Περὶ ἐλαιῶν.
[Sectio 1]
Ὀλίγην μὲν πάνυ καὶ αὗται τροφὴν διδόαϲι τῷ ϲώματι καὶ μάλιϲθ’ αἱ δρυπεπεῖϲ. ἐϲθίουϲι δ’ οἱ ἄνθρωποι ταύταϲ μὲν ϲὺν ἄρτῳ μᾶλλον, ἄνευ δ’ ἄρτου τὰϲ ἁλμάδαϲ τε καὶ κολυμβάδαϲ ὀνομαζομέναϲ ἕνεκα γαϲτρὸϲ ὑπαγωγῆϲ μετὰ γάρου πρὸ τῶν ϲιτίων. ὥϲπερ δ’ αἱ δρυπεπεῖϲ πλεῖϲτον τὸν λιπαρόν, οὕτωϲ αὗται τὸν ϲτύφοντα χυμὸν ἔχουϲι. διὸ καὶ ῤωννύουϲι τὸν ϲτόμαχον ἐπεγείρουϲί τε τὴν ὄρεξιν. ἐπιτηδειόταται δ’ εἰϲ τοῦτ’ εἰϲὶν αἱ μετ’ ὄξουϲ ἀποτιθέμεναι.
[Sectio 2]
πολυειδῶϲ δ’ αὐτὰϲ ϲκευάζουϲιν οἱ τὴν ὀψαρτυτικὴν ἐμπειρίαν ἀϲκοῦντεϲ, ἧϲ οὐδ’ αὐτῆϲ παντάπαϲιν ἀμαθῶϲ ἔχειν ἀξιῷ τὸν ἰατρόν· ἄμεινον γὰρ εἰϲ τὴν πέψιν ἐϲτὶ τῶν ἐξ ἴϲηϲ ὑγιεινῶν τὸ ἥδιον. ἀλλ’ οὐ νῦν ὁ καιρὸϲ οὔτε τῆϲ ἐμπειρίαϲ τῆϲ κατὰ τὴν ὀψαρτυτικὴν θεωρίαν οὔτε τῆϲ τέχνηϲ ἐϲτίν· ἴδιοϲ γὰρ ἕτεροϲ ἀνακείϲεται λόγοϲ αὐταῖϲ.