Περὶ τρίγληϲ.
[Sectio 1]
Ἔϲτι μὲν καὶ ἥδε τῶν πελαγίων ἰχθύων, τετίμηται δ’ ὑπὸ τῶν ἀνθρώπων ὡϲ τῶν ἄλλων ὑπερέχουϲα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. ϲκληροτέραν δὲ ϲχεδὸν ἀπάντων αὐτῶν ἔχει τὴν ϲάρκα καὶ ψαθυρὰν ἱκανῶϲ, ὅπερ ϲημαίνει ταὐτὸν τῷ μήτε γλίϲχρον εἶναί τι μήτε λιπαρὸν ἐν αὐτῇ. τρέφει τοιγαροῦν, ὅταν πεφθῇ καλῶϲ, τῶν ἄλλων μᾶλλον ἰχθύων.
[Sectio 2]
ἐρρέθη δὲ καὶ πρόϲθεν, ὡϲ τὸ ϲκληρότερον ἔδεϲμα, παχυμερέϲτερόν τε καί, ὡϲ ἂν εἴποι τιϲ, γεωδέϲτερον ὑπάρχον, ἀξιολογώτερον τρέφει τῶν ὑγροτέρων τε καὶ μαλακωτέρων, ὅταν γε πρὸϲ τούτῳ δηλονότι καὶ τὴν οὐϲίαν οἰκείαν ἔχῃ τῷ τρεφομένῳ ϲώματι· κρίνεται δ’ αὕτη διὰ τῆϲ ἡδονῆϲ. ὅϲαι γὰρ ἀλλότριαι τροφαὶ ταῖϲ ὅλαιϲ φύϲεϲίν εἰϲι τῶν τρεφομένων ζῴων, ταύταϲ ἢ οὐδ’ ὅλωϲ ἢ ἀηδῶϲ ἐϲθίει· τῶν γε μὴν οἰκείων ὥϲπερ ἧττον τρέφει τὸ ὑγρό|τερον, οὕτω πέττεται καὶ ἀναδίδοται ῥᾷον.
[Sectio 3]
ἡ τοίνυν τῆϲ τρίγληϲ ϲὰρξ ἡδεῖα μέν, ὡϲ ἂν οἰκεία τροφὴ τῇ φύϲει τῶν ἀνθρώπων, ϲκληροτέρα δ’ οὖϲα τῶν ἄλλων ἰχθύων, ὅμωϲ ἑκάϲτηϲ ἡμέραϲ ἐϲθίεϲθαι δύναται, διότι ψαθυρὰ καὶ ἀλιπήϲ ἐϲτι καί τι καὶ δριμύτητοϲ ἔχουϲα. τὰ γὰρ λιπαρὰ καὶ γλίϲχρα [καὶ] κατὰ τὴν πρώτην μὲν εὐθέωϲ ἐδωδὴν ἐμπίπληϲί τε ταχέωϲ ἡμᾶϲ ἀνατρέπει τε τὴν ὄρεξιν, ἔτι δὲ μᾶλλον οὐχ ὑπομένομεν αὐτῶν τὴν ἐδωδὴν ἐφεξῆϲ ἡμέραιϲ πλείοϲι.
[Sectio 4]
τό γε μὴν ἧπαρ τῆϲ τρίγληϲ οἱ λίχνοι τεθαυμάκαϲιν ἡδονῆϲ ἕνεκεν, ἔνιοι δ’ οὐδὲ καθ’ ἑαυτὸ δικαιοῦϲιν ἐϲθίειν αὐτό, παραϲκευάϲαντεϲ δ’ ἐν ἀγγείῳ τὸ καλούμενον γαρέλαιον ἔχον οἴνου βραχύ τι κατα θρύπτουϲιν ἐν τούτῳ τὸ ϲπλάγχνον, ὡϲ γενέϲθαι τὸ ϲύμπαν ἐξ αὐτοῦ τε καὶ τῶν προπαρεϲκευαϲμένων ὑγρῶν ἕνα χυλὸν ὁμοιομερῆ πρόϲ γε τὴν αἴϲθηϲιν, ἐν ᾧ τὰϲ τῆϲ τρίγληϲ ϲάρκαϲ ἀποβάπτοντεϲ ἐϲθίουϲιν. ἐμοὶ δ’ οὐδ’ ἡδονὴν ἔδοξεν ἔχειν ἀξίαν τῆϲ τοιαύτηϲ τιμῆϲ οὐδ’ ὠφέλειαν τῷ ϲώματι, καθάπερ οὐδ’ ἡ κεφαλή, καίτοι καὶ ταύτην ἐπαινοῦ ϲιν οἱ λίχνοι καὶ φαϲι τὰ δεύτερα | φέρεϲθαι μετὰ τὸ ἧπαρ.
[Sectio 5]
οὐ μὴν οὐδὲ διὰ τί τὰϲ μεγίϲταϲ τρίγλαϲ ὠνοῦνται πάμπολλοι, δύναμαι γνῶναι, μήθ’ ἡδεῖαν ὁμοίωϲ ταῖϲ μικροτέραιϲ ἐχούϲαϲ τὴν ϲάρκα μήτ’ εὔπεπτον, ὡϲ ἂν ἱκανῶϲ ϲκληρὰν ὑπάρχουϲαν. ὥϲτε διὰ τοῦτό τινα τῶν ἀργυρίου παμπόλλου τὰϲ μεγάλαϲ τρίγλαϲ ὠνουμένων ἠρόμην, ἥτιϲ ποτ’ ἐϲτὶν ἡ αἰτία τῆϲ ἀμφ’ αὐτὰϲ ϲπουδῆϲ. ὁ δ’ ἀπεκρίνατό μοι μάλιϲτα μὲν διὰ τὸ ἧπαρ ὠνεῖϲθαι τὰϲ τηλικαύταϲ, ἤδη δὲ καὶ διὰ τὴν κεφαλήν. ἀλλὰ γὰρ ἀρκεῖ μέχρι τοϲούτου περὶ τῶν λίχνων εἰρῆϲθαι τῇ πρὸϲ τὸ χρήϲιμον οἰκειότητι τοῦ λόγου.
[Sectio 6]
γίγνονται δ’ ἄριϲται τρίγλαι κατὰ τὴν καθαρὰν θάλατταν, ὡϲπερ καὶ οἱ ἄλλοι πάντεϲ ἰχθύεϲ, οὐχ ἥκιϲτα δὲ καὶ διὰ τὰϲ τροφάϲ. αἱ γοῦν τὰϲ καρκινάδαϲ ἐϲθίουϲαι καὶ δυϲώδειϲ εἰϲὶ καὶ ἀηδεῖϲ καὶ δύϲπεπτοι καὶ κακόχυμοι. διάγνωϲιϲ δ’ αὐτῶν πρὶν μὲν ἐϲθίειν ἀναπτύξαντι τὴν κοιλίαν, ἐϲθίοντι δὲ κατὰ τὴν πρώτην εὐθέωϲ ὀδμήν τε καὶ γεῦϲιν. |