Galenus. De bonis malisque sucis (De bonis malisque sucis) [n° 039 Fichtner] [GalLat]

Περὶ εὐχυμίας καὶ κακοχυμίας
Bons et mauvais sucs des aliments
Good Humour and Bad Humour (Bon. Mal. Suc.)
Helmreich, 1923.
De probis pravisque alimentorum succis, 1823, vol. 6, p. 749-815. urn:cts:greekLit:tlg0057.tlg038.verbatim-lat1
Beintker, Kahlemberg, 1952 (deu); Ieraci Bio, 1987 (ita).

De probis pravisque alimentorum succis, 12, ed. Kühn, 1823, vol. 6, p. 809-811. urn:cts:greekLit:tlg0057.tlg038.1st1K-grc1:12

6. Οὐκ ὀλίγη δ’ ἐστὶ καὶ κατὰ τὸ μέλι διαφορά.
7. τό γε μὴν μοχθηρὸν, ὡς ἤτοι δυσῶδες ὑπάρχειν,
8. ἢ γευόμενον ἄλλην τινὰ ἐμφαίνειν ποιότητα μεμιγμένην, οὐδὲ
9. μέλι τὸ τοιοῦτο. τοῦ δ’ ἀμέμπτου μέλιτος αἱ διαφοραὶ
10. κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν γλυκύτητι καὶ δριμύτητι
11. τυγχάνουσιν οὖσαι, τοῦ γλυκυτάτου τε καὶ δριμυτάτου εἰς
12. ἄκρον ἥκοντος ἀρετῆς. ἀλλὰ τῷ γε θερμὸν εἶναι τῇ δυνάμει
13. πᾶν, εἰς χολὴν μεταβάλλειν ἑτοίμως ἐν τοῖς θερμοῖς σώμασι
14. κοινὸν αὐτῷ ἐστι· καὶ διὰ τοῦτο χρήσιμον ἔδεσμα
15. φύσεσι μὲν φλεγματικωτέραις, ἡλικίαις δὲ πρεσβυτικαῖς,
16. ὥσπερ γε καὶ νοσήμασι ψυχροῖς. ὀξύμελί γε μὴν χρησιμώτατον
17. ἁπάσαις ταῖς ἡλικίαις τε καὶ φύσεσιν εἰς ὑγιεινὴν ἀσφάλειαν,
18. ἐκφράττον ἁπάσας τὰς στενὰς διεξόδους, ὡς μηδαμόθι 
1. παχὺν ἢ κολλώδη χυμὸν ἴσχεσθαι. διὰ τοῦτό γ’ ἔτι
2. καὶ τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ὑγιεινὰ φάρμακα τῆς
3. λεπτυνούσης ἅπαντά ἐστι δυνάμεως· καὶ ἀσφαλέστερα μὲν εἰς
4. ὑγείας φυλακὴν ἡ τοιαύτη τῆς παχυνούσης, εὐεξίαν δὲ καὶ
5. ῥώμην ἀδύνατος ἐργάζεσθαι. βούλονται δ’ ἔνιοι σφαλερῶς
6. ὑγιαίνειν μᾶλλον εὐεκτοῦντες, ἢ βεβαίαν ὑγείαν κεκτῆσθαι
7. διαπαντὸς ἰσχνοὶ καὶ ἀσθενεῖς ὄντες. ἀλλὰ τούτων
8. αὐτῶν ὅσοι σὺν εὐεξίᾳ καὶ ῥώμῃ τὴν ὑγίειαν ἔχειν ἐθέλουσιν,
9. ἔνιοι μὲν ἑαυτοῖς σχολάζουσιν, ἔνιοι δὲ στρατιωτικὸν ἐπανῄρηνται
10. βίον, ἀναγκαζόμενοι καὶ νυκτὸς ἀναστῆναι, καὶ δι’
11. ὅλης ἡμέρας ἀναγκαίαις πράξεσι κάμνειν δουλεύοντες· ὧν τὸ
12. πρὸ τοῦ βαλανείου γυμνάσιον, οἷς γε δὴ δυνατὸν, ἴσχειν, κᾀν
13. τούτῳ τὸ καλούμενον ὑπὸ τῶν γυμναστικῶν ἀποθεραπευτικὸν,
14. οἱ πολλοὶ δὲ δι’ ἀσχολίαν οὐδὲ τούτῳ χρῆσθαι δύνανται.
15. τούτοις οὖν ὑγιαίνειν ἀδύνατον διαπαντὸς, κᾂν σωφρόνως
16. διαιτῶνται. οἱ δὲ, ἐφ’ ὅσον ἐγχωρεῖ, τὰ δέοντα
17. πράττοντες ὀλιγάκις νοσήσουσιν. ἅπτεσθαι μὲν οὖν αὐτοῖς
1. ἀναγκαῖόν ἐστι τῶν πολυτρόφων ἐδεσμάτων, ἃ παχεῖς γεννᾷ
2. χυμούς. ἀλλὰ μετρίως τε τοῦτο πρακτέον, ἐν ἐκείνοις τε
3. τοῖς καιροῖς, ὁπότε σαφῶς ἐνδείας αἰσθάνονται· τὸν δὲ ἄλλον
4. χρόνον ἅπαντα τοῖς μέσοις ἐδέσμασι τῶν ὀλιγοτρόφων
5. καὶ πολυτρόφων χρηστέον.

Cliquer un n° de page pour en afficher l’image