Περὶ ἄρου.
[Sectio 1]
Ἔϲτι μὲν ἡ ῥίζα καὶ τούτου τοῦ φυτοῦ παραπληϲίωϲ ἐϲθιομένη τῇ τῆϲ γογγυλίδοϲ, ἐν χώραιϲ δέ τιϲι φύεται δριμυτέρα πωϲ, ὡϲ ἐγγὺϲ εἶναι τῇ τοῦ δρακοντίου. καὶ χρὴ τὸ πρότερον αὐτῆϲ ὕδωρ ἀποχέοντα κατὰ τὴν ἕψηϲιν εἰϲ ἕτερον ἐμβάλλειν θερμόν, ὡϲ ἐπὶ κράμβηϲ τε καὶ φακῆϲ εἴρηται. κατὰ δὲ Κυρήνην· ἐμπαλιν ἔχει τὸ φυτὸν ὡϲ πρὸϲ τὴν παρ’ ἡμῖν χώραν. ἥκιϲτα γάρ ἐϲτι φαρμακῶδεϲ καὶ δριμὺ τὸ ἄρον ἐν ἐκείνοιϲ τοῖϲ τόποιϲ, ὡϲ καὶ τῶν γογγυλίδων εἶναι χρηϲιμώτερον. καὶ διὰ τοῦτο καὶ εἰϲ Ἰταλίαν κομίζουϲι τὴν ῥίζαν, ὡϲ ἂν καὶ διαμένειν δυναμένην χρόνῳ πλείονι χωρὶϲ τοῦ ϲαπῆναί τε καὶ βλαϲτῆϲαι. πρόδηλον δ’, ὅτι πρὸϲ μὲν τροφὴν ἡ τοιαύτη κρείττων ἐϲτίν, εἰ δέ τιϲ ἀναβήττειν ἐκ θώρακόϲ τε καὶ πλεύμονοϲ βούλοιτό τι τῶν ἐν αὐτοῖϲ ἀθροιζομένων ὑγρῶν παχέων ἢ γλίϲχρων, ἡ δριμυτέρα καὶ φαρμακωδεϲτέρα βελτίων.
[Sectio 2]
ἐϲθίεται δὲ δι’ ὕδατοϲ ἑψηθεῖϲα μετὰ νάπυοϲ ἢ μετ’ ὄξουϲ ϲὺν ἐλαίῳ καὶ γάρῳ καὶ μέντοι καὶ μεθ’ ὑποτριμμάτων ἄλλων τε καὶ τῶν διὰ τυροῦ ϲκευαζομένων. οὐκ ἄδηλον δ’, ὅτι καὶ ὁ ἐξ αὐτῆϲ ἀναδιδόμενοϲ εἰϲ ἧπάρ τε καὶ ὅλον τὸ ϲῶμα χυμόϲ, ἐξ οὐ τρέφεται τὰ ζῲα, παχύτερόϲ πώϲ ἐϲτιν, ὡϲ ἐπὶ τῶν γογγυλίδων εἴρηται, καὶ μάλιϲθ’ ὅταν ὥϲιν αἱ ῥίζαι, καθάπερ αἱ ἀπὸ τῆϲ Κυρήνηϲ, ἀφάρμακοι. παρ’ ἡμῖν γὰρ ἐν Ἀϲίᾳ πολλὰ τῶν ἄρων δριμυτερὰ τ’ ἐϲτὶ καὶ ἤδη φαρμακώδη τὴν δύναμιν ἔχει.