Galenus. De bonis malisque sucis (De bonis malisque sucis) [n° 039 Fichtner] [GalLat]

Περὶ εὐχυμίας καὶ κακοχυμίας
Bons et mauvais sucs des aliments
Good Humour and Bad Humour (Bon. Mal. Suc.)
Helmreich, 1923.
De probis pravisque alimentorum succis, 1823, vol. 6, p. 749-815. urn:cts:greekLit:tlg0057.tlg038.verbatim-lat1
Beintker, Kahlemberg, 1952 (deu); Ieraci Bio, 1987 (ita).

De probis pravisque alimentorum succis, 3, ed. Kühn, 1823, vol. 6, p. 762-764. urn:cts:greekLit:tlg0057.tlg038.1st1K-grc1:3

6. Ἀμεμπτότατα δὲ τῶν ἐδεσμάτων ὑπάρχει
7. τὰ μεταξὺ τῶν λεπτυνόντων τε καὶ παχυνόντων, ὡς ἂν ἐν
8. συμμετρίᾳ καὶ μεσότητι τῶν ὑπερβολῶν καθεστῶτα. τοιαῦτα
9. δ’ εἰσὶν οἵ τε κάλλιστοι τῶν ἄρτων, ὑπὲρ ὧν τῆς κατασκευῆς
10. ἐπὶ πλέον ἐν τῷ πρώτῳ περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
11. εἴρηται, καὶ πρὸς τούτοις αἱ σάρκες ἀλεκτορίδων τε καὶ
12. ἀλεκτρυόνων, ὀρνίθων τε καὶ φασιανῶν καὶ περδίκων καὶ
13. περιστερῶν, ἀτταγήνων τε καὶ τρυγόνων καὶ κιχλῶν
14. καὶ κοσσύφων καὶ τῶν μικρῶν στρουθῶν ἁπάντων, ἔτι τε πετραίων
15. ἰχθύων, αἰγιαλείων τε καὶ πελαγίων, κωβιῶν τε καὶ
16. σμυραινῶν καὶ βουγλώσσων, ὀνίσκων τε καὶ πάντων ἁπλῶς
17. ἰχθύων, ὅσοι μήτε γλισχρότητά τινα, μήτε δυσωδίαν ἢ ἀηδίαν
1. ἔχουσι κατὰ τὴν ἐδωδήν. οὐκ ὀλίγων δὲ χρεία διορισμῶν
2. ἐστι καὶ περὶ τῆς τούτων ἁπάντων φύσεως, ἣν ἐφεξῆς ἐρῶ
3. ἐν τῷ περὶ τῶν κακοχύμων ἐδεσμάτων λόγῳ, προσθεὶς δὲ τὰ
4. λείποντα πρότερον. ὅσοις μὲν γὰρ ἀνθρώποις οἷόν τ’ ἐστὶ
5. γυμνασίοις τε πλείοσι χρῆσθαι καὶ κοιμᾶσθαι, μέχρις περ ἂν
6. ἐθέλωσι, καὶ βίον ἔξω τῶν πολιτικῶν ἀσχολιῶν ᾕρηνται, τούτοις
7. ἐγχωρεῖ καὶ τὰ παχύχυμα καὶ γλίσχρα τῶν ἐδεσμάτων
8. ἐσθίειν, καὶ μάλισθ’ ὅταν ἐπὶ τῷ πλήθει τῆς ἐδωδῆς αὐτῶν
9. μηδέποτε μηδεμίαν αἴσθησιν ἐν ὑποχονδρίῳ δεξιῷ ἴσχωσιν ἢ
10. βάρους, ἢ τάσεως. ὅσοις δ’ ἤτοι διὰ τὴν ἡλικίαν, ἢ διά
11. τινα συνήθειαν οὐχ οἷόν τε γυμνάζεσθαι πρὸ τῶν σιτίων,
12. οὗτοι πάντων ἀπεχέσθωσαν ἐδεσμάτων, ὅσα τοιαῦτα. τελέως
13. δ’ ἀργοὶ μηδ’ αὐτοὶ παραγενέσθωσαν ἐπὶ τὰς τοιαύτας
14. τροφὰς, ἀλλ’ αἰωρήσεσιν ἢ περιπάτοις ἀντὶ τῶν ἰσχυροτέρων
15. γυμνασίων χρήσθωσαν. μέγιστον γὰρ κακὸν εἰς ὑγείας
16. φυλακήν ἐστιν ἡσυχία παντελὴς τοῦ σώματος, ὥσπερ καὶ μέγιστον
17. ἀγαθὸν ἡ σύμμετρος κίνησις. οὐδὲ γὰρ οὐδὲ νοσήσει 
1. τις ὅλως, ἢν ἐπίτηδες προνοῆται τοῦ μηδέποτ’ ἀπεπτῆσαι
2. μετὰ τοῦ μηδὲ κινεῖσθαί τινα ἰσχυρὰν ἐπὶ σιτίοις κίνησιν.
3. ὥσπερ γὰρ ἀγαθὸν μέγιστόν ἐστιν εἰς ὑγείαν τὸ πρὸ τῶν σιτίων
4. προγυμνάσιον, οὕτω βλαβερώτατον ἅπασα κίνησις ἐπὶ
5. σιτίοις. ἀναδίδοται γὰρ ἐκ τῆς κοιλίας ἡ τροφὴ, πρὶν πεφθῆναι,
6. κᾀκ τοῦδε πλῆθος ὠμῶν χυμῶν ἀθροίζεται κατὰ τὰς
7. φλέβας, ἐξ ὧν εἴωθε νοσήματα παντοῖα γίγνεσθαι, μὴ φθασάντων
8. αὐτῶν ἤτοι διαφορηθῆναι πόνοις πλείοσιν, ἢ πεφθῆναι
9. καὶ μεταβαλεῖν εἰς αἷμα ὑπὸ τῆς καθ’ ἧπάρ τε καὶ
10. φλέβας δυνάμεως. ἀσφαλέστατον οὖν φείδεσθαι τῶν κακοχύμων
11. τε καὶ γλίσχρων ἐδεσμάτων, ὅσοις γε μόνης ὑγείας
12. ἐστὶν ἡ φροντὶς, οὐκ εὐεξίας σώματος, ὁποίαν οἱ γυμναστικοὶ
13. σπουδάζουσιν.

Cliquer un n° de page pour en afficher l’image