Περὶ βλαϲτῶν.
[Sectio 1]
Οἱ βλαϲτοὶ τῶν δένδρων τε καὶ θάμνων ἀναλογίαν ἔχουϲι τοῖϲ ἐπὶ τῶν λαχάνων ἀϲπαράγοιϲ. ἐκβλαϲτήματα γάρ εἰϲι κἀκεῖνοι πρὸϲ καρποῦ γένεϲιν ἐξορμῶντοϲ τοῦ φυτοῦ. διαφέρουϲι δὲ τῷ τῶν δένδρων μὲν τὸ ϲτέλεχοϲ ἀεὶ διαμένειν ἀνὰ λόγον ὑπάρχον τῶν κατὰ τὰ λαχανώδη τε καὶ ποώδη καυλῶν, τὸν δ’ ἐπὶ τῶνδε καυλὸν ἐπέτειον εἶναι.
[Sectio 2]
πάντεϲ μὲν οὖν οἱ βλαϲτοὶ τῶν δένδρων τε καὶ θάμνων ἑψηθέντεϲ ἐν ὕδατι βιβρώϲκεϲθαι δύνανται, πλὴν εἴ τινεϲ αὐτῶν ἤτοι γ’ ἀηδεῖϲ ἢ φαρμακώδειϲ εἰϲίν· οὐ μὴν ἐϲθίουϲί γ’ αὐτοὺϲ οἱ ἄνθρωποι διὰ τὴν τῶν ἄλλων ἐδεϲμάτων, ὅϲα βελτίω τούτων, ἀφθονίαν. ἐν λιμῷ δ’ ὑπὸ τῆϲ ἀνάγκηϲ ἐπὶ τὴν ἐδωδὴν αὐτῶν ἔρχονται· τρέφουϲι γάρ πωϲ, ἂν καλῶϲ πεφθῶϲι, καὶ αὐτοί· καλλίουϲ δ’ αὐτῶν εἰϲιν οἱ τῆϲ τερμίνθου τε καὶ ἄγνου καὶ ἀμπέλου καὶ ϲχίνου καὶ βάτου καὶ κυνοϲβάτου. παρ’ ἡμῖν δὲ καὶ ϲυντιθέντεϲ εἰϲ ὄξοϲ ἢ ὀξάλμην τοὺϲ τῆϲ τερμίνθου βλαϲτοὺϲ ἀποτίθενται.