6. Ἀφεκτέον μὲν ἀεὶ τῶν κακοχύμων, πλὴν
7. εἴποτε δέοι κάμνοντας ὥρᾳ θέρους θεραπεύεσθαι τήν τε ξηρότητα
8. καὶ τὴν θερμασίαν ὅλου τοῦ σώματος. ἐπιτήδεια
9. γὰρ ἐν ἐκείνῳ τῷ καιρῷ καὶ μῆλα, καὶ κοκκύμηλα, καὶ
10. μόρα, καὶ κεράσια προσληφθέντα. καὶ σικύου δὲ καὶ πέπονος
11. οὐ πολὺ προσενέγκασθαι τηνικαῦτα, καὶ μηλοπέπονος,
12. ἔτι τε τῶν πραικοκίων ὀνομαζομένων ἢ Περσικῶν
13. ἐγχωρεῖ, καθάπερ γε καὶ τῆς καλουμένης παρὰ Ῥωμαίοις
14. μέλκης ἐψυχρισμένης, ἀφρογάλακτός τε καὶ τῶν διὰ γάλακτος
15. ἐδεσμάτων, ὁποῖόν ἐστι καὶ τὸ καλούμενον ἀργιτρόφημα·
16. καὶ σῦκα δὲ ὁμοίως ψυχρὰ καὶ κολόκυνθαι τοῖς οὕτω
17. διακειμένοις ἐπιτήδειοι. σωφροσύνην δ’ ἀσκῶν ἄνθρωπος
18. ἑτέρῳ τρόπῳ τὸν ἐπὶ τοῖς εἰρημένοις καμάτοις αὐχμὸν τοῦ
1. σώματος ὑγραίνειν τε καὶ ψύχειν δύναται. παραγενόμενος
2. γὰρ ἀπὸ τοῦ βαλανείου, καὶ προπιὼν ὕδατος μὲν πρῶτον,
3. εἶτ’ οἴνου μετρίως ὑδαροῦς, ἐμέσας τε πᾶν ὃ ἔπιε, θριδακίνης
4. μὲν πρῶτον, ἀβλαβοῦς τε ἅμα καὶ ψύχοντος λαχάνου,
5. προσενέγκασθαι δύναται, μετὰ ταῦτα δὲ δι’ ὄξους τε καὶ
6. γάρου ποδὸς ὑείου καλῶς ἑψημένου, καὶ πτερῶν ἀλεκτορίδος,
7. ἢ χηνὸς, ἢ καὶ τῆς γαστρὸς αὐτοῦ, καί τινος ἰχθύος
8. τηγανιστοῦ τῶν ἁπαλοσάρκων, εἰ δὲ βούλοιτο, καὶ λαχανώδους
9. τινὸς ἅψασθαι τῶν μὴ κακοχύμων, ὁποῖόν ἐστι μαλάχη
10. τε καὶ κολόκυνθα, μετὰ ταῦτα δὲ πιεῖν οἶνον ὕδατι
11. ψυχρῷ πάνυ κεκραμένον. ἅπτεσθαι δὲ καὶ ταρίχου πρὸ τούτου,
12. καὶ τῶν ὀνομαζομένων τρομητῶν ὠῶν, ἰχθύων δὲ δι’
13. ἐλαίου καὶ γάρου λαμβανομένων ἐγχωρεῖ. βέλτιον γὰρ, ὡς
14. ἔφην, ὕδατι ψυχρῷ τὴν ξηρὰν θερμότητα τοῦ σώματος ἰάσασθαι,
15. φεύγοντας ἀεὶ τὰ κακόχυμα τῶν ἐδεσμάτων. καὶ χόνδρος
16. δὲ ψυχρὸς ἐξ οἰνομέλιτος καὶ οἴνου ψυχροῦ τὴν αὐτὴν
17. τοῦ σώματος ἰᾶται διάθεσιν ἄνευ κακοχυμίας. ἐμοὶ δ’
18. ἤρκεσε πολλάκις ἐν τοιαύτῃ διαθέσει γενομένῳ πτισάνης
19. χυλῷ χρήσασθαι καλῶς ἐψυχρισμένῳ κατ’ ἐκεῖνον τὸν
1. καιρὸν, ἐν ᾧ μικρὸν ἔμπροσθεν ἔφην ἐπιτηδείως ἄν τινα
2. πιεῖν ψυχρόν. ἄλλο δ’ ἄλλῳ τὸ μέτρον ἔστω τοῦ ψύχοντος
3. ἐδέσματός τε καὶ πόματος, οἷς μὲν χρῆσθαι χιόνι σύνηθες,
4. ἐκείνῃ προψύχουσιν, οἷς δ’ ἀπὸ πηγῆς ὕδατι προσφάτῳ,
5. μηδὲν χιόνος δεομένοις. ἔστω δὲ ὁ κεραννύμενος οἶνος
6. ὡσαύτως προεψυχρισμένος· οὕτως γὰρ ὀνομάζειν ἔθος
7. ἐστὶ τοῖς ἰατροῖς τοὺς ἐν ὕδατι ψυχροτάτῳ προεψυγμένους,
8. ἀγγείου δηλονότι τὸν οἶνον ἔχοντος ἐνισταμένου τῷ ὕδατι.
9. ταῦτα μὲν οὖν ὑποτίθεμαι τοῖς ᾑρημένοις βίον ἐν ἀσχολίᾳ,
10. καθάπερ οἱ διοικοῦντες ἔθνη καὶ πόλεις, ἔτι τε μᾶλλον οἱ
11. τούτων ὑπηρέται, καὶ τούτων οὐδὲν ἧττον ὅσοι κατὰ πόλεμον
12. ἢ ἐν ὁδοιπορίαις μακραῖς διατρίβουσιν. ὅσοι δὲ ἐλεύθεροι
13. τῆς τοιαύτης ἀσχολίας, εἰ μὲν ἔθος ἔχοιεν γυμνάζεσθαι,
14. σπανιώτατα δεήσονται πόσεως ψυχροῦ· μὴ γυμναζόμενοι δὲ,
15. θέρους ὥρᾳ ἀκμαίου, θερμότητος αἰσθανόμενοι πολλῆς,
16. ἀβλαβῶς ἂν ἀπὸ πηγῆς πίνοιεν ἀπεχόμενοι χιόνος. εἰ γὰρ
17. καὶ παραχρῆμα τὰ νέα τῶν σωμάτων οὐδὲν αἰσθητὸν ἡ χιὼν
1. φαίνοιτο βλάπτουσα, λεληθότως γοῦν κατὰ βραχὺ τῆς βλάβης
2. αὐξανομένης ἐπὶ προήκοντι τῷ χρόνῳ, παρακμαζούσης
3. τε τῆς ἡλικίας, ἀνίατά τε καὶ δυσίατα αὐτοῖς νοσήματα γίνεται
4. κατ’ ἄρθρα καὶ νεῦρα καὶ σπλάγχνα. πάσχειν δὲ
5. εἰκὸς ἑκάστῳ τῶν βλαπτόντων ἐκεῖνο τὸ μέρος τοῦ σώματος,
6. ὅπερ ἀσθενέστατον ἦν φύσει.
⟨
(De bonis malisque sucis) [n° 039 Fichtner] [GalLat]
De bonis malisque sucis
Περὶ εὐχυμίας καὶ κακοχυμίας
Bons et mauvais sucs des aliments
Good Humour and Bad Humour (Bon. Mal. Suc.)
Helmreich, 1923.
De probis pravisque alimentorum succis, 1823, vol. 6, p. 749-815. urn:cts:greekLit:tlg0057.tlg038.verbatim-lat1
Beintker, Kahlemberg, 1952 (deu); Ieraci Bio, 1987 (ita).
De probis pravisque alimentorum succis, 13, ed. Kühn, 1823, vol. 6, p. 811-814. urn:cts:greekLit:tlg0057.tlg038.1st1K-grc1:13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩