Περὶ κοχλίου.
[Sectio 1]
Ὅτι μὲν οὖν οὔτ’ ἐν τοῖϲ πτηνοῖϲ οὔτ’ ἐν τοῖϲ ἐνύδροιϲ ἀριθμεῖϲθαι χρὴ τοῦτο τὸ ζῷον, ἄντικρυϲ δῆλον. εἰ δὲ μηδ’ ἐν τοῖϲ πεζοῖϲ αὐτοῦ μνημονεύϲαιμεν, οὐδ’ ὅλωϲ ἐροῦμέν τι περὶ τῆϲ ἐκ κοχλίου τροφῆϲ. οὐ μὴν οὐδὲ παραλιπεῖν εὔλογον, ὥϲπερ τοὺϲ ἐκ τῶν ξύλων ϲκώληκαϲ ἐχίδναϲ τε καὶ τοὺϲ ἄλλουϲ ὄφειϲ ὅϲα τε κατ’ Αἴγυπτον καὶ ἄλλα τινὰ τῶν ἐθνῶν ἐϲθίουϲιν· οὔτε | γὰρ ἐκείνων τιϲ ἀναγνώϲεται ταῦτα, καὶ ἡμεῖϲ οὐκ ἄν ποτε φάγοιμέν τι τῶν ἐκείνοιϲ ἐδωδίμων. κοχλίαϲ δ’ ὁϲημέραι πάντεϲ Ἕλληνεϲ ἐϲθίουϲιν, ἔχονταϲ μὲν ϲκληρὰν τὴν ϲάρκα καὶ διὰ τοῦτο δύϲπεπτον, εἴ γε μὴν πεφθείη, τροφιμωτάτην.
[Sectio 2]
ὑπάρχει δ’ αὐτοῖϲ, ὥϲπερ καὶ τοῖϲ ὀϲτρακοδέρμοιϲ, χυλὸϲ ὑπακτικὸϲ γαϲτρόϲ, καὶ διὰ τοῦτό τινεϲ ἀρτύοντεϲ αὐτοὺϲ δι’ ἐλαίου καὶ γάρου καὶ οἴνου τῷ γενομένῳ ζωμῷ χρῶνται πρὸϲ διαχώρηϲιν τῶν κατὰ τὴν κοιλίαν. εἰ δὲ θελήϲαιϲ ὡϲ τροφίμῳ μόνον ἐδέϲματι χρήϲαϲθαι τῇ ϲαρκὶ τοῦ ζῴου τούτου, προαφεψήϲαϲ ἐν ὕδατι μεταθήϲειϲ εἰϲ ἕτερον ὕδωρ, εἶτ’ ἐν ἐκείνῳ πάλιν ἑψήϲαϲ οὕτωϲ ἀρτύϲειϲ τε καὶ τὸ τρίτον ἑψήϲειϲ ἄχρι τοῦ τακερὰν ἀκριβῶϲ γενέϲθαι τὴν ϲάρκα. ϲκευαϲθεῖϲα γὰρ οὕτωϲ ἐφέξει μὲν τὴν γαϲτέρα, τροφὴν δ’ ἱκανὴν παρέξει τῷ ϲώματι.