Περὶ ἀϲφοδέλου.
[Sectio 1]
Τῇ τῆϲ ϲκίλληϲ ῥίζῃ παραπληϲία πώϲ ἐϲτιν ἡ τοῦ
ἀϲφοδέλου κατὰ μέγεθοϲ καὶ ϲχῆμα καὶ πικρότητα. ϲκευαζομένη μέντοι, καθάπερ
οἱ θέρμοι, τὸ πλεῖϲτον τῆϲ πικρότητοϲ ἀποτίθεται καὶ ταύτῃ τῆϲ ϲκίλληϲ
διαφέρει. δυϲέκνιπτοϲ γάρ ἐϲτι παντελῶϲ ἡ ἐκείνηϲ ποιότηϲ, Ἠϲίοδοϲ μὲν οὖν
ἔοικεν ἐπαινεῖν τὸν ἀϲφόδελον ἐν οἷϲ φηϲιν·
οὐδ’ ὅϲον ἐν μαλάχῃ τε καὶ
ἀϲφοδέλῳ μέγ’ ὄνειαρ.
[Sectio 2]
ἐγὼ δ’ οἴδα διὰ λιμὸν ἀγροίκουϲ τινὰϲ ἑψήϲεϲι τε πλείοϲι καὶ ἀποβρέξεϲιν ἐν ὕδατι γλυκεῖ μόλιϲ αὐτὴν ἐδώδιμον ἐργασαϲένους· ἢ γε μὴν δύναμιϲ καὶ ταύτηϲ τῆϲ ῥίζηϲ ἐϲτὶν ἐκφρακτική τε καὶ λεπτυντικὴ καθάπερ καὶ ἡ τοῦ δρακοντίου, διὸ καὶ τὸν ἀϲπάραγον αὐτοῦ τοῖϲ ἰκτεριώδεϲι διδόαϲί τινεϲ ὡϲ μέγιϲτον ἴαμα.