Περὶ δρακοντίου.
[Sectio 1]
Καὶ τούτου τὴν ῥίζαν ἕψοντεϲ δίϲ που καὶ τρίϲ, ὡϲ ἀποθέϲθαι τὸ φαρμακῶδεϲ, ἐϲθίειν ἐνίοτε δίδομεν, ὥϲπερ καὶ τὰϲ τῶν ἄρων, ὅταν ἰϲχυροτέραϲ δέηται δυνάμεωϲ τὰ κατὰ θώρακα καὶ πλεύμονα περιεχόμενα γλίϲχρα καὶ παχέα. κοινὸν δ’ ἐπὶ πάντων ἐδεϲμάτων μεμνῆϲθαί ϲε χρή, τὰ μὲν δριμέα καὶ πικρὰ κατὰ τὴν ἐδωδὴν ἐλάττονα τροφὴν διδόναι τῷ ϲώματι, τὰ δ’ ἄποια καὶ μᾶλλον αὐτῶν τὰ γλυκέα πολλήν, ἔτι δὲ μᾶλλον, ἐὰν ἐϲφιγμένην ἔχῃ τὴν οὐϲίαν, ὡϲ μήθ’ ὑγρὰ μήτε χαῦνα ταῖϲ ϲυϲτάϲεϲιν εἶναι.
[Sectio 2]
τούτων οὖν εἰϲ ἀεὶ μεμνημένοϲ ἔτι τε προϲέχων, εἰ κατὰ τὰϲ ἑψήϲειϲ ἢ τὰϲ ὀπτήϲειϲ ἢ τὰϲ διὰ ταγήνου ϲκευαϲίαϲ ἀποτίθεται τὰϲ ἰϲχυρὰϲ ποιότηταϲ ἕκαϲτα τῶν εἰϲ πεῖραν ἀγομένων, οὐ δεήϲῃ παρ’ ἐμοῦ περὶ πάντων ἀκοῦϲαι κατ’ εἶδοϲ, ἀλλ’ ὥϲπερ ἐπὶ τῶν ἄλλων ἐποίηϲα, τὰ ϲυνεχῶϲ ἐϲθιόμενα μάλιϲτ’ ἐξηγήϲομαι.