1. Μεμνῆσθαι δέ σε πρὸ πάντων βούλομαι
2. κατὰ τὰς τοιαύτας πραγματείας, ὡς οὔτε βοηθήματος, οὔθ’
3. ὑγιεινῶν διαιτημάτων ἐπιστήμων ἐστὶ τελέως ὁ τὰς
4. τῶν ὑλῶν δυνάμεις ἀκριβῶς ἐκμαθὼν, ἐὰν μὴ γινώσκῃ τὰς
5. τῶν σωμάτων φύσεις, οἶς ταῦτα προσάγεται. τινὰ μὲν γὰρ
6. αὐτῶν ἐστι πυκνὰ καὶ ἀδιάπνευστα, τινὰ δ’ ἀραιὰ καὶ ῥᾳδίως
7. ἐκκενούμενα. καὶ δεῖται δηλονότι τροφῆς ὑγροτέρας τὰ
8. πρότερα, ξηροτέρας δὲ τὰ δεύτερα, καὶ τὰ μὲν κολλωδεστέρας,
9. τὰ δὲ λεπτοτέρας, καὶ τὰ μὲν ἐλάττονος, τὰ δὲ πλείονος.
10. οὕτως δὲ καὶ ὅσοι μελαγχολικώτερον ἔχουσι τὸ αἷμα,
11. τῶν ὑγρῶν καὶ θερμῶν τῇ κράσει δέονται τροφῶν, ὥσπερ γε
12. καὶ ὅσοι χολωδέστερον, ὑγρῶν καὶ ψυχρῶν, ὡσαύτως δ’ οἳ
13. φλεγματῶδες, θερμαινουσῶν τε καὶ ξηραινουσῶν. ὅσοι δ’
14. αἷμα χρηστὸν ἀθροίζουσι πλέον, ὀλιγωτέρων μὲν ἐδεσμάτων
15. χρῄζουσιν, ἐπιφανῆ δ’ οὐδεμίαν ἐχόντων δύναμιν, ἀλλ’ ἐν
16. τῷ μέσῳ καθεστηκότων, ὡς μήτε θερμαίνειν ἀξιολόγως, μήτε
17. ψύχειν, ὥσπερ γε καὶ μηδ’ ὑγραίνειν ἢ ξηραίνειν, οὕτω
18. δὲ καὶ πάχους καὶ λεπτότητος ἐν τῷ μέσῳ καθεστηκότων,
1. ὡσαύτως δὲ γλισχρότητός τε καὶ τῶν ἐναντίων αὐτῇ· κραυρότητα
2. δὲ λέγω καὶ ψαθυρότητα. ὑπάρχει δὲ κραυρότης
3. μὲν τοῖς σκληροῖς τε καὶ ξηροῖς ἱκανῶς, ψαθυρότης δὲ
4. τοῖς μαλακοῖς τε καὶ μέσοις καθ’ ὑγρότητά τε καὶ ξηρότητα·
5. κοινὸν δ’ ἀμφοῖν τὸ μηδὲν ἔχειν γλίσχρον. διαγνωστικὸν
6. οὖν εἶναι προσήκει τὸν ὀρθῶς χρησόμενον ταῖς τροφαῖς,
7. πρῶτον μὲν τῆς κατ’ ἀραιότητά τε καὶ πυκνότητα τοῦ δέρματος
8. ἐν τοῖς ἀνθρώποις διαφορᾶς, ἐφεξῆς δ’ αὐτῇ τῆς ὅλης
9. τοῦ σώματος κράσεως, εἶθ’ ἑξῆς εἰ σώζει πάντα τὰ μόρια
10. τοῦ σώματος τὴν οἰκείαν κρᾶσιν. ἐνίοτε μὲν γὰρ ἡ κεφαλή
11. ἐστι θερμοτέρα τοῦ προσήκοντος, ἡ γαστὴρ δὲ ψυχροτέρα,
12. πολλάκις δὲ τοὐναντίον ἡ γαστὴρ μὲν θερμοτέρα, ψυχροτέρα
13. δ’ ἡ κεφαλή· καὶ τἄλλα μόρια πάνθ’ ὡσαύτως. ἡ μὲν
14. οὖν ἄλλη πᾶσα θεραπευτική τε καὶ ὑγιεινὴ μέθοδος ἁπάντων
15. ὁμοτίμως ἐστόχασται, τὰ δὲ κατὰ τὰς τροφὰς ἐξαίρετον μὲν
16. ἔχει καὶ πρῶτον σκοπὸν, ὅπως ἄριστα πεφθήσεται, δεύτερον
17. δὲ ἐπὶ τῷδε, τὸν ἀναδοθησόμενον ἐκ τῆς πεφθείσης τροφῆς
18. χυμὸν ἐπιτήδειον εἷναι τῇ κράσει τῶν ἄλλων μορίων. ἀναγκαία
1. τοιγαροῦν ἐκ τῶνδε φαίνεται τοῖς ὀρθῶς μέλλουσι χρῆσθαι
2. τροφαῖς ἡ περὶ κράσεως πραγματεία. καὶ τοίνυν ὡς
3. γεγυμνασμένῳ σοι κατ’ αὐτὴν, ὅσον ἔθ’ ὑπόλοιπόν ἐστιν εἰς
4. εὐχυμίαν τε καὶ κακοχυμίαν ἀναγκαῖον ἐγνῶσθαι, προσθήσω,
5. τὴν ἀρχὴν ἀπὸ τῶν οἴνων ποιησόμενος.
⟨
(De bonis malisque sucis) [n° 039 Fichtner] [GalLat]
De bonis malisque sucis
Περὶ εὐχυμίας καὶ κακοχυμίας
Bons et mauvais sucs des aliments
Good Humour and Bad Humour (Bon. Mal. Suc.)
Helmreich, 1923.
De probis pravisque alimentorum succis, 1823, vol. 6, p. 749-815. urn:cts:greekLit:tlg0057.tlg038.verbatim-lat1
Beintker, Kahlemberg, 1952 (deu); Ieraci Bio, 1987 (ita).
De probis pravisque alimentorum succis, 10, ed. Kühn, 1823, vol. 6, p. 798-800. urn:cts:greekLit:tlg0057.tlg038.1st1K-grc1:10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩