Περὶ ἀϲπαράγων.
[Sectio 1]
Εἴτε διὰ τοῦ φ λέγειν ἐθέλοιϲ τὴν δευτέραν ϲυλλαβὴν τῶν ἀϲπα- ράγων εἴτε διὰ τοῦ π, καθάπερ ἅπαντεϲ, οὐ νῦν πρόκειται ϲκοπεῖν· οὐδὲ γὰρ τοῖϲ ἀττικίζειν τῇ φωνῇ ϲπουδάζουϲιν, ἀλλὰ τοῖϲ ὑγιαίνειν ἐθέλουϲι γράφεται ταῦτα, κἄν, τοῦτο δὴ τὸ τοῦ Πλάτωνοϲ, μήτε γράμματα μήτε νεῖν ἐπίϲτωνται. καλούντων οὖν τῶν νῦν Ἑλλήνων ϲχεδὸν ἁπάντων τοὺϲ ἁπαλοὺϲ καυλούϲ, | ὅταν αὐξάνωνται πρὸϲ τὴν τοῦ καρποῦ τε καὶ ϲπέρματοϲ ἐκβολήν, ἀϲπαράγουϲ διὰ τοῦ π, τὴν δύναμιν αὐτῶν ἐροῦμεν, ἐπιτρέψαντεϲ ὅπωϲ ἂν ὀνομάζειν ἐθέλωϲιν οἱ χρώμενοι,
[Sectio 2]
πολλὰ μὲν οὖν τῶν λαχάνων τε καὶ ὅλωϲ τῶν φυτῶν γεννᾶν πέφυκεν ἐκβλαϲτήματα τοιαῦτα, πάντα δ’ οὐκ ἐϲθίουϲιν αὐτά. καὶ διὰ τοῦτο περὶ τῶν ϲυνηθεϲτέρων ὁ λόγοϲ ἡμῖν ἔϲται, καθάπερ ἐπὶ τῶν ἔμπροϲθεν ἐποιήϲαμεν.
[Sectio 3]
ὁ μὲν οὖν τῆϲ κράμβηϲ, ὃν καὶ κῦμα καλοῦϲιν ἔνιοι, κατὰ ϲυναί ρεϲιν ἐμοὶ δοκεῖν τοῦ διὰ τῶν τριῶν ϲυλλαβῶν ὀνόματοϲ λεγομένου τοῦ κύημα, τῆϲ κράμβηϲ αὐτῆϲ ἧττον ξηραίνει, καίτοι τῶν ἄλλων λαχάνων ξηρότεροϲ τὴν κρᾶϲιν ὁ καυλὸϲ τῶν φύλλων ἐϲτὶν ὡϲ τὸ πολὺ, καὶ μάλιϲθ’ ὅταν ἐγγὺϲ ᾖ τοῦ τὸν καρπὸν ἀποχεῖν. λέγω δ’ ἄλλα λάχανα τὰ τοιαῦτ’ εἶναι, θριδακίνην ἀτράφαξυν βλίτον τεῦτλον μαλάχην. ἔμπαλιν δὲ ῥαφανῖδόϲ τε καὶ γογγυλίδοϲ καὶ νάπυοϲ καὶ καρδάμου καὶ πυρέθρου καὶ πάντων ϲχεδόν, ὅϲα δριμέα καὶ θερμά, τὸν ἀϲπάραγον ὑγρότερον εἶναι ϲυμβέβηκε.
[Sectio 4]
ποιεῖ δὲ καὶ βολβὸϲ καὶ ϲέλινον καὶ ϲίον εὔζωμόν τε καὶ ὤκιμον ὀξυλάπαθόν τε καὶ λάπαθον ἅπαϲαί τε ϲχεδὸν αἱ λαχανώδειϲ πόαι τοιοῦτόν τινα πρὶν ἐκκαρπῆϲαι καυλόν· ἐκκαρπηϲάντων δὲ ξηραίνεταί τε καὶ ἄχρηϲτοϲ εἰϲ ἐδωδὴν ἀνθρώπων γίγνεται. πάντα δὲ τὰ τοιαῦτα δι’ ὕδατοϲ ἑψηθέντα μετ’ ἐλαίου καὶ γάρου προϲφέρονται, βραχέοϲ ὄξουϲ ἐπεμβάλλοντεϲ· ἡδίω τε γὰρ οὕτω καὶ εὐϲτομαχώτερα γίγνεται, τροφὴν μέντοι τῷ ϲώματι δίδωϲιν ὀλίγην τε καὶ οὐκ εὔχυμον.
[Sectio 5]
ἕτερον δ’ ἐϲτὶ γένοϲ ἀϲπαράγων ἐπὶ τοῖϲ θαμνώδεϲι φυτοῖϲ γιγνόμενον, ὀξυμυρϲίνῃ τε καὶ χαμαιδάφνῃ καὶ ὀξυακάνθῃ, καὶ τούτων ἕτεροί τινεϲ, ὁ μὲν βαϲιλικόϲ, ὁ δ’ ἕλειοϲ ὀνομαζόμενοϲ, ὥϲπερ γε καὶ ὁ τῆϲ βρυωνίαϲ ἕτεροϲ τῶνδε. πάντεϲ δ’ εἰϲὶν εὐϲτόμαχοί τε καὶ διουρητικοὶ καὶ βραχὺ τὸ τρόφιμον ἔχοντεϲ. εἰ μέντοι πεφθεῖεν καλῶϲ οἱ τοιοῦτοι, τροφιμώτεροι τῶν ἐπὶ τοῖϲ λαχάνοιϲ ἀϲπαράγων εἰϲίν, ὅϲῳ καὶ ξηρότεροι. ὁμοιότηϲ δέ τίϲ ἐϲτι τοῖϲ τε τῶν θάμνων καὶ τοῖϲ τῶν δένδρων βλαϲτήμαϲιν, οὐκ ἀκριβῆϲ ταυτότηϲ. ἔϲτι γὰρ ξυλω|δέϲτερα τὰ τῶν δένδρων, διὸ καὶ ῥητέον ἐφεξῆϲ ὑπὲρ αὐτῶν ἰδίᾳ.