Galenus. De alimentorum facultatibus (De alim. fac.) [n° 038 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
De alimentorum facultatibus libri III, 2.44, ed. Kühn, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-grc1
Helmreich, 1923; Wilkins, 2013.
De alimentorum facultatibus libri III, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
Beintker, Kahlenberg, 1948 (deu;grc); Beintker, Kahlemberg, 1952 (deu;grc); Powell, 2003 (eng); Zaragoza, 2015 (spa).

De alimentorum facultatibus libri III, 2.44, ed. Helmreich, 1923. urn:cts:greekLit:tlg0057.tlg037.1st1K-grc1:2.44

Περὶ κράμβηϲ.

[Sectio 1]

Καὶ ταύτην οἱ πολλοὶ μὲν ὡϲ ὄψον ἐϲθίουϲιν, ἰατροὶ δ’ ὡϲ φαρμάκῳ ξηραίνοντι | χρῶνται. λέλεκται δὲ περὶ αὐτῆϲ ἤδη μέν τινα κὰν ταῖϲ τῶν φαρμάκων δυνάμεϲι κὰν τῷ πρὸ τοῦδε γράμματι, καὶ νῦν δ’ ἐπὶ κεφαλαίων εἰρήϲεται, τὸν μὲν χυλὸν αὐτῆϲ ἔχειν τι καθαρτικόν, αὐτὸ δὲ τὸ ϲῶμα κατὰ τὸν τοῦ ξηραίνειν λόγον ἐπέχειν μᾶλλον ἢ προτρέπειν εἰϲ ὑποχώρηϲιν. ὅταν μὲν οὖν ἐκκρίνεϲθαι βουλώμεθα τὰ κατὰ τὴν γαϲτέρα, πληϲίον κειμένηϲ τῆϲ κακκάβηϲ, ἐν ἧπερ ἂν ἡψημένη τύχῃ, μετὰ τοῦ ὕδατοϲ ἀναϲπῶνταϲ αὐτὴν εὐθέωϲ ἐμβάλλειν χρὴ τοῖϲ ἀγγείοιϲ, ἐν οἷϲπερ ἐϲκεύαϲται τοὔλαιον ἅμα τῷ γάρῳ. διαφέρει δ’ οὐδὲν οὐδ’ εἰ δι’ ἁλῶν ἀντὶ γάρου λαμβάνοιτο.

[Sectio 2]

ξηρᾶναι δ’ ὑγρὰν γαϲτέρα βουληθέντεϲ, ὅταν ἤδη μετρίωϲ ἡψῆϲθαι δοκῇ, τὸ πρότερον ὕδωρ ἀποχέοντεϲ ἐμβαλοῦμεν εὐθέωϲ ἑτέρῳ θερμῷ κἄπειτα πάλιν ἐν ἐκείνῳ καθεψήϲομεν, ὡϲ τακερὰν γενέϲθαι, μὴ καθέψοντεϲ, ὅταν ὑπαγωγῆϲ ἕνεκα λαμβάνηται. βουλόμεθα γὰρ οὐκ ἀποθέϲθαι πάντα τὸν ἴδιον αὐτῆϲ χυλὸν ἐπὶ τῆϲ τοιαύτηϲ χρείαϲ, ἀλλὰ φυλάττειν ὅϲον οἵόν τε μάλιϲτα. τελέωϲ μὲν οὖν φυλάττειν τὸν ἴδιον χυλὸν οὐδὲν τῶν ἑψομένων δύναται, μᾶλλον δ’ ἀποβάλλει τὰ μέχρι πλείονοϲ ἑψηθέντα.

[Sectio 3]

καὶ μέντοι καὶ φακῆν ἔφαμεν ὁμοίωϲ κράμβη χρῆναι ϲκευάζειν, ἀμφότερα καὶ αὐτὴν ἐργάζεϲθαι δυναμένην, ὑπαγωγήν τε καὶ ϲτάλϲιν γαϲτρόϲ. ὀνομάζεται δ’ ἡ οὕτωϲ ϲκευαϲθεῖϲα δίϲεφθοϲ καὶ κράμβη καὶ φακῆ. καὶ κρόμυον δὲ καὶ πράϲον καὶ πολὺ μᾶλλον ἀμπελόπραϲόν τε καὶ ϲκόροδον, ὅ τι τ’ ἂν ἄλλο βουληθῇϲ ἐπὶ τοὐναντίον ἀποϲτῆϲαι τῆϲ ἀρχαίαϲ φύϲεωϲ, οὕτω ϲκεύαζε μεμνημένοϲ ἐκείνου πρὸ πάντων. ὡϲ οὐ χρὴ ψαύειν οὔτ’ ἀέροϲ οὔθ’ ὕδατοϲ ψυχροῦ τὸ δὶϲ ἑψόμενον· οὐκέτι γὰρ ἀκριβῶϲ γίγνεται τακερόν, οὐδ’ ἂν ἐπὶ πλεῖϲτον ἕψῃϲ, ἀλλὰ χρή, καθάπερ εἶπον ἀρτίωϲ, ἕτοιμον ἔχονταϲ ὕδωρ θερμόν, ἀνελκύϲανταϲ ἐκ τοῦ προτέρου μεταβάλλειν εὐθέωϲ εἰϲ ἐκεῖνο.

[Sectio 4]

ξηραίνει μὲν οὖν ἀλλήλαιϲ παραπληϲίωϲ φακῆ τε καὶ κράμβη καὶ διὰ τοῦτο τὴν ὄψιν ἀμβλύνει, πλὴν εἰ τύχοι ποθ’ ὑγρότεροϲ ὢν παρὰ φύϲιν ὁ ϲύμπαϲ ὀφθαλμόϲ. ἀλλ’ ἡ μὲν φακῆ τροφὴν οὐκ ὀλίγην δίδωϲι τῷ ϲώματι καὶ ταύτην παχεῖάν τε καὶ μελαγχολικήν, ἡ κράμβη δὲ βραχεῖάν τε τροφὴν ἔχει καὶ ταύτην ὑγροτέραν τῆϲ φακῆϲ, ὡϲ ἂν οὐ ϲτερεὸν οὖϲα ϲιτίον, ἀλλὰ λάχανον. | οὐ μὴν εὔχυμόν γ’ ἐϲτὶν ἔδεϲμα κράμβη, καθάπερ ἡ θρῖδαξ, ἀλλὰ καὶ μοχθηρὸν ἔχει καὶ δυϲώδη τὸν χυλόν. ἐπιφανὲϲ δ’ εἰϲ οὔρηϲιν οὔτ’ ἀγαθὸν οὔτε κακὸν ἐξ αὐτῆς ἀποβαῖνον εἰπεῖν ἔχω.

[Sectio 5]

τοῦτο τὸ λάχανον οἱ τὴν ἐπίτριπτον ψευδοπαιδείαν ἀϲκοῦντεϲ ὀνομάζειν ἀξιοῦϲι ῥάφανον, ὥϲπερ τοῖϲ πρὸ ἑξακοϲίων ἐτῶν Ἀθηναίοιϲ διαλεγομένων ἡμῶν, ἀλλ’ οὐχὶ τοῖϲ νῦν Ἕλληϲιν, οἷϲ ἅπαϲιν ἔθοϲ ἐϲτὶν ἐπ’ ἄλλου φυτοῦ τὸ τῆϲ ῥαφάνου ὄνομα φέρειν.

Cliquer un n° de page pour en afficher l’image