Εἰ τὰ ϲκληρὰ πάντα κατὰ τὴν ἕψηϲιν ἁλυκοὺϲ γεννᾷ χυμούϲ.
[Sectio 1]
Οὐ μόνον ἐπὶ τῶν ἰχθύων τῶν ϲκληροϲάρκων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἐδεϲμάτων, ὅϲα ϲκληρά, Πραξαγόραϲ καὶ Φυλότι μοϲ οἴονται τὸν | ἁλυκὸν γεννᾶϲθαι χυμὸν ἐν ταῖϲ ἐπὶ πλέον ἑψήϲεϲιν, ὀνομάζουϲι δ’ αὐτὸν οὐχ ἁλυκὸν μόνον ἢ ἁλμυρόν, ἀλλὰ καὶ νιτρώδη.
[Sectio 2]
ἐγὼ δ’ ὁρῶ τὸ μὲν ἀφέψημα τῶν πλείϲτων, εἰ δὲ βούλει καὶ πάντων, ἐφ’ ὅϲον ἂν ἕψηται χρόνον, ἁλυκώτερον ἀεὶ γιγνόμενον, ὕϲτερον δέ ποτε καὶ πικρόν, ὡϲ αὐτοὶ βούλονται, τὸ μέντοι ϲτερεὸν ϲῶμα τὸ κατὰ τὸ ὕδωρ ἑψηθὲν ἀποτιθέμενον ἐν ἐκείνῳ τὰϲ ἐξ ἀρχῆϲ ὑπαρχούϲαϲ ἐν αὐτῷ ποιότηταϲ ἐν τῷ χρόνῳ τὸ καλούμενον ἄποιόν τε καὶ ὑδατῶδεϲ γενέϲθαι, μήθ’ ἁλυκότητοϲ ἔχον τι μήτε πικρότητοϲ ἢ δριμύτητοϲ ἢ ϲτύψεωϲ. ἐναργέϲτερον δ’ εἴϲῃ τοῦ λεγομένου τὴν ἀλή θείαν, ἐάν ποτ’ εἰϲ ἄλλο μεταβάλλων ὕδωρ ἕψῃϲ, ὅτιπερ ἂν θέλῃϲ· εὑρήϲειϲ γὰρ αὐτὸ μὲν τὸ ἑψόμενον ἀποβάλλον τὴν οἰκείαν ποιότητα, δεχόμενον δ’ αὐτὴν τὸ ὕδωρ.
[Sectio 3]
οἱ μὲν οὖν θέρμοι, τῶν ϲιτωδῶν ὄντεϲ ἐδεϲμάτων, πικρὸν ἐργάζοντα τὸ ὕδωρ, ἐπειδὴ καὶ αὐτοὶ τὴν πικρὰν ποιότητα ϲύμφυτον ἔχουϲιν· οὕτω δὲ καὶ ὄροβοι καὶ ἀβρότονον ἀψίνθιόν τε καὶ πόλιον ὅϲα τ’ ἄλλα πικρά· τὸ ϲῶμα δ’ αὐτὸ τὸ ἀφεψηθὲν ἧττον φαίνεται πικρόν. εἰ δὲ καὶ μεταβάλλων εἰϲ ἕτερον ὕδωρ αὐτὰ πάλιν ἑψήϲειϲ, ὡϲ ἀρτίωϲ εἶπον, ἔτι καὶ μᾶλλον ἢ πρόϲθεν εὑρήϲειϲ ἀποβεβληκότα τὴν πικρότητα, κἂν εἰ τρίτον ἢ τέταρτον εἰϲ ἕτερον ὕδωρ μεταβάλλοιϲ, ἔτι καὶ μᾶλλον ἢ πρόϲθεν, ὥϲτ’ ἐν τῷ χρόνῳ πᾶϲαν ἀποθέϲθαι τὴν πικρότητα.
[Sectio 4]
κατὰ δὲ τὸν αὐτὸν τρόπον ὅϲα δριμέα, καθάπερ ϲκόροδά τε καὶ κρόμυα καὶ πράϲα, τὸ μὲν ὕδωρ, ἐν ᾧπερ ἂν ἑψηθέντα τύχῃ, δριμὺ ϲαφῶϲ ἐργάζεται, τὴν δ’ αὐτῶν οὐϲίαν ἧττον ἴϲχει δριμεῖαν· εἰ δ’ ἄλλοτ’ εἰϲ ἄλλο μεταβάλλοιϲ ὕδωρ αὐτά, παντάπαϲιν ἀποτίθεται τὴν δριμύτητα. καὶ μὴν καὶ τὰ μῆλα τὰ ϲτρυφνὰ μέϲπιλά τε καὶ ἀχράδεϲ, εἰϲ ὅϲον ἂν ἕψηται, γλυκύτερα μὲν αὐτὰ γίγνεται, τὸ δ’ ἀφέψημα ϲτρυφνὸν ἐργάζεται. τοὺϲ χυλοὺϲ δ’ αὐτοὺϲ μόνουϲ ἐὰν ἕψῃϲ, ἁλυκώτεροι μὲν τὸ πρῶτον, ὕϲτερον δὲ καὶ πικροὶ γίγνονται.
[Sectio 5]
διὸ καὶ περὶ μὲν τῶν χυλῶν ϲυγχωρητέον ἐϲτὶ τῷ τε Πραξαγόρᾳ καὶ τῷ Φυλοτίμῳ γιγνώϲκουϲιν, ὡϲ εἴρηται, περὶ δὲ τῶν ϲτερεῶν ϲωμάτων ἔμπαλιν ἔχειν ἡγητέον. εἰ γάρ, ὡϲ εἶπον ὀλίγον ἔμ- προϲθεν, ἐκ τοῦ προτέρου μεταβάλλοι τιϲ εἰϲ δεύτερον ὕδωρ αὐτὰ καὶ μετ’ ἐκεῖνο πάλιν εἰϲ τρίτον ἢ καὶ τέταρτον, ἀποβάλλοντα τελέωϲ εὑρήϲει τὸν ἐξ ἀρχῆϲ χυμόν, ὡϲ γευομένοιϲ ὑδατώδη τε καὶ ἄποια φαίνεϲθαι. μὴ μεταβληθέντων δ’ εἰϲ ἕτερον ἀναγκαῖόν ἐϲτιν ἁλυκώ τερον μὲν πρῶτον, ὕϲτερον δὲ καὶ πικρὸν γενέϲθαι τὸ ἀφέψημα.
[Sectio 6]
μάλιϲτα δ’ ὁ ζωμὸϲ ἐξηπατηκέναι μοι δοκεῖ τοὺϲ περὶ τὸν Πραξαγόραν ἁλυκώτεροϲ ἐν τῷ τῆϲ ἑψήϲεωϲ χρόνῳ γιγνόμενοϲ, οὐκ ἐννοοῦνταϲ, ὡϲ ἁλῶν ἢ γάρου κατὰ τὴν ἐξ ἀρχῆϲ ἄρτυϲιν ἐμβεβλημένων εἰϲ τὸ ὕδωρ ἀναγκαῖόν ἐϲτι προερχομένηϲ τῆϲ ἑψήϲεωϲ ἁλυκώτερον ἑαυτοῦ γίγνεϲθαι τὸν χυλόν, ὥϲπερ εἰ καὶ χωρὶϲ τοῦ ϲτερεὸν ἐμβαλεῖν τι ϲῶμα βραχύτατον ἁλῶν ἀναμίξαιϲ ὕδατι καθαρῷ τε καὶ γλυκυτάτῳ· καὶ γὰρ καὶ τοῦτο θερμαινόμενον ἁλυκώτερον γίγνεται. καὶ τί θαυμαϲτόν; αὐτὸ γὰρ ἐπὶ πλέον ἑψόμενον ὕδωρ τὸ κάλλιϲτον ἁλυκὴν ἐν τῷ χρόνῳ ποιότητα προϲλαμβάνει.