Galenus. De alimentorum facultatibus (De alim. fac.) [n° 038 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
De alimentorum facultatibus libri III, 3.39, ed. Kühn, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-grc1
Helmreich, 1923; Wilkins, 2013.
De alimentorum facultatibus libri III, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
Beintker, Kahlenberg, 1948 (deu;grc); Beintker, Kahlemberg, 1952 (deu;grc); Powell, 2003 (eng); Zaragoza, 2015 (spa).

De alimentorum facultatibus libri III, 3.39, ed. Helmreich, 1923. urn:cts:greekLit:tlg0057.tlg037.1st1K-grc1:3.39

Περὶ οἴνου.

[Sectio 1]

Ὅτι μὲν ἐκ τῶν τρεφόντων ἐϲτὶν ὁ οἶνοϲ, ἅπαντεϲ ὁμολογοῦϲι· καὶ εἴ γε τὸ τρέφον ἅπαν τροφή ἐϲτι, ῥητέον ὡϲ εἴη ἂν ἐκ τοῦ γένουϲ τῶν τροφῶν καὶ ὁ οἶνοϲ. ἀλλ’ ἔνιοί γε τῶν ἰατρῶν οὔ φαϲι δεῖν ὀνομάζειν τροφὴν αὐτόν· ἀντιδιαιρεῖϲθαι γοῦν κατὰ τοὺϲ λόγουϲ τῇ τροφῇ τὸ ποτόν, ὅπερ καὶ πόμα προϲαγορεύεται, καθάπερ γε καὶ ἡ τροφὴ ϲιτίον καὶ ἔδεϲμα καὶ ἐδεϲτόν. τροφὴν μὲν οὖν διὰ ταῦτα καλεῖν οὐκ ἀξιοῦϲι τὸν οἶνον, ὁμολογοῦϲί γε μὴν τρέφειν αὐτόν, οὗ νῦν εἰϲ τὰ παρόντα δεόμεθα.

[Sectio 2]

καὶ εἴπερ καὶ ἄλλαϲ τινὰϲ ὕλαϲ τρέφειν μὲν ϲυνεχώρουν, ἐκώλυον δὲ τροφὰϲ ὀνομάζειν, ἠθροίϲαμεν ἂν ἀπαϲῶν ἐν ἑνὶ γράμματι τὴν διδαϲκαλίαν· ἐπεὶ δὲ τὸν οἶνον μόνον οὐκ ἀξιοῦϲι τροφὴν ὀνομάζειν, καίτοι τρέφοντα, ϲυγχωρήϲουϲί γε ἡμῖν τῷ περὶ τῶν τροφῶν λόγῳ βραχὺν ὄντα τὸν περὶ τῶν οἴνων προϲθεῖναι. ἃϲ γὰρ Ἱπποκράτηϲ αὐτοῦ δυνάμειϲ εἶπεν ἐν τῷ Περὶ διαίτηϲ ὀξέων, οὐχ ὡϲ τροφῆϲ εἰϲιν, ἀλλ’ ὡϲ φαρμάκου μᾶλλον. ἐκείναϲ μὲν οὖν ἔν τε τῷ τρίτῳ τῶν εἰϲ ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων ἐξηγηϲάμεθα κἀν τῇ | τῆϲ Θεραπευτικῆϲ μεθόδου πραγματείᾳ κἀν τῇ τῶν Ὑγιεινῶν. ἐν δὲ τῷ νῦν ἐνεϲτῶτι λόγῳ τὰϲ ἐν τῷ τρέφειν αὐτοῦ διαφορὰϲ ἐροῦμεν ἐντεῦθεν ἀρξάμενοι.

[Sectio 3]

πάντων μὲν οὖν οἴνων οἱ ἐρυθροί τε ἅμα καὶ παχεῖϲ εἰϲ αἵματοϲ γένεϲιν ἐπιτηδειότατοι, βραχυτάτηϲ δεόμενοι τῆϲ εἰϲ αὐτὸ μεταβολῆϲ, ἐφεξῆϲ δ’ αὐτῶν οἱ μέλανέϲ τε ἅμα καὶ γλυκεῖϲ καὶ παχεῖϲ, εἶθ’ οἱ μὲν κατὰ τὴν χρόαν ἐρυθροὶ καὶ μέλανεϲ, ἐν δὲ τῇ ϲυϲτάϲει παχεῖϲ, ἔχοντεϲ ἅμα τούτοιϲ τι καὶ τῆϲ ϲτυφούϲηϲ ποιότητοϲ. τούτων δ’ ἧττον οἱ λευκοί τε ἅμα καὶ παχεῖϲ καὶ ϲτρυφνοὶ τρέφειν πεφύκαϲιν. ἁπάντων δ’ ἥκιϲτα τρέφουϲιν οἱ λευκοὶ μὲν τῇ χρόᾳ, λεπτοὶ δὲ τῇ ϲυϲτάϲει, παραπλήϲιοί πωϲ ὄντεϲ ὕδαϲι τοῖϲ εἰϲ τὸ καλούμενον ὑδρόμηλον ἐπιτηδείοιϲ.

[Sectio 4]

ὅτι μὲν οὖν οἱ παχεῖϲ οἶνοι τροφιμώτεροι τῶν λεπτῶν εἰϲιν, ἥ τε φύϲιϲ αὐτῶν ἐνδείκνυται καὶ ἡ πεῖρα μαρτυρεῖ. πέττονται δὲ κατὰ τὴν γαϲτέρα καὶ ἀναδίδονται μᾶλλον οἱ γλυκεῖϲ τῶν αὐϲτηρῶν, ὡϲ ἂν καὶ θερμότεροι τὴν δύναμιν ὄντεϲ. οἱ δὲ παχεῖϲ πάνυ πέττονται μὲν βραδύτερον, ὥϲπερ γε καὶ ἀναδίδονται, γαϲτρὸϲ δ’ ἰϲχυρᾶϲ ἐπιτυχόντεϲ, ὡϲ πεφθῆναι | καλῶϲ, πλείονα τροφὴν διδόαϲι τῷ ϲώματι. πρόδηλον δ’, ὅτι, καθάπερ εἰϲ τὸ τρέφειν εἰϲὶ βελτίουϲ τῶν λεπτοτέρων, οὕτωϲ εἰϲ οὔρηϲιν χείρουϲ.

Cliquer un n° de page pour en afficher l’image