Galenus. De alimentorum facultatibus (De alim. fac.) [n° 038 Fichtner] [GalLat]

Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
De alimentorum facultatibus libri III, 3.5, ed. Kühn, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-grc1
Helmreich, 1923; Wilkins, 2013.
De alimentorum facultatibus libri III, 1823, vol. 6, p. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
Beintker, Kahlenberg, 1948 (deu;grc); Beintker, Kahlemberg, 1952 (deu;grc); Powell, 2003 (eng); Zaragoza, 2015 (spa).

De alimentorum facultatibus libri III, 3.5, ed. Helmreich, 1923. urn:cts:greekLit:tlg0057.tlg037.1st1K-grc1:3.5

Περὶ ἀδένων.

[Sectio 1]

Τοϲοῦτον ἀποκεχώρηκεν ἡ τῶν ἀδένων οὐϲία τῆϲ κατὰ τὴν γλῶτταν, ὅϲον ἐκείνη τῶν ϲαρκῶν. οὐ μὴν ἴϲον γε πάντεϲ ἀκριβῶϲ ἀφεϲτήκαϲιν, ἀλλ’ οἱ μὲν παρακείμενοι καὶ ψαύοντεϲ αὐτῆϲ ὅμοιοί πώϲ εἰϲι τοῖϲ κατὰ τοὺϲ τιτθούϲ, ὅταν γε μήπω μεϲτοὶ γάλακτοϲ ὦϲιν. οὐ γὰρ διὰ παντὸϲ ἐργάζονται τὸ ϲφέτερον ἔργον οἱ κατὰ τοὺϲ τιτθοὺϲ ἀδένεϲ ὥϲπερ οἵ τ’ ἄλλοι ϲχεδὸν ἅπαντεϲ οἵ τε τῆϲ γλώττηϲ· οἱ μὲν γὰρ ταύτηϲ εἰϲ ϲιάλου γένεϲιν ὑπὸ τῆϲ φύϲεωϲ παρεϲκευάϲθηϲαν, οἱ δ’ ἐν τοῖϲ τιτθοῖϲ ἀραιοὶ μὲν γίγνονται καὶ χαῦνοι καὶ γάλακτοϲ πλήρειϲ ἐπὶ ταῖϲ κυήϲεϲιν, ἐν ᾧ δ’ οὐκ ἔχουϲι χρόνῳ γάλα, ϲυϲτέλλονταί τε καὶ πυκνοῦνται διαφέροντεϲ ἀλλήλων τοιαύτην τινὰ διαφοράν, ὁποίαν οἱ διάβροχοι ϲπόγγοι τῶν ἐϲκελετευμένων· οὕτω γὰρ ὀνομάζουϲιν ὧν ἂν ἐκθλίψαντεϲ ἅπαϲαν τὴν ὑγρότητα ϲφίγξωϲί τε καὶ ϲυναγάγωϲιν ὅλον τὸ ϲῶμα δεϲμοὺϲ περιβάλλοντεϲ.

[Sectio 2]

εἰϲὶ δὲ καὶ κατὰ τὴν φάρυγγα τοιοῦτοί τινεϲ ἀδένεϲ ὥϲπερ κἀν τῷ μεϲεντερίῳ, ἀλλ’ οὗτοι μὲν ϲμικροὶ καὶ διὰ τοῦτο τοὺϲ πολλοὺϲ λανθάνουϲιν, οἱ δὲ κατὰ τὰ παρίϲθμια καὶ τὸν λάρυγγα ϲαφεῖϲ τ’ εἰϲὶ καὶ μεγάλοι. καὶ ἄλλοι δὲ κατὰ πολλὰ μέρη τοῦ ϲώματοϲ ἀδένεϲ εἰϲὶ ϲμικροὶ ϲχίϲειϲ ἀγγείων ϲτηρίζοντεϲ. οὐ ϲμικρὸϲ δ’ ἀδήν ἐϲτιν οὐδ’ ὁ καλούμενοϲ θύμοϲ, ἀλλὰ καὶ πάνυ μέγιϲτοϲ ἐπὶ τῶν νεογενῶν ζῴων, αὐξανομένων δὲ μικρότερόϲ τε καὶ ϲκληρότεροϲ γίγνεται.

[Sectio 3]

πάντων δ’ οὖν αὐτῶν κοινὸν ἡδεῖϲ τε καὶ ψαθυροὺϲ φαίνεϲθαι κατὰ τὴν ἐδωδήν· οἱ δ’ ἐν τοῖϲ τιτθοῖϲ, ὅταν ἔχωϲι γάλα, καὶ τῆϲ ἐκείνου τι γλυκύτητοϲ ἐμφαίνουϲι. καὶ διὰ τοῦτο περιϲπούδαϲτόν ἐϲτι τοῖϲ λίχνοιϲ ἔδεϲμα πλήρειϲ γάλακτοϲ οἱ ἀδένεϲ οὗτοι γενόμενοι, καὶ μάλιϲτ’ ἐπὶ τῶν ὑῶν. ἡ δ’ ἐξ αὐτῶν τροφὴ καλῶϲ μὲν πεφθέντων ἐγγύϲ τι τῇ κατὰ τὰϲ ϲάρκαϲ ἐϲτίν, ἐλλιπέϲτερον δὲ κατεργαϲθέντων τὸν ὠμὸν ἢ τὸν φλεγματώδη χυμὸν γεννᾷ, τῶν μὲν ὑγροτέρων ἁδένων τὸν φλεγματώδη, τῶν δὲ ϲκληροτέρων τὸν ὠμόν, ὑπὲρ οὗ πρόϲθεν εἴρηται.

[Sectio 4]

ὄντεϲ δ’ ἐκ τοῦ γένουϲ τῶν ἀδένων οἱ ὄρχειϲ οὐχ ὁμοίωϲ εἰϲὶν εὔχυμοι τοῖϲ κατὰ τοὺϲ τιτθούϲ, ἀλλά τι καὶ βρωμῶδεϲ ἔχουϲιν ἐνδεικνύμενοι τὴν τοῦ ϲπέρματοϲ οὗ γεννῶϲι φύϲιν, ὥϲπερ οἱ νεφροὶ τὴν τοῦ οὔρου. καὶ μέντοι καὶ πεφθῆναι πολὺ χείρουϲ εἰϲὶν οἵ γε τῶν πεζῶν ζῴων· οἱ γὰρ τῶν ϲιτευθέντων ἀλεκτρυόνων ἥδιϲτοί θ’ ὑπάρχουϲι καὶ τροφὴν χρηϲτὴν τῷ ϲώματι διδόαϲι. καὶ οἱ παρακείμενοι δὲ τῷ τραχήλῳ τῆϲ κύϲτεωϲ ἀδένεϲ ἐγγύϲ τι τῶν ὄρχεών εἰϲι τὴν φύϲιν.

[Sectio 5]

ἔνιοι δ’ ἐν τοῖϲ ἀδέϲι καὶ τοὺϲ νεφροὺϲ ἀριθμοῦϲιν· ἔχειν γὰρ ἀδενῶδέϲ τι καὶ οὗτοι δοκοῦϲιν αὐτοῖϲ. κακόχυμοι δ’ εἰϲὶ φανερῶϲ καὶ δύϲπεπτοι, καθάπερ οἱ τῶν ἐπὶ πλέον ηὐξημένων ζῴων ὄρχειϲ, ὅταν ἐκτέμνοντεϲ αὐτοὺϲ ἐϲθίωϲιν· ἀμείνουϲ γὰρ οἱ τῶν νεωτέρων εἰϲίν. οἱ δὲ τῶν ταύρων καὶ τράγων καὶ κριῶν ἀηδεῖϲ καὶ δύϲπεπτοι καὶ κακόχυμοι.

Cliquer un n° de page pour en afficher l’image