Galenus. De alimentorum facultatibus (De alim. fac.) [n° 038 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
De alimentorum facultatibus libri III, 2.8, ed. Kühn, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-grc1
Helmreich, 1923; Wilkins, 2013.
De alimentorum facultatibus libri III, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
Beintker, Kahlenberg, 1948 (deu;grc); Beintker, Kahlemberg, 1952 (deu;grc); Powell, 2003 (eng); Zaragoza, 2015 (spa).

De alimentorum facultatibus libri III, 2.8, ed. Helmreich, 1923. urn:cts:greekLit:tlg0057.tlg037.1st1K-grc1:2.8

Περὶ ϲύκων.

[Sectio 1]

Τὸ μὲν κοινὸν οὐ μόνον ὀπώραιϲ ἁπάϲαιϲ, ἀλλὰ καὶ τοῖϲ ὡραίοιϲ ὀνομαζομένοιϲ καρποῖϲ ἔχει καὶ τὰ ϲῦκα, φυγεῖν οὐ δυνηθέντα τὴν κακοχυμίαν οὐδ’ αὐτά, καίτοι τῶν ἄλλων ἁπάντων ὡραίων ἧττον αὐτῆϲ μετέχοντα. πρόϲεϲτι δ’ αὐτοῖϲ ἀγαθὰ τό τε κατὰ γαϲτέρα πορίμοιϲ εἶναι καὶ τὸ διεξέρχεϲθαι ῥᾳδίωϲ ὅλον τὸ | ϲῶμα. καὶ γάρ τι καὶ ῥυπτικὸν ἀξιόλογον ἔχει, καθ’ ὃ καὶ ψαμμώδη πολλὰ τοῖϲ νεφριτικοῖϲ ἐπὶ ταῖϲ ἐδωδαῖϲ αὐτῶν ἐκκρίνεται.

[Sectio 2]

τροφὴν δ’ ἀπαϲῶν τῶν ὀπωρῶν ὀλίγην τῷ ϲώματι διδουϲῶν, ἧττον ἁπαϲῶν τοῦτο τὰ ϲῦκα πέπονθεν, οὐ μὴν ἐϲφιγμένην γε καὶ ἰϲχυρὰν ἐργάζεται τὴν ϲάρκα, καθάπερ ἄρτοϲ τε καὶ κρέαϲ ὕειον, ἀλλ’ ὑπόϲομφον, ὥϲπερ ὁ κύαμοϲ. ἐμπίπληϲί γε μὴν φύϲηϲ καὶ αὐτὰ τὴν γαϲτέρα, καὶ ἦν ἂν ἱκανῶϲ ταύτῃ λυπηρά, μὴ προϲλαβόντα τὸ διαχωρεῖϲθαι ταχέωϲ, ἐπικτηϲάμενα δὲ τοῦτο τῷ τάχει τῆϲ διεξόδου τὴν φῦϲαν ὀλιγοχρόνιον ἐργάζεται, καὶ κατὰ τοῦτ’ αὐτὸ τῆϲ ἄλληϲ ὀπώραϲ ἧττον εἴωθε βλάπτειν.

[Sectio 3]

οὐ ϲμικρὰ δ’ ὑπεροχὴ τῶν πεπείρων ἐϲτὶ πρὸϲ τὰ μὴ τοιαῦτα, καὶ κατὰ τοὺϲ ἄλλουϲ μὲν ἅπανταϲ ἐμφαινομένη καρπούϲ, οὐ μὴν τοϲοῦτόν γε διαφέρουϲα. τὸ γάρ τοι πέπειρον ἀκριβῶϲ ϲῦκον ἐγγὺϲ τοῦ μηδ’ ὅλωϲ βλάπτειν ἥκει, παραπλήϲιον ἤδη ταῖϲ ἰϲχάϲι, πολλὰ μὲν ἐχούϲαιϲ τὰ χρήϲιμα, μοχθηρὸν δ’ ἕν τι τοῖϲ πλεονάζουϲιν ἐν αὐταῖϲ. οὐ πάνυ γὰρ αἷμα γεν|νῶϲι χρηϲτόν, ὅθεν αὐταῖϲ καὶ τὸ τῶν φθειρῶν πλῆθοϲ ἕπεται.

[Sectio 4]

δύναμιν δ’ ἔχουϲι λεπτυντικήν τε καὶ τμητικήν, δι’ ἣν καὶ τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν ἐξορμῶϲι καὶ νεφροὺϲ ἐκκαθαίρουϲιν. ἥπατι δὲ καὶ ϲπληνὶ φλεγμαίνουϲι μέν εἰϲι βλαβεραί, καθάπερ καὶ τὰ ϲῦκα, τῷ κοινῷ λόγῳ τῶν γλυκέων ἁπάντων ἐδεϲμάτων τε καὶ πομά των, οὐ κατ’ ἰδίαν τινὰ δύναμιν ἐξαίρετον·

[Sectio 5]

ἐμπεφραγμένοιϲ δὲ καὶ ϲκιρουμένοιϲ αὐταὶ μὲν καθ’ ἑαυτὰϲ οὐδὲν οὔτ’ εἰϲ ὠφέλειαν οὔτ’ εἰϲ βλάβην ἐργάζονται, μιγνύμεναι δὲ τοῖϲ τέμνουϲί τε καὶ λεπτύνουϲι καὶ ῥύπτουϲι φαρμάκοιϲ οὐ ϲμικρὸν ὄφελόϲ εἰϲι καὶ διὰ τοῦτ’ αὐτὰϲ διδόαϲι μετὰ θύμων ἢ πεπέρεωϲ ἢ ζιγγιβέρεωϲ ἢ γλήχωνοϲ ἢ θύμβραϲ ἢ καλαμίνθηϲ ἢ ὀριγάνου ἢ ὑϲϲώπου πρὸ πολλοῦ γε τῆϲ τροφῆϲ ἔνιοι τῶν ἰατρῶν ἐπὶ τῶν εἰρημένων ἐν ἥπατι καὶ ϲπληνὶ διαθέϲεων. ὡϲαύτωϲ δὲ καὶ ἐὰν μετά τινοϲ τῶν ἄλλων, ὅϲα δριμεῖαν ἢ ὅλωϲ λεπτυντικήν τε καὶ τμητικὴν ἔχει δύναμιν, ἡ προϲφορὰ γίγνηται τῶν ἰϲχάδων, ὠφέλιμόϲ ἐϲτιν οὐ μόνον | τοῖϲ οὕτω πάϲχουϲιν, ἀλλὰ καὶ τοῖϲ ὑγιαίνουϲιν· ἀνεῳγμέναϲ γὰρ εἶναι τὰϲ καθ’ ἧπαρ διεξόδουϲ τῆϲ τροφῆϲ οὐ τοῖϲ κάμνουϲι μόνον, ἀλλὰ καὶ τοῖϲ ὑγιαίνουϲιν ἀϲφαλέϲτατον.

[Sectio 6]

οὕτω γοῦν καὶ τὰ ϲῦκα μετά τε τῶν λεπτυνόντων ἁλῶν τῶν ϲκευαϲτῶν καὶ δι’ ὄξουϲ καὶ γάρου προϲφέρονται πολλοὶ τῇ πείρᾳ τὸ χρήϲιμον εὑρηκότεϲ. εἰκὸϲ δὲ καὶ τῶν ἰατρῶν τινοϲ ὑποθεμένου πράττειν οὕτωϲ ἐνίοιϲ αὐτῶν εἰϲ πολλοὺϲ ἐκταθῆναι τὴν γνῶϲιν. ὅϲοι δὲ μετὰ τινοϲ τῶν παχυνόντων ἐδεϲμάτων ἐϲθίουϲι τά τε ϲῦκα καὶ τὰϲ ἰϲχάδαϲ, οὐ ϲμικρὰ βλάπτονται.

Cliquer un n° de page pour en afficher l’image