῳ τῷ δένδρῳ φοίνικαϲ, ὥϲπερ ἔθοϲ ἐϲτὶν ἤδη πᾶϲι τοῖϲ Ἕλληϲιν, οὐδὲν οὔτε βλαβήϲῃ κατ’ οὐδέτερον οὔτ’ ὠφελήϲῃ πρὸϲ τὴν τῆϲ δυνάμεωϲ γνῶϲιν.
[Sectio 2]
ἔϲτι δ’ ἐν | αὐτοῖϲ οὐ ϲμικρὰ διαφορά· τινὲϲ μὲν γὰρ ξηροί τ’ εἰϲὶ καὶ ϲτύφοντεϲ ὥϲπερ οἱ Αἰγύπτιοι, τινὲϲ δὲ μαλακοὶ καὶ ὑγροὶ καὶ γλυκεῖϲ ὥϲπερ οἱ καλούμενοι καρυωτοί, κάλλιϲτοι δ’ οὗτοι γεννῶνται κατὰ τὴν Παλαιϲτίνην Ϲυρίαν ἐν Ἱεριχοῦντι· μεταξὺ δ’ ἀμφοτέρων τῶν εἰρημένων γενῶν οἱ ἄλλοι πάντεϲ εἰϲὶ φοίνικεϲ, οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον ὄντεϲ ὑγροί τε καὶ ξηροὶ καὶ γλυκεῖϲ καὶ ϲτύφοντεϲ. ἀλλὰ τῶν ἄκρων ἀφοριϲθέντων εὐφώρατον ἤδη ϲοι τὸ μέϲον ἔϲται πᾶν. οὐδεὶϲ γοῦν αὐτῶν ἐϲτιν, ὃϲ οὐ γλυκύτητά τινα καὶ ϲτῦψιν ἔχει· καὶ γὰρ τῷ καρυωτῷ μέτεϲτι βραχείαϲ ϲτύψεωϲ καὶ τῷ θηβαϊκῷ γλυκύτητοϲ ἀμυδρᾶϲ. ἀλλ’ ὁ μὲν γλυκὺϲ χυμὸϲ ἐδείχθη τρόφιμοϲ, ὁ δ’ αὐϲτηρὸϲ εὐϲτόμαχόϲ τε καὶ γαϲτρὸϲ ἐφεκτικόϲ.
[Sectio 3]
ἅπαντεϲ δ’ οἱ φοίνικεϲ δύϲπεπτοί τ’ εἰϲὶ καὶ κεφαλαλγεῖϲ πλείονεϲ βρωθέντεϲ. ἔνιοι δὲ καὶ δήξεώϲ τινοϲ αἴϲθηϲιν ἐμποιοῦϲι τῷ ϲτόματι τῆϲ κοιλίαϲ, οἱ δὴ καὶ μᾶλλόν εἰϲι κεφαλαλγεῖϲ. εἴρηται δὲ πολλάκιϲ, ὅτι τὸ ϲτόμα τῆϲ κοιλίαϲ ϲτόμαχον ὀνομάζουϲιν οἱ ἰατροί. ὁ δ’ ἀπ’ αὐτῶν ἀναδιδόμενοϲ εἰϲ τὸ ϲῶμα χυμὸϲ παχὺϲ μὲν πάντωϲ ἐϲτίν, ἔχει δέ τι καὶ γλίϲχρον, ὅταν ὁ φοῖνιξ ᾐ λιπαρὸϲ ὥϲπερ ὁ καρυωτόϲ. ὅταν δὲ τῷ τοιούτῳ χυμῷ γλυκύτηϲ μιχθῇ, τάχιϲτα μὲν ὑπ’ αὐτοῦ τὸ ἧπαρ ἐμφράττεται, βλάπτεται δὲ καὶ φλεγμαῖνον καὶ ϲκιρούμενον ἐϲχάτωϲ ὑπὸ τῆϲ ἐδωδῆϲ αὐτῶν. ἐφεξῆϲ δὲ τῷ ἣπατι καὶ ὁ ϲπλὴν ἐμφράττεται καὶ βλάπτεται.
[Sectio 4]
πολὺ δὲ δὴ μᾶλλον βλάπτουϲιν οἱ χλωροὶ φοίνικεϲ εἰϲ ἅπαντα, βραχεῖ πλείονεϲ βρωθέντεϲ. εὔδηλον δ’, ὅτι θερμότερον μὲν ἔχουϲι τὸν χυλὸν οἱ γλυκεῖϲ, ψυχρότερον δ’ οἱ ϲτύφοντεϲ. ἀλλὰ καὶ φύϲηϲ ἐμπιπλᾶϲιν οἱ χλωροὶ φοίνικεϲ, ὥϲπερ καὶ τὰ ϲῦκα· τὴν αὐτὴν γὰρ ἀναλογίαν ἔχει τὰ ϲῦκα πρὸϲ τὰϲ ἰϲχάδαϲ, ἣν οἱ χλωροὶ φοίνικεϲ ἔχουϲι πρὸϲ τοὺϲ ἄλλουϲ. ἐν δὲ τοῖϲ μὴ πάνυ θερμοῖϲ χωρίοιϲ οὐ πεπαίνονται τελέωϲ οἱ φοίνικεϲ, ὡϲ εἰϲ ἀπόθεϲιν γίγνεϲθαι χρήϲιμοι, καὶ διὰ τοῦτο χλωροὺϲ ἀναγκαζόμενοι δαπανᾶν αὐτοὺϲ ὠμῶν τε χυμῶν ἐμπίπλανται καὶ ῥίγεϲι δυϲεκθερμάντοιϲ ἁλίϲκονται καὶ καθ’ ἧπαρ ἐμφράξειϲ ἴϲχουϲιν