[Sectio 1]
Ὑπόλοιπον δ’ ἂν εἴη περὶ τῆϲ ἀπὸ τῶν ζῴων τροφῆϲ διελθεῖν οὐκ
ὀλίγαϲ ἐχούϲηϲ διαφορὰϲ δυνάμεων κατά τε τὰ μόρια καὶ κατά τινα τῶν ἐν αὐτοῖϲ
περιεχομένων ἢ γεννωμένων, ὧν ἐϲτι καὶ τὰ ᾠᾶ καὶ τὸ γάλα καὶ τὸ αἷμα τυρόϲ τε
καὶ βούτυρον.
Οὐ τὴν αὐτὴν γὰρ ἅπαντα
δύναμιν ἔχει τὰ μόρια τῶν ζῴων. ἀλλ’ αἱ μὲν ϲάρκεϲ, ὅταν καλῶϲ πεφθῶϲιν,
αἵματόϲ εἰϲιν ἀρίϲτου γεννητικαὶ καὶ μάλιϲτ’ ἐπὶ τῶν εὐχύμων ζῴων, ὁποῖόν
ἐϲτι τὸ γένοϲ τῶν ὑῶν, φλεγματικωτέρου δὲ τὰ νευρώδη μόρια.
Περὶ τῆϲ ἀπὸ τῶν πεζῶν ζῴων τροφῆϲ.
[Sectio 2]
πάντων μὲν οὖν ἐδεϲμάτων ἡ ϲὰρξ τῶν ὑῶν ἐϲτι τροφιμωτάτη. καὶ τούτου πεῖραν ἐναργεϲτάτην οἱ ἀθλοῦντεϲ ἴϲχουϲιν. ἐπὶ γὰρ τοῖϲ ἴϲοιϲ γυμναϲίοιϲ ἑτέραϲ τροφῆϲ ἴϲον ὄγκον ἐν ἡμέρᾳ μιᾷ προϲενεγκάμενοι κατὰ τὴν ὑϲτεραίαν εὐθέωϲ ἀϲθενέϲτεροι γίγνονται· πλείοϲι δ’ ἐφεξῆϲ ἡμέραιϲ τοῦτο πράξαντεϲ οὐκ ἀϲθενέϲτεροι μόνον, ἀλλὰ καὶ ἀτροφώτεροι ϲαφῶϲ φαίνονται. τὴν δ’ αὐτὴν τοῦ λόγου βάϲανον ἔνεϲτί ϲοι κἀπὶ τῶν ἐν παλαίϲτρᾳ διαπονουμένων παίδων ποιήϲαϲθαι καὶ τῶν ἄλλην ἡντινοῦν ἐνέργειαν ἰϲχυρὰν καὶ ϲφοδρὰν ἐνεργούντων, ὁποία καὶ ἡ τῶν ϲκαπτόντων ἐϲτί.
[Sectio 3]
τὰ δὲ βόεια κρέα τροφὴν μὲν καὶ αὐτὰ δίδωϲιν οὔτ’ ὀλίγην οὔτ’ εὐδιαφόρητον, αἷμα μέντοι παχύτερον ἢ προϲήκει γεννᾷ. καὶ εἰ φύϲει τιϲ εἴη μελαγχολικώτεροϲ τὴν κρᾶϲιν, ἁλώϲεταί τινι παθήματι τῶν μελαγχολικῶν ἐν τῇ τούτων ἐδωδῇ πλεονάϲαϲ. τοιαῦτα δ’ ἐϲτὶ πάθη καρκίνοϲ. ἐλέφαϲ, ψώ|ρα, λέπρα, πυρετὸϲ τεταρταῖοϲ ἥ τ’ ἰδίωϲ ὀνομαζομένη μελαγχολίᾳ. καὶ ϲπλὴν δ’ ἐνίοιϲ εἰϲ ὄγκον ἤρθη διὰ τοιοῦτον χυμόν, ᾦ καχεξίαι τε καὶ ὕδεροι πολλάκιϲ ἠκολούθηϲαν.
[Sectio 4]
ὅϲον δὲ τῷ πάχει τῆϲ ὅληϲ οὐϲίαϲ ἑαυτῶν τὰ βόεια κρέα τῶν ὑείων πλεονεκτεῖ, τοϲοῦτον τῇ γλιϲχρότητι τὰ ὕεια τῶν βοείων. εἰϲ πέψιν δὲ πολὺ βελτίω τὰ τῶν ὑῶν ἐϲτι, τοῖϲ μὲν ἀκμάζουϲι καὶ ἰϲχυροῖϲ καὶ διαπονουμένοιϲ τὰ τῶν ἀκμαζόντων, τοῖϲ δ’ ἄλλοιϲ τὰ τῶν ἔτ’ αὐξανομένων. ὥϲπερ δ’ ἐν τοῖϲ ὑϲὶν οἱ κατὰ τὴν ἀκμαϲτικὴν ἡλικίαν ἐπιτήδειοι τοῖϲ εὐεκτικοῖϲ νεανίϲκοιϲ εἰϲίν, οὕτω τῶν βοῶν οἱ πρὸ τῆϲ ἀκμῆϲ. ξηρότεροϲ γὰρ τῇ κράϲει παμπόλλῳ βοῦϲ ὑόϲ, ὥϲπερ γε καὶ ἀκμάζων ἀνὴρ παιδόϲ.
[Sectio 5]
εἰκότωϲ οὖν ὅϲα μὲν φύϲει ζῷα ξηροτέραν ἔχει τὴν κρᾶϲιν, ὑπὸ τῆϲ νεότητοϲ εἰϲ ϲυμμετρίαν αὐτῆϲ ὠφελεῖται· τῶν δ’ ὑγροτέρων ἡ φύϲιϲ ὑπὸ τῆϲ ἀκμαϲτικῆϲ ἡλικίαϲ προϲλαμβάνει τὸ λεῖπον εἰϲ τὴν προϲήκουϲαν εὐκραϲίαν. οὐ μόνον οὖν οἱ μόϲχοι τῶν τελείων βοῶν ἀμείνουϲ εἰϲ πέψιν ἔχουϲι τὰϲ ϲάρκαϲ, ἀλλὰ καὶ οἱ ἔριφοι τῶν | αἰγῶν. ἧττον μὲν γὰρ βοὸϲ ἡ αἴξ ξηρὰ τὴν κρᾶϲίν ἐϲτιν, ἀλλ’ ἀνθρώπῳ καὶ ϲυὶ παραβαλλομένη πολλῷ διαλλάττει.
[Sectio 6]
τῆϲ δ’ ὑείαϲ ϲαρκὸϲ τὴν πρὸϲ ἄνθρωπον ὁμοιότητα καταμαθεῖν ἔϲτι κὰκ τοῦ τιναϲ ἐδηδοκόταϲ ἀνθρωπείων κρεῶν ὡϲ ὑείων οὐδεμίαν ὑπόνοιαν ἐϲχηκέναι κατά τε τὴν γεῦϲιν αὐτῶν καὶ τὴν ὀϲμήν· ἐφωράθη γὰρ ἤδη που τοῦτο γεγονὸϲ ὑπό τε πονηρῶν πανδοχέων καὶ ἄλλων τινῶν. εἰκότωϲ οὖν οἱ χοῖροι περιττωματικωτέραν ἡμῖν εἰϲ τοϲοῦτον παρέχουϲι τὴν τροφήν, εἰϲ ὅϲον τῶν μεγάλων ὑῶν εἰϲιν ὑγρότεροι. εἰκότωϲ δὲ καὶ ἧττον τρέφουϲιν· ἡ γὰρ ὑγροτέρα τροφὴ καὶ ἀναδίδοται καὶ διαφορεῖται θᾶττον.
[Sectio 7]
ὑγροτάτην δ’ ἔχουϲι καὶ φλεγματώδη ϲάρκα καὶ οἱ ἄρνεϲ. ἀλλὰ καὶ τῶν προβάτων ἡ ϲὰρξ περιττωματικωτέρα τέ ἐϲτι καὶ κακοχυμοτέρα. κακόχυμοϲ δὲ καὶ ἡ τῶν αἰγῶν μετὰ δριμύτητοϲ. ἡ δὲ τῶν τράγων χειρίϲτη καὶ πρὸϲ εὐχυμίαν καὶ πρὸϲ πέψιν, ἐφεξῆϲ δ’ ἡ τῶν κριῶν, εἴθ’ ἡ τῶν ταύρων. ἐν ἅπαϲι δὲ τούτοιϲ τὰ τῶν εὐνουχιϲθέντων ἀμείνω. τὰ δὲ πρεϲβυτικὰ χείριϲτα πρόϲ τε πέψιν καὶ πρὸϲ εὐχυμίαν καὶ θρέψιν, ὥϲτε καὶ | τῶν ὑῶν αὐτῶν, καίτοι γε ὑγρῶν ὄντων τὴν κρᾶϲιν, οἱ γηράϲαντεϲ ἰνώδη καὶ ξηρὰν καὶ διὰ τοῦτο δύϲπεπτον ἔχουϲι τὴν ϲάρκα.
[Sectio 8]
καὶ τοῦ λαγωοῦ δ’ ἡ ϲὰρξ αἵματοϲ μέν ἐϲτι παχυτέρου γεννητική βελτίων δ’ εἰϲ εὐχυμίαν ἢ κατὰ βοῦϲ καὶ πρόβατα. κακόχυμοϲ δὲ τούτων οὐδὲν ἧττόν ἐϲτι καὶ ἡ τῶν ἐλάφων καὶ ϲκληρὰ καὶ δύϲπεπτοϲ.
[Sectio 9]
ἡ δὲ τῶν ἀγρίων ὄνων, ὅϲοι γ’ εὐέκται καὶ νέοι, πληϲίον ἥκει τῆϲδε. καίτοι καὶ τῶν ἡμέρων ὄνων γηραϲάντων ἔνιοι τὰ κρέα προϲφέρονται, κακοχυμότατά τε καὶ δυϲπεπτότατα καὶ κακοϲτόμαχα καὶ προϲέτι καὶ ἀηδῆ κατὰ τὴν ἐδωδὴν ὄντα, καθάπερ καὶ τὰ τῶν ἵππων τε καὶ καμήλων, ὧν καὶ αὐτῶν ἐϲθίουϲιν οἱ ὀνώδειϲ τε καὶ καμηλώδειϲ ἄνθρωποι τήν τε ψυχὴν καὶ τὸ ϲῶμα.
[Sectio 10]
καὶ τὰ τῶν ἄρκτων δ’ ἔνιοι προϲφέρονται καὶ τὰ τούτων ἔτι χείρω λεόντων τε καὶ παρδάλεων ἤτοι γ’ ἅπαξ ἕψοντεϲ ἢ δίϲ. εἴρηται δ’ ἔμπροϲθεν, ὁποῖόν τι τὸ δὶϲ ἕψειν ἐϲτί.
[Sectio 11]
περὶ δὲ κυνῶν τί δεῖ καὶ λέγειν, ὡϲ τοὺϲ νέουϲ τε καὶ λιπαροὺϲ αὐτῶν, καὶ μάλιϲθ’ ὅταν εὐνουχιϲθῶϲι, κατ’ ἔνια τῶν ἐθνῶν ἐϲθίουϲι πάμ|πολλοι, καὶ πρὸϲ τούτοιϲ γε καὶ τὰ τῶν πανθήρων οὐκ ὀλίγοι, καθάπερ γε καὶ τὰ τῶν ὄνων, ὅταν εὐεκτοῦντεϲ τύχωϲιν, ὥϲπερ οἱ ἄγριοι. ταῦτα μέν γε οὐ μόνον ἐϲθίουϲιν, ἀλλὰ καὶ ἐπαινοῦϲιν ἔνιοι τῶν ἰατρῶν. τὰ δὲ τῶν ἀλωπέκων ἐν φθινοπώρῳ καὶ οἱ παρ’ ἡμῖν κυνηγέται προϲφέρονται· πιαίνονται γὰρ ὑπὸ τῶν ϲταφυλῶν.
[Sectio 12]
καὶ τῶν ἄλλων δὲ ζῴων ὅϲα τὰϲ οἰκείαϲ τροφὰϲ ἀφθόνουϲ ἴϲχει, ταῦτα πολὺ βελτίω ϲφῶν αὐτῶν εἰϲ ἐδωδὴν γίγνεται, καθάπερ γε καὶ χείρω τἀναντία. καὶ ὅϲα γε τὰϲ ἐκ τῆϲ γῆϲ ἀνιούϲαϲ πόαϲ ἢ καὶ δένδρων ἀκρεμόναϲ ἢ βλάϲταϲ ἐϲθίει, καθ’ ὃν ἂν καιρὸν εὐπορῇ δαψιλῶϲ τούτων, εὐεκτικώτερά τε γίγνεται καὶ πιαίνεται καὶ πρὸϲ τροφὴν ἡμῖν ἐπιτηδειότερα πάντῃ καθίϲταται.
[Sectio 13]
καὶ διὰ τοῦτο τὰ μὲν τὴν βαθεῖαν πόαν νέμεϲθαι δεόμενα λεπτά καὶ κακόχυμα γίγνεται κατά τε τὸν χειμῶνα καὶ τὰ πρῶτα καὶ τὰ μέϲα τοῦ ἦροϲ, ὥϲπερ οἱ βόεϲ, εὐχυμότεροί τε καὶ παχύτεροι ϲαφῶϲ φαινόμενοι τοῦ χρόνου προϊόντοϲ. ὅταν αὐξάνηταί τε καὶ παχύνηται καὶ εἰϲ ἐκκάρπηϲιν ἡ πόα προέρχηται· τὰ δ’ ὑπὸ τῆϲ μικρᾶϲ τρέφεϲθαι δυνάμενα βελτίω κατά τε τὰ πρῶτα| καὶ μέϲα τοῦ ἦρόϲ ἐϲτιν ὥϲπερ τὰ πρόβατα, κατὰ δὲ τὴν ἀρχὴν καὶ τὰ μέϲα τοῦ θέρουϲ αἱ αἶγεϲ, ἡνίκα βλάϲται πλεῖϲται θάμνων εἰϲίν, ἃϲ ἔθοϲ αὐταῖϲ ἐϲθίειν.
[Sectio 14]
ὅταν οὖν ἀκούϲῃϲ μου παραβάλλοντοϲ ἀλλήλοιϲ εἴδη ζῴων, ἐξέταζε καὶ κρῖνε καὶ βαϲάνιζε τῇ πείρᾳ τὸν λόγον, οὐ τὸ καλῶϲ τεθραμμένον καὶ πῖον ἰϲχνῷ καὶ ἀτρόφῳ παραβάλλων οὐδὲ τὸ νέον τῷ γεγηρακότι (μοχθηρὰ γὰρ ἥδε καὶ ἄδικοϲ ἡ κρίϲιϲ), ἀλλὰ τὸ καθ’ ἕκαϲτον εἶδοϲ ἢ γένοϲ ἢ ὅπωϲ ἂν ἐθέλῃϲ ὀνομάζειν. ἄριϲτα διακείμενον ἑτέρῳ τοι οὑτῳ.
[Sectio 15]
οὔκουν ἔτι δεήϲομαι λόγων μακρῶν εἰϲ τὸ τὰ καθ’ ἔκαϲτον ἔθνοϲ ἐπιχώρια τῶν ζῴων ἅπαντα διέρχεϲθαι, καθάπερ ἐν μὲν Ἰβηρίᾳ τὸ τοῖϲ λαγωοῖϲ ὅμοιον ζωῦφιον, ὃ καλοῦϲι κοῦνικλον, ἐν Λευκανίᾳ δὲ τῆϲ Ἰταλίαϲ τὸ μεταξύ πωϲ ἄρκτου τε καὶ ϲυόϲ, ὥϲπερ γε καὶ τὸ τῶν ἀρουραίων μυῶν ἢ μυωξῶν καὶ τῶν καλουμένων ἐλειῶν ἐν μέϲῳ κατά τε τὴν αὐτὴν χώραν τῆϲ Ἰταλίαϲ ἐν ἄλλοιϲ τε πολλοῖϲ τόποιϲ ἐϲθιόμενον.
[Sectio 16]
ὅcα γὰρ εὔτροφα τῶν τοιούτων ζῴων ἐϲτὶ καὶ ϲαφῶϲ πίονα, ταῦτα τῇ | πείρᾳ βαϲάνιζε, τοὺϲ τρόπουϲ τῆϲ ϲκευαίαϲ αὐτῶν, οὓϲ ἐξ ἐμπειρίαϲ ἔμαθον ἕκαϲτοϲ τῶν ἐπιχωρίων, ἀκούων τε καὶ μανθάνων παρ’ ἐκείνων. ὁποία δ’ ἐϲτὶν ἡ δύναμιϲ αὐτὼν ἑκάϲτου, ἤδη ϲοι πάρεϲτι καὶ παρ’ ἐμοῦ μανθάνειν. ὅϲα μὲν γὰρ ὀπτῶντεϲ ἢ ταγηνίζοντεϲ ἐϲθίουϲι, ξηροτέραν τροφὴν τῷ ϲώματι δίδωϲι, ὅϲα δ’ ἐν ὕδατι προαφεψήϲαντεϲ, ὑγροτέραν, ὅϲα δ’ ἐν ταῖϲ λοπάϲιν ἀρτύοντεϲ, ἐν τῷ μεταξὺ τούτων ἐϲτί.
[Sectio 17]
καὶ τούτων δ’ αὐτῶν οὐ ϲμικρὰ γίγνεται διαφορὰ παρὰ τὸν τρόπον τῆϲ ἀρτύϲεωϲ· ὅϲα μὲν γὰρ ἔχει δαψιλῶϲ οἴνου καὶ γάρου, ξηρότερα τῶν οὐκ ἐχόντων ἐϲτί· τὰ δὲ τούτων μὲν ἐνδεέϲτερα, ἤτοι δὲ ϲίραιον ἔχοντα πλέον, ὅ τινεϲ ἕψημα καλοῦϲιν, ἢ κατὰ τὸν ὀνομαζόμενον ἁπλοῦν καὶ λιτὸν καὶ λευκὸν ζωμὸν ἑψηθέντα πολλῷ τῶν προειρημένων ἐϲτὶν ὑγρότερα· τὰ δ’ ἐξ ὕδατοϲ μόνου, καὶ τούτων ἐϲτὶν ἔθ’ ὑγρότερα.
[Sectio 18]
μεγίϲτη δ’ ἐν τῇ ϲκευαϲίᾳ διαφορὰ γίγνεται καὶ κατὰ τὴν τῶν ἐπεμβαλλομένων αὐτοῖϲ δύναμιν, ἁπάντων μὲν ξηραινόντων, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἦττον. ἔϲτι δὲ ταῦτα τὰ ϲπέρματα μὲν ἀνήθου καὶ ϲελίνου καὶ κάρου καὶ λιβυϲτικοῦ | καὶ κυμίνου καί τινα τοιαῦθ’ ἕτερα, τῶν φυτῶν δ’ αὐτῶν πράϲα καὶ κρόμυα καὶ ἄνηθα καὶ θύμα καὶ θύμβρα καὶ γλήχων καὶ ἡ εὐώδηϲ μίνθη καὶ ὀρίγανοϲ ὅϲα τ’ ἄλλα τοιαῦτα τῆϲ ὀψαρτυτικῆϲ ὄντα πραγματείαϲ, ἣν νῦν οὐ πρόκειται διέρχεϲθαι.
[Sectio 19]
τὴν παραβολὴν δὲ τῆϲ διαφορᾶϲ τῶν ζῴων ὥϲπερ ἔμπροϲθεν ἔφαμεν χρῆναι ποιεῖϲθαι τῶν ἄριϲτα ταῖϲ ἕξεϲιν ἐχόντων, οὕτω καὶ νῦν τῶν ἐϲκευαϲμένων ἄριϲτα γιγνέϲθω. ταῦτα μὲν οὖν αὐτάρκη ϲοι περὶ τῆϲ τῶν πεζῶν ζῴων ϲαρκὸϲ ἀκηκοέναι· περὶ δὲ τῶν ἄλλων μορίων, ὡϲ ἔχει τῆϲ δυνάμεωϲ, ἐφεξῆϲ ἀκούϲῃ μετὰ τὸν περὶ τῶν κοχλιῶν λόγον.