Περὶ ᾠῶν.
[Sectio 1]
Τῆϲ ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆϲ ἐϲτι καὶ ταῦτα διαφέροντα τριϲὶ διαφοραῖϲ ἀλλήλων, μιᾷ μὲν τῇ κατὰ τὴν οἰκείαν οὐϲίαν (ἀμείνω γὰρ τά τε τῶν ἀλεκτορίδων ἐϲτὶ καὶ τὰ τῶν φαϲιανῶν, φαυλότερα δὲ τὰ τῶν χηνῶν τε καὶ ϲτρουθοκαμήλων), ἑτέρᾳ δέ, καθ’ ἣν τὰ μὲν ἤδη χρόνου πλείονόϲ ἐϲτι, τὰ δ’ οὐ πρὸ πολλοῦ γεγέννηται, καὶ τρίτῃ, καθ’ ἣν τὰ μὲν ἐπὶ πλέον ἥψηται, τὰ δ’ ἄχρι τοῦ μετρίωϲ ϲυϲτῆναι, τὰ δὲ μόνον τεθέρμανται· καθ’ ἃϲ διαφορὰϲ τὰ μὲν ἑφθὰ καλεῖται, τὰ δὲ τρομητά, τὰ δὲ ῥοφητά.
[Sectio 2]
κάλλιϲτα μὲν οὖν αὐτῶν ἐϲτιν εἰϲ τροφὴν τοῦ ϲώματοϲ τὰ τρομητά, τὰ ῥοφητὰ δ’ ἧττον μὲν τρέφει, ῥᾷον δ’ ὑποχωρεῖ καὶ τὰϲ ἐν τῇ φάρυγγι τραχύτηταϲ ἐκλεαίνει. τὰ δ’ ἑφθὰ καὶ δύϲπεπτα καὶ βραδύπορα, καὶ τροφὴν παχεῖαν ἀναδίδωϲι τῷ ϲώματι. τούτων δ’ ἔτι μᾶλλόν ἐϲτι βραδυπορώτερά τε καὶ παχυχυμότερα τὰ κατὰ θερμὴν ϲποδιὰν ὀπτηθέντα. τὰ δ’ ἐπὶ τῶν ταγήνων παχυνθέντα καὶ καλούμενα διὰ τοῦτο ταγηνιϲτὰ χειρίϲτην ἔχει τροφὴν εἰϲ ἅπαντα· καὶ γὰρ ἐν τῷ πέττεϲθαι κνιϲοῦται καὶ πρὸϲ τῷ παχὺν γεννᾶν χυμὸν ἔτι καὶ μοχθηρὸν ἔχει καὶ περιττωματικὸν αὐτόν.
[Sectio 3]
ἀμείνω δὲ τῶν | ἑφθῶν τε καὶ ὀπτῶν ἐϲτι τὰ καλούμενα πνικτά. ϲκευάζεται δὲ τὸν τρόπον τοῦτον· ἀναδεύϲαντεϲ αὐτὰ μετ’ ἐλαίου καὶ γάρου καὶ οἴνου βραχέοϲ ἐντιθέαϲι τὸ ἀγγεῖον ὕδωρ ἐχούϲῃ κακκάβῃ. θερμόν, εἶτα πωμάϲαντεϲ ἄνωθεν ὅλην αὐτὴν ὑποκαίουϲι μέχρι ϲυϲτάϲεωϲ μετρίαϲ. μετρίαϲ. τὰ γὰρ ἐπὶ πλέον παχυνθέντα παραπλήϲια τοῖϲ ἑψηθεῖϲί τε καὶ ὀπτηθεῖϲι γίγνεται, τὰ δ’ ἐν τῷ ϲυμμέτρῳ τῆϲ παχύνϲεωϲ ἀρθέντα καὶ πεφθῆναι τῶν ϲκληρῶν ἐϲτιν ἀμείνω καὶ τροφὴν τῷ ϲώματι βελτίονα δίδωϲι.
[Sectio 4]
τῆϲ αὐτῆϲ οὖν ϲυμμετρίαϲ κατὰ τὴν ϲύϲταϲιν χρὴ ϲτοχάζεϲθαι κἀπὶ τῶν ἐπιχεομένων ἄνωθεν ταῖϲ λοπάϲιν ᾠῶν, οὐκ ἐπιτρέπονταϲ οὐδὲ ταῦτα παχυνθῆναι τελέωϲ, ἀλλ’ ἔτ’ ἐγχύλων ὄντων ἀπὸ τοῦ πυρὸϲ αἴρονταϲ τὸ ἀγγεῖον.
[Sectio 5]
οὐ ϲμικρὰ δ’ ἐν αὐτοῖϲ ἐϲτιν ὑπεροχὴ καὶ τῶν νέων πρὸϲ τὰ παλαιά· κάλλιϲτα μὲν γὰρ τὰ νεώτατα, χείριϲτα δὲ τὰ παλαιότατα, τὰ δ’ ἐν τῷ μεταξὺ τούτων ἀνὰ λόγον τῆϲ ἀποϲτάϲεωϲ, ἧϲ ἀφέϲτηκε τῶν ἄκρων, ἀρετῇ τε καὶ κακίᾳ διενήνοχεν ἀλλήλων. |