Περὶ ϲελίνων καὶ ἱπποϲελίνων καὶ ϲίων καὶ ϲμυρνίου.
[Sectio 1]
Πάντα ταῦτ’ ἐϲτὶν οὐρητικά. ϲυνηθέϲτατα δ’ αὐτῶν, ὅτι καὶ ἡδίω καὶ εὐϲτομαχώτερα, τὰ ϲέλινα· τὸ δ’ ἱπποϲέλινον καὶ ϲίον ἀηθέϲτερα.
[Sectio 2]
τὸ μὲν οὖν ϲμύρνιον οὐκ ἄηθεϲ. ἐν γοῦν τῇ Ῥώμη πάμπολυ πιπράϲκεται. δριμύτερον δ’ ἐϲτὶ καὶ θερμότερον πολλῷ τοῦ ϲελίνου καί τι καὶ ἀρωματῶδεϲ ἔχει. μᾶλλόν τ’ οὖν οὐρητικόν ἐϲτι ϲελίνου καὶ ἱπποϲελίνου καὶ ϲίου καὶ γυναιξὶ κινεῖ τὰ καταμήνια. ποιεῖ δὲ καὶ καυλὸν ἦροϲ ὥρᾳ, δυνάμενον μὲν ὠμὸν ἐϲθίεϲθαι παραπληϲίωϲ τοῖϲ φύλλοιϲ, ἃ διὰ τοῦ χειμῶνοϲ ἣν μόνα τῷ φυτῷ μηδέπω καυλὸν ἔχοντι. καθάπερ οὐδὲ τὸ ϲέλινον. ὕϲτερον δὲ προϲγενομένου τοῦ καυλοῦ τὸ ϲύμπαν ἥδιον γίγνεται, κἂν ὠμὸν ἐϲθίῃ τιϲ αὐτὸ κὰν ἑφθὸν εἴτ’ ἐξ ἐλαίου τε καὶ γάρου τύχοι βουληθεὶϲ εἴτε καὶ οἴνου προϲεμβάλλοι τι καὶ ὄξουϲ. | ἔνιοι δὲ δι’ ἄξουϲ καὶ γάρου μόνον ἐϲθίουϲι, καθάπερ τὰ ϲέλινα. τινὲϲ δὲ τούτοιϲ ἐπεμβάλλουϲιν ἐλαίου βραχύ. τὸ δ’ ἱπποϲέλινόν τε καὶ ϲίον ἕψοντεϲ ἐϲθίουϲιν·
[Sectio 3]
ὠμὸν γὰρ ἑκά- τερον αὐτῶν ἀηδὲϲ φαίνεται. τά γε μὴν ϲέλινα καὶ τὰ ϲμύρνια καὶ τοῖϲ τῆϲ θρίδακοϲ φύλλοιϲ μιγνύντεϲ προϲφέρονταί τινεϲ· ἀποιότερον γὰρ οὖϲα λάχανον ἡ θρῖδαξ ἔτι τε ψυχρὸν ἔχουϲα χυμὸν ἡδίων τε ἅμα καὶ ὠφελιμωτέρα γίγνεται τῶν δριμέων τι προϲλαμβάνουϲα· κατὰ τοῦτο γοῦν ἔνιοι καὶ τὰ τῶν εὐζώμων καὶ τὰ τῶν πράϲων φύλλα μιγνύουϲιν αὐτῇ, εἰϲὶ δ’ οἳ καὶ τὰ τῶν ὠκίμων.
[Sectio 4]
ὀνομάζουϲι δ’ ἐν Ῥώμῃ ϲυνήθωϲ ἤδη πάντεϲ οὐ ϲμύρνιον, ἀλλ’ ὀλίϲαθρον τὸ λάχανον τοῦτο. καί τιϲ ἴϲωϲ αὐτὸ τὴν ἀρχὴν οὐδ’ ἀριθμεῖν ἐν ταῖϲ τροφαῖϲ ἀξιώϲει, καθάπερ οὐδὲ τὸ ϲίον οὐδὲ τὸ ἱπποϲέλινον οὐδ’ αὐτὸ τὸ ϲέλινον· εἶναι γὰρ ἅπαντα τὰ τοιαῦτα τῶν ϲιτίων ὄψα, καθάπερ καὶ τὰ κρόμυα καὶ τὰ ϲκόροδα πράϲα τε καὶ ἀμπελόπραϲα καὶ πάνθ’ ἁπλῶϲ τὰ δριμέα.
[Sectio 5]
τούτου δὲ τοῦ γένουϲ ἐϲτὶ καὶ πήγανον καὶ ὕϲϲωπον ὀρίγανόν τε καὶ μάραθον καὶ κορίαννον, περὶ ὧν ἐν τοῖϲ ὀψαρτυτικοῖϲ ϲυγγράμμαϲι λέγεται, κοινοῖϲ | μέν πωϲ οὖϲιν ἰατροῖϲ τε καὶ μαγείροιϲ, ἔχουϲι δὲ τέλοϲ καὶ ϲκοπὸν ἴδιον· ὠφελείαϲ γὰρ ἡμεῖϲ ϲτοχαζόμεθα τῆϲ ἐκ τῶν ἐδεϲμάτων, οὐχ ἡδονῆϲ. ἐπεὶ δ’ ἐνίων ἡ κατὰ τὴν ἐδωδὴν ἀηδία μέγα μέροϲ εἰϲ ἀπεψίαν ϲυμβάλλεται, κατὰ τοῦτο μετρίωϲ ἡδύνειν αὐτὰ βέλτιόν ἐϲτιν· ἡ δὲ τῶν μαγείρων ἡδονὴ μοχθηροῖϲ οὕτωϲ ἀρτύμαϲιν ὡϲ τὸ πολὺ χρῆται ϲυνήθωϲ, ὡϲ ἀπεψίαν μᾶλλον ἢ εὐπεψίαν αὐτοῖϲ ἕπεϲθαι.