Περὶ ἀκανθωδῶν φυτῶν.
[Sectio 1]
Ἀνίϲχοντα τῆϲ γῆϲ ἄρτι τὰ τοιαῦτα φυτά, πρὶν εἰϲ ἀκάνθαϲ αὐτῶν τελευτῆϲαι τὰ φύλλα, πολλοὶ τῶν ἀγροίκων ἐϲθίουϲιν οὐκ ὠμὰ μόνον, ἀλλὰ καὶ δι’ ὕδατοϲ ἕψοντεϲ, ἐναποβάπτοντεϲ δὲ τὰ μὲν ὠμὰ γάρῳ καὶ ὄξει, τὰ δ’ ἑφθὰ τούτοιϲ αὐτοῖϲ ἐπιχέοντεϲ ἔλαιον. ὅτι δ’ ἐλαχίϲτην ἔχει τροφὴν πάντα τὰ λάχανα καὶ ταύτην ὑδατώδη τε καὶ λεπτήν, ἔμπροϲθεν εἴρηται, τὰ δ’ οὖν ἀκανθώδη μετρίωϲ ἐϲτὶν εὐϲτόμαχα. τούτων τῶν φυτῶν καὶ ϲκόλυμόϲ ἐϲτι καὶ ἀτρακτυλὶϲ καὶ ἡ καλουμένη λευκάκανθα δίψακόϲ τε καὶ κνῆκοϲ καὶ τραγάκανθα καὶ ἀτρακὶϲ
[Sectio 2]
ἥ τε τιμωμένη μειζόνωϲ ἢ προϲήκει κινάρα. καλοῦϲι δ’ αὐτὴν οἱ πάντῃ φεύγοντεϲ τὸ ϲύνηθεϲ οὐ διὰ τοῦ κ καὶ ι τὴν πρώτην ϲυλλα βὴν ὀνομάζοντεϲ, ἀλλὰ διὰ τοῦ κ καὶ υ. κακόχυμον δ’ ἐϲτὶν ἔδεϲμα, καὶ μάλιϲθ’ ὅταν ἤδη ϲκληροτέρα γένηται· καὶ γὰρ τὸν χολώδη χυμὸν ἐν ἑαυτῇ πλείονα τηνικαῦτ’ ἴϲχει καὶ τὴν ὅλην οὐϲίαν ξυλωδεϲτέραν, ὥϲτ’ ἐκ μὲν ταύτηϲ μελαγχολικὸν γεννᾶϲθαι χυμόν, ἐκ δὲ τοῦ χυλοῦ τοῦ κατ’ αὐτὴν λεπτὸν καὶ πικρόχολον· ἄμεινον οὖν ἀφέψονταϲ αὐτὴν οὕτωϲ ἐϲθίειν, εἰ μὲν δι’ ἐλαίου καὶ γάρου καὶ | οἴνου προϲφέροιτό τιϲ, ἐπεμβάλλοντα κορίαννον, εἰ δ’ ἐν λοπάδι ϲκευάζων ἢ ταγηνίζων. ἄνευ τούτου. πολλοὶ γὰρ καὶ οὕτωϲ ἐϲθίουϲι τὰϲ οἷον κεφαλὰϲ αὐτῶν, ἃϲ ὀνομάζουϲι ϲφονδύλουϲ.