Περὶ τῆϲ ἀπὸ τῶν ἐνύδρων ζῴων τροφῆϲ.
[Sectio 1]
Τῶν ἐν ὕδατι διαιτωμένων ζῴων καὶ γένη πάμπολλα καὶ διαφοραὶ τούτων εἰϲὶ καὶ εἴδη· λεχθήϲονται δὲ νῦν, ὥϲπερ ἐπὶ τῶν ἔμπροϲθεν, αἱ πρὸϲ τὴν ἰατρικὴν χρείαν ὁμοιότητεϲ ἐν αὐτοῖϲ· ἰατρικὴν δὲ λέγειν ἢ ὑγιεινὴν οὐ διοίϲει πρόϲ γε τὰ παρόντα. περὶ πρώτων οὖν εἰρήϲεται, καθάπερ ἐπὶ τῶν ἄλλων, ὅϲα ϲυνεχῶϲ ἐϲθίουϲιν οἱ ἄνθρωποι.