14. Ἐφεξῆς γοῦν ἐγὼ καταλέξω καὶ τὰ μὴ λελεγμένα
15. κατὰ τὸν ἄχρι δεῦρο λόγον ἐδέσματα παχύχυμα, πάλιν
16. ἀπὸ τῶν ἄρτων ἀρξόμενος. ὅσοι τοίνυν τούτων οὔτε ζύμης,
17. οὔθ’ ἁλῶν ἱκανῶς ἔσχον, οὔτε πλεῖστον ἐφυράθησαν, οὔτ’
18. ἐν κλιβάνῳ καλῶς ὠπτήθησυν, οὗτοι παχυχυμότεροι πάντων
1. εἰσὶ μετὰ τοῦ καὶ γλισχρότητος ὀλίγον μετέχειν, ὅντινα χυμὸν
2. οἱ περὶ Πραξαγόραν τε καὶ Φιλότιμον ὀνομάζειν εἰώθασι
3. κολλώδη. παχύχυμοι δὲ οἱ τυροὶ πάντες, ἀλλ’ οἱ μὲν
4. νέοι χωρὶς κακοχυμίας, οἱ παλαιοὶ δὲ καὶ σὺν ταύτῃ. γλισχρότης
5. δὲ πρὸς πάχει τισὶν αὐτῶν, οὐχ ἅπασιν, ὑπάρχει διὰ
6. τὴν τοῦ γάλακτος φύσιν, ἐξ οὗ γεγόνασιν, οὐ σμικρὰς ἔχοντος
7. διαφορὰς ἔν τε τοῖς γένεσι τῶν ζώων καὶ ταῖς τροφαῖς,
8. ἃς ἐσθίουσιν ἄλλας ἐν ἄλλοις τόποις. αἰγείῳ μὲν οὖν γάλακτι
9. πλείστῳ χρῶνται παρ’ ἡμῖν, ὥσπερ ἐν ἄλλοις ἔθνεσι
10. βοείῳ· χρῶνται δὲ καὶ τῷ προβατείῳ πολλάκις. ἀλλὰ
11. τοῦτο μέν ἐστι παχὺ, τῷ τῶν ὄνων ὑπεναντίως ἔχον ἐν τῷδε·
12. λιπαρὸν δὲ τὸ τῶν βοῶν. ἁπάντων δ’ ἔχει συμμέτρως τὸ
13. τῶν αἰγῶν. οὔτε γὰρ ἱκανῶς ἐστιν οὔτε λιπαρὸν, οὔτε παχὺ,
14. καὶ διὰ τοῦτο μέσον τι τῶν ἄλλων ὑπάρχει κατὰ τὰς ἐνεργείας,
15. ἃς ἐνεργεῖ κατὰ τὸ τῶν ἀνθρώπων σῶμα, τοῦ μὲν
16. ὀῤῥώδους καὶ λεπτοῦ γάλακτος ὑπάγοντος μὲν τὴν γαστέρα
17. μᾶλλον, ἧττον δὲ τρέφοντος τὸ σῶμα, τοῦ δὲ παχέος ἔμπαλιν
18. ἧττον μὲν ὑπάγοντος, τρέφοντος δὲ μᾶλλον. σύγκειται
1. γὰρ ἐκ τριῶν οὐσιῶν ἀνομοιομερῶν ἅπαν γάλα, μιᾶς μὲν τῆς
2. ὀῤῥώδους τε καὶ λεπτῆς, ἑτέρας δὲ τῆς παχείας τε καὶ τυρώδους,
3. καὶ τρίτης τῆς ἐλαιώδους τε καὶ λιπαρᾶς. οὐ μὴν
4. ἐν ἅπασί γε τοῖς ζώοις τὸ μέτρον αὐτῶν ἴσον, ἀλλ’ ἐν μὲν
5. τῷ καμήλων τε καὶ ὄνων γάλακτι ἡ ὀῤῥώδης ὑγρότης πλείστη,
6. τὸ τυρῶδες δ’ ἐν τοῖς προβάτοις, ὥσπερ τὸ λιπαρὸν
7. ἐν τῷ τῶν βοῶν γάλακτι. μεσότητα δ’ ἔχει τῶν ὑπερβολῶν ἡ
8. αἲξ πρὸς τἄλλα γένη τῶν ζώων· ἐπείτοι πάλιν αὗται πρὸς
9. ἀλλήλας παραβαλλόμεναι ταῖς εἰρημέναις ὑποπεπτώκασι διαφοραῖς,
10. οὔσης οὐ σμικρᾶς οὐδὲ τῆς κατὰ τὴν ἡλικίαν, ὥσπερ
11. γε καὶ τῆς κατὰ τὰς νομὰς καὶ τὰς ὥρας τοῦ ἔτους, ἔτι τε τὸν
12. χρόνον, ὃν ἀφεστήκασι τῆς ἀποκυήσεως· ὑπὲρ ὧν καὶ αὐτῶν ἐπὶ
13. πλέον ἐν τῷ τρίτῳ περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων εἴρηται.
14. νυνὶ δ’ ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν, ὡς οὐκ ἀσφαλὲς
15. ἄνευ μέλιτος προσφέρεσθαι τὸ τῶν αἰγῶν γάλα. πολλοῖς γὰρ
16. τῶν μόνον αὐτὸ πιόντων ἐτυρώθη κατὰ τὴν γαστέρα, καὶ
17. θαυμαστὸν ὅπως βαρύνει τε καὶ πνίγει τὸν ἄνθρωπον, ἐπειδὰν
18. τοῦτο συμβῇ. θαυμαστότερον δ’ ἔτι τὸ περὶ τοῦ θρομβωθέντος
1. ἐστὶν αἵματος, ἐάν τ’ εἰς τραῦμά τι, ἐάν τ’ εἰς κοιλίαν
2. ἤ τι τῶν ἐντέρων συῤῥυῇ. καὶ γὰρ ἐκλύονται καὶ καταψύχονται
3. καὶ μικρόσφυκτοι καὶ κακόσφυκτοι γίνονται. καὶ
4. μέντοι καὶ σηπεδόνος ἐπιγενομένης ἐν τάχει κατὰ τὰ πλησιάζοντα
5. τῶν ὑγιεινῶν μορίων αἴτιον γίνεται τὸ θρομβωθὲν ἐν
6. τραύμασιν αἷμα. διὰ τίνα μὲν οὖν αἰτίαν ὁ πάντων ἡμῖν
7. τῶν χυμῶν οἰκειότατος, ὅταν ψυχθῇ, τηλικούτων ἡμῖν παθημάτων
8. αἴτιον γίνεται, ζητήσεως οὐ σμικρᾶς ἄξιον· ἐναργῶς
9. γε μὴν ἔστι κᾀκ τούτου γνῶναι, πηλίκην ἔχουσι δύναμιν αἱ τῶν
10. μοχθηρῶν χυμῶν ποιότητες, ὧν ὥσπερ τινὸς μικροῦ καταφρονοῦσιν
11. ἔνιοι τῶν νῦν ἰατρῶν, ἑπόμενοι τοῖς πρώτοις πλασαμένοις
12. οὕτω γινώσκειν. τὸ γοῦν γάλα πίνουσί τινες ἐπεμβάλλοντες,
13. ἕνεκα τοῦ μὴ τυρωθῆναι κατὰ τὴν γαστέρα, μέλιτός
14. τε καὶ ὕδατος καὶ τρίτου τῶν ἁλῶν. ἄριστον δ’ εἰς
15. εὐχυμίαν γάλα τὸ τῶν εὐεκτικῶν ζώων ἐστὶν, ὅταν ἀμελχθῇ,
16. πινόμενον εὐθέως. τὸ δὲ ἑψηθὲν ἐπὶ πλέον παχύχυμον
17. ἱκανῶς γίγνεται, καὶ μᾶλλον ὅταν ἄλευρον πύρινον ἢ
18. κέγχρον ἢ ἄμυλον ἑψήσῃς μετ’ αὐτοῦ. τυροὶ δὲ παχύχυμοι
1. ἅπαντές εἰσιν, οἱ παλαιοὶ δὲ καὶ κακόχυμοι. τοὺς νεοπαγεῖς
2. δ’ ἐγχωρεῖ μετὰ μέλιτος ἐσθίειν πρὸ τῶν σιτίων ὑπαγωγῆς
3. ἕνεκα γαστρὸς, ἧττόν τε γάρ εἰσι παχύχυμοι τῶν παλαιῶν,
4. οὐδ’ ὅλως δὲ κακόχυμοι. ὁ δ’ ἐξ αὐτῶν πηγνυμένων ἀποῤῥέων
5. ὀῤῥὸς ἱκανῶς ὑπάγει γαστέρα. παχύχυμον δ’ ἐστὶν
6. ἔδεσμα καὶ διὰ τοῦτο καὶ τὰς καθ’ ἧπαρ παρεμφράττει διεξόδους
7. ὁ διὰ γάλακτος ἢ τυροῦ σκευαζόμενος πλακοῦς,
8. ὁμοίως δ’ αὐτῷ καὶ ὁ διὰ σεμιδάλεως καὶ γάλακτος, ἢ καὶ λαγάνων
9. τι καὶ ῥυημάτων προσλαμβάνων. οὐδὲν δ’ ἧττον,
10. ὅσα σκευάζουσι διὰ γλεύκους καὶ σεμιδάλεως ἢ ὅλως ἀλεύρου
11. πυρίνου, κακόχυμα πάντ’ ἐστί. καὶ αὐτὰ δὲ καθ’ αὑτὰ λάγανά
12. τε καὶ ῥυήματα, καὶ πᾶν ἄζυμον ἐκ πυροῦ πέμμα, καὶ
13. μᾶλλον ὅταν καὶ τοῦ τυροῦ τι προσλάβῃ, παχύχυμον ἱκανῶς
14. ἐστιν· ὀνομάζειν δέ μοι δοκοῦσι ταυτὶ τὰ νῦν ὑφ’ ἡμῶν
15. καλούμενα λάγανά τε καὶ ῥυήματα κοινῇ προσηγορίᾳ τῇ
16. τῶν ἰτρίων οἱ παλαιοί. παχύχυμοι δέ εἰσι καὶ οἱ κοχλίαι καὶ
17. τῶν ὠῶν ὅσα μέχρι τελείας πήξεως ἕψουσί τε καὶ ὀπτῶσι. τὰ
18. μὲν γὰρ ταγηνιζόμενα καὶ κακόχυμα γίνεται, καὶ τὴν ἐν τῇ
19. γαστρὶ πέψιν ἔχει κνισσώδη, συνδιαφθείρουσαν ἑαυτῇ καὶ
1. τἄλλα σιτία, καὶ διὰ τοῦτο τῶν ἀπεπτουμένων ἐν τοῖς χείριστα
2. πέφυκεν εἶναι. τὰ δὲ μετρίως ἑψημένα καὶ διὰ τοῦτο
3. καλούμενα τρομητὰ βελτίω καὶ πρὸς πέψιν εἰσὶ καὶ πρὸς
4. ἀνάδοσιν καὶ πρὸς θρέψιν καὶ πρὸς εὐχυμίαν, ὥσπερ γε καὶ
5. τὸ ῥοφητὰ καλούμενα, μετρίως ἑψημένα καὶ διὰ τοῦτο καὶ
6. τὰς τῆς φάρυγγος ἐκλεαίνοντα τραχύτητας, ὅτε μήπω πεπάχυνταί
7. τε καὶ συνῆκται τὸ ἐν αὐτοῖς ὑγρόν. ἀλλὰ καὶ τῶν
8. ἐνύδρων ζώων τά τε μαλάκια καλούμενα, τευθίδες καὶ σηπίαι
9. καὶ πολύποδες, ὅσα τ’ ἄλλα τὰ τοιαῦτα, παχὺν καὶ γλίσχρον
10. ἔχουσι τὸν χυμὸν, ὥσπερ καὶ οἱ κητώδεις τῶν ἰχθύων,
11. ἐξ ὧν εἰσιν καὶ οἱ θύννοι. μετριώτεραι δ’ αὐτῶν αἱ πηλαμίδες.
12. ἱκανῶς δὲ παχύχυμα τὰ ὄστρεα, ὧν οἱ κήρυκες, αἵ τε
13. πορφύραι καὶ πάνθ’ ἁπλῶς τὰ καλούμενα πρὸς Ἀριστοτέλους
14. ὀστρακόδερμα, χῆμαι, λοπάδες, κτένες, πίνναι καὶ τὰ παραπλήσια.
15. πορφύραι μὲν οὖν καὶ κήρυκες σκληροτέραν ἔχουσι
16. τῶν ἄλλων τὴν σάρκα καὶ παχυχυμοτέραν, ὑγροτέραν δὲ
17. καὶ γλισχροτέραν τἄλλα, καὶ μάλιστα πάντων τὰ ὄστρεα.
1. χρὴ δὲ γινώσκειν ἁπάντων αὐτῶν τὸν μὲν χυλὸν ὑπακτικὸν
2. τῆς γαστρὸς, ὥσπερ ἐν τῷ γάλακτι τὸν ὀῤῥὸν, αὐτὸ δὲ τὸ
3. στερεὸν σῶμα βραδυπεπτότερόν τε καὶ παχύχυμον, ὠμοῦ χυμοῦ
4. καὶ παχέος καὶ ψυχροῦ γεννητικόν. ὑπάρχει δὲ τοῦτο καὶ
5. τῇ κράμβῃ καὶ τοῖς φακοῖς ἐναργῶς, ὥσπερ ἑτέροις πολλοῖς
6. ἀμυδρῶς, ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τοῖς τρισὶν ὑπομνήμασι διῆλθον,
7. ἃ περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων ἐπιγέγραπται.
8. τὰ μὲν οὖν ἄλλα τῶν εἰρημένων παχυχύμων πάντων ἐστὶ
9. κολλώδη τε καὶ γλίσχρα πλὴν ὧν εἶπον ὀστρακοδέρμων. ἡ
10. κράμβη δὲ καὶ ἡ φακῆ τῆς αὐτῆς τοῦ χυμοῦ φύσεως οὐ μετειλήφασιν,
11. ἀλλὰ τὸν νιτρώδη τε καὶ ὑπακτικὸν ἔχουσι, καθάπερ
12. τὸ δρακόντιον μὲν τὸν δριμύν τε καὶ πικρὸν ἰσχυρῶς, ἄρον
13. δ’ ἀμφότερον μὲν, ἀλλ’ ἀμυδρῶς, οἱ βολβοὶ δὲ τὸν αὐστηρόν
14. τε καὶ πικρὸν, οὓς ἐὰν ἐκνίψῃς ἑψήσεσι πλείοσι, τὸ στερεὸν
15. αὐτῶν ἀπολειφθήσεται παχύχυμον ὑπάρχον. ἁπάντων
16. δὲ τῶν τοιούτων ἐδεσμάτων οἱ μύκητες ἔχουσι ψυχρότατόν τε
17. καὶ γλισχρότατον ἅμα καὶ παχὺν χυμὸν, ἐν οἷς ὑπὸ τῶν
18. βωλιτῶν μόνων οὐδεὶς ἱστόρηται τεθνεώς· χολέραν μέντοι
1. καὶ οὗτοί τισιν ἤνεγκαν ἀπεπτηθέντες. ὑπὸ δὲ τῆς τῶν ἄλλων
2. μυκήτων ἐδωδῆς ἔνιοι μὲν ἀπέθανον, ἔνιοι δὲ ἐγγὺς
3. ἧκον θανάτου, διαῤῥοίαις ἢ χολέραις ἁλόντες, ἢ πνιγῆναι
4. κινδυνεύσαντες. ἠρέμα δὲ παχύχυμόν ἐστι τὸ καλούμενον
5. ὕδνον, οὐ μὴν κακόχυμόν γε. τῆς δ’ αὐτῆς ἰδέας ἐστὶ καὶ τὸ
6. ἄμυλον. ἐπὶ πλέον δ’ αὐτῶν ἐστι παχύχυμον, οὐδ’ αὐτὸ
7. κακόχυμον, ὁ κῶνος καλούμενος· ὀνομάζουσι δ’ οἱ παλαιοὶ
8. καὶ στροβίλους αὐτόν. ἐκ δὲ τῶν παχυχύμων ἐστὶ καὶ ἧπαρ
9. καὶ νεφροὶ καὶ ὄρχεις. ἀλλὰ τὸ μὲν ἧπαρ οὐκ ἔστι κακόχυμον,
10. οἱ νεφροὶ δὲ καὶ ὄρχεις οὐκ εὔχυμοι πλὴν τῶν ἐν τοῖς ἀλεκτρυόσι,
11. καὶ μᾶλλον ὅταν σιτισθῶσιν, ὥσπερ γε καὶ τὸ ἧπαρ
12. τῶν ὑῶν, ὅταν ἰσχάδα ἐσθίωσιν, ὃ καλοῦσι συκωτόν. ὁ δὲ
13. σπλὴν ἐπὶ μὲν τῶν ἄλλων ζώων ἱκανῶς κακόχυμός τε καὶ μελαγχολικὸς,
14. ἐπὶ δὲ τῶν ὑῶν ἧττόν ἐστι τοιοῦτος. ἥ γε μὴν
15. καρδία σκληροτέραν τε καὶ ἰνωδεστέραν ἔχει τὴν οὐσίαν τῶν
16. ἄλλων σπλάγχνων. φαίνεται γὰρ ἐπ’ ἐκείνων μὲν ἐν τῷ μεταξὺ
17. τῶν ἀγγείων οὐσία τις αἵματος πεπηγότος, ἐπὶ δὲ τῆς καρδίας
18. ἶνες φαίνονται στερεαὶ πολλαὶ μακραὶ, καθάπερ
1. ἐν τοῖς μυσὶν, αἷς περιπέπηγεν ἡ σαρκώδης οὐσία. διό
2. τινες αὐτὴν ἐν τῷ γένει τῶν μυῶν τάττουσιν, ὧν ἡ οὐσία τὸν
3. ὄγκον ἐργάζεται τοῦ σώματος ἡμῶν ἅπαντα καὶ τὴν ὀνομαζομένην
4. κυρίως σάρκα, τὴν ἐπὶ τῶν ἱερείων ἐσθιομένην. ἀλλ’
5. αἱ μὲν ἀρχαὶ τῶν μυῶν, ἃς δὴ καὶ κεφαλὰς αὐτῶν ὀνομάζουσι,
6. νευρωδέστεραί πώς εἰσιν, ἐκ τῶν ὀστῶν, ὅθεν ἄρχονται,
7. συνδέσμους ἐκπεφυκότας ἐνδιασπειρομένους αὐταῖς ἔχουσαι·
8. κατὰ δὲ τὰς τελευτὰς οἱ καλούμενοι τένοντες ἀποφύονται.
9. καὶ κατὰ τοῦτο νευρωδέστερα τὰ πέρατα τῶν μυῶν εἰσιν
10. ἑκάτερα, καθάπερ τὸ μέσον ἅπαν σαρκῶδες, ὃ δὴ καὶ τροφιμώτατόν
11. ἐστι καὶ καλεῖται σὰρξ ὑπὸ τῶν ἀνθρώπων, οὐχ
12. ὁρώντων αὐτῶν τὰς ἶνας ὑπὸ λεπτότητος, αἳ ἐκ τῶν συνδέσμων
13. καὶ τῶν νεύρων εἰς αὐτὴν διασπειρομένων ἐγένοντο.
14. κᾀπειδὴ τοῦτο σάρκα καλεῖν ἔφθασαν, εἰκότως ὀνομάζουσι
15. μῦν τήν τ’ ἀρχὴν καὶ τὴν τελευτὴν αὐτοῦ μόνας. ἔχει δὲ
16. οὐχ οὕτως, ἀλλ’ ὅλως μὲν ὁ μῦς κατὰ μίαν ἰδίαν περιγραφὴν
17. ὁρᾶται χωριζόμενος ἀπὸ τῶν ἄλλων, ἐνεργεῖ δέ τινα μίαν
18. ἐνέργειαν ἐκ τῶν προαιρετικῶν κινήσεων· οὕτως γὰρ ὀνομάζουσιν
1. αὐτὰς, ἀπὸ τῶν ἀπροαιρέτων τε καὶ φυσικῶν διοριζόμενοι·
2. τὰ μέρη δ’ αὐτοῦ τὰς εἰρημένας ἔχει διαφοράς.
3. ἐν δὲ τοῖς ἄκροις τῶν ζώων ὀλιγίστη μέν ἐστι σὰρξ, τὸ πλεῖστον
4. δ’ ὀστῶδές τε καὶ νευρῶδες, οὐχ ἕνεκα τοῦ προαιρετικοῦ
5. καλουμένου νεύρου, (μικρὸν γὰρ τοῦτ’ αὐτοῦ,) ἀλλὰ τοῦ
6. συνδετικοῦ, καὶ μετ’ αὐτὸ τοῦ τένοντος μὲν ὑπὸ τῶν παλαιῶν
7. Ἑλλήνων, ἀπονευρώσεως δὲ ὑπὸ τῶν νεωτέρων ἰατρῶν ὀνομαζομένου.
8. γλίσχρα καὶ ἱκανῶς εἰσι καὶ κολλώδη ταῦθ’ ἑψηθέντα,
9. καὶ διὰ τοῦτο καὶ ἡ ἐξ αὐτῶν τροφή. τῆς δὲ αὐτῆς
10. φύσεως καὶ τὰ περὶ τὰ χείλη μόρια τῶν πεζῶν ζώων· γλίσχρον
11. μὲν γὰρ, οὐ μὴν παχύν γε τὸν χυμὸν ἐργάζεται. δηλοῖ δὲ
12. καὶ ἡ ἕψησις, ἐπὶ πλεῖστον ἐξοιδίσκουσά τε καὶ διαλύουσα τὰ
13. τοιαῦτα σώματα. πεφθῆναί γε μὴν ἐπιτήδεια καὶ ταῦτα, καὶ
14. τὰ πτερὰ τῶν πτηνῶν ζώων τῷ κοινῷ λόγῳ τῶν γυμναζομένων
15. σωμάτων· ἀπέριττα γὰρ πάντα ταῦτα, καθάπερ τῶν
16. ἀργούντων περιττωματικά. τό γε μὴν δέρμα τῶν λιπαρῶν
17. ὑῶν, ὅταν ἑψηθῇ καλῶς, κολλώδη μὲν ἔχει καὶ λιπαρὸν χυμὸν,
18. οὐ μὴν ἱκανῶς γε παχὺν, οὐδὲ πεττόμενον ὡσαύτως
1. τοῖς ἄκροις, ὥσπερ οὐδ’ εὔχυμον ὁμοίως ἐκείνοις, ἀλλὰ περιττωματικώτερον.
2. παχύχυμον δὲ μόριόν ἐστι τοῦ ζώου καὶ
3. ὁ ἐγκέφαλός τε καὶ ὁ νωτιαῖος μυελός· οἱ δ’ ἀδένες μετρίως
4. τοιοῦτοι, καὶ διὰ τοῦτο καὶ οἱ τῶν νέων ἱερείων ὄρχεις. κοινὸν
5. γὰρ δὴ καὶ τοῦτο περὶ πάντων τῶν ἐν τοῖς ζώοις μορίων
6. μεμνῆσθαί σε χρὴ, σκληρὰ μὲν καὶ ξηρὰ καὶ δύσπεπτα γίνεσθαι
7. τὰ τῶν πρεσβυτέρων, ὑγρὰ δὲ καὶ μαλακὰ καὶ διὰ
8. τοῦτ’ εὐπεπτότερα τὰ τῶν νεωτέρων, πλὴν εἰ μὴ μετὰ
9. τὴν ἀποκύησιν εὐθὺς ἐσθίοιτο· βλεννώδη γὰρ ἅπαντα ταῦτα,
10. καὶ μάλιστα τῶν ὑγροτέραν ἐχόντων φύσει τὴν σάρκα, καθάπερ
11. ἀρνῶν τε καὶ χοίρων. τὰ δὲ τῶν ἐρίφων τε καὶ μόσχων,
12. ἐπειδὴ ξηρότερα φύσει τὰ ζῶα, πολὺ βελτίω καὶ πρὸς
13. πέψιν ἐστὶ καὶ πρὸς τροφήν. οὕτως οὖν ἔχει καὶ κατὰ τοὺς
14. ὄρχεις τε καὶ τοὺς ἀδένας, οὐχ ἥκιστα δὲ καὶ τὴν γλῶτταν·
15. ἔστι γάρ πως καὶ ἡ ταύτης φύσις ἀδενώδης. οἱ δ’ ἐν
16. τοῖς τιτθοῖς ἀδένες, ὅταν ἐν αὑτοῖς ἔχωσι τὸ γάλα, καλοῦνται
17. μὲν οὔθατα, παχύχυμον δ’ εἰσὶν ἔδεσμα· καὶ εἰ τὸ ζῶον
1. εὐεκτοῦν εἴη, καὶ ἡ ἐξ αὐτῶν τροφὴ πολλή τε ἅμα καὶ εὔχυμος
2. γίνεται. καὶ γάρ τοι καὶ τοῦτο τῶν κοινῶν ὂν
3. ἄμεινον ἅπαξ ἀκούσαντά σε πρόχειρον ἔχειν τῇ μνήμῃ. γέγραπται
4. γοῦν ὑπὸ πάντων ἰατρῶν περὶ γάλακτος, ὡς εὐχυμότατον
5. εἴη. καὶ διὰ τοῦτό τινες ἡγοῦνται τοὺς ἐν πνεύμονι
6. ἴσχοντας ἕλκος ὑπὸ μόνου τούτου θεραπεύεσθαι, πρὸ τοῦ
7. μέγα δηλονότι καὶ τυλῶδες αὐτὸ γενέσθαι. τὸ δὲ τῆς γυναικὸς,
8. ὡς ἂν οἰκεῖόν τε καὶ ἐκ τῆς αὐτῆς φύσεως ἡμῖν ὑπάρχον,
9. ἐπαινοῦσι πρὸ τῶν ἄλλων εἰς τὰ φθινώδη πάθη. καὶ ἄλλοι
10. μέν τινες ἰατροὶ, καὶ μάλιστα Εὐρυφῶν τε καὶ Ἡρόδοτος,
11. ἀξιοῦσί γε θηλάζειν, ὥσπερ τὰ παιδία τὴν γυναῖκα, τοὺς
12. οὕτως ἔχοντας· ἐκπεσὸν γὰρ τῶν τιτθῶν εὐθέως ἀποβάλλει
13. τι τῆς οἰκείας ἀρετῆς. εὔδηλον οὖν, ὅτι πάντων ἐδεσμάτων
14. ὡς εὐχυμότατον προκέκριται, μάλιστα μὲν ὑπὸ τούτων, οὐχ
15. ἥκιστα δὲ καὶ τῶν ἄλλων ἰατρῶν. ὃ δὲ κοινὸν ἔφην, οὐκ
16. ἐπὶ τῷδε μόνον, ἀλλὰ καὶ πολλοῖς ἄλλοις ἐδέσμασι γινώσκειν
17. χρῆναι, τοῦτο δὴ καὶ λέξω. τῶν μὲν εὐεκτικῶν ζώων
1. εὔχυμόν ἐστι τὸ γάλα, τὸ δὲ τῶν καχεκτικῶν ὡσαύτως τῷ
2. κατὰ τὸ ζῶον αἵματι κακόχυμον· οὐ γὰρ ἐνδέχεται, κακοχύμου
3. τοῦ παντὸς σώματος ὄντος, εὔχυμον εἶναι τὸ γάλα. διὰ
4. τοῦτ’ ἔφην, ἐπὶ τῶν εὐεκτούντων ζώων ἄριστον μὲν εἶναι
5. τὸ γάλα πρὸς εὐχυμίαν· οὕτως δὲ καὶ τοὺς ἀδένας, αὐτούς
6. τε τούτους, ἐν οἷς τὸ γάλα περιέχεται, καὶ τοὺς ἄλλους ἐν τοῖς
7. ὑγιεινοῖς ζώοις εὐχύμους εἶναι· κατὰ δὲ τὸν αὐτὸν λόγον
8. ἧπάρ τε καὶ ὄρχεις. οὐδὲ γὰρ ταῦτα τοῖς κακοχύμοις ἐστὶ
9. ζώοις εὔχυμα· διὰ τοῦτο δὲ οὐδὲ τοῖς γεγηρακόσιν· οὐδὲν
10. γὰρ τούτων εὔχυμον. ὅσα δ’ ἔτι θηλάζει ζῶα, τῆς μητρὸς
11. αὐτῶν ἐχούσης εὔχυμον γάλα, ταῦτα καὶ τοῖς ἄλλοις μὲν
12. ἅπασι μορίοις ἄριστα διάκειται σφῶν αὐτῶν, εὔχυμον δ’ ἔχει
13. καὶ τὸ ἧπαρ. ὁποῖον δέ τινα χυμὸν γεννᾷ τἄλλα μόρια τῶν
14. ζώων, ὀλίγον ὕστερον εἰρήσεται· νυνὶ γὰρ, ἐπειδὴ περὶ τῶν
15. παχυχύμων ἠρξάμην διέρχεσθαι, πρότερον εὔλογόν ἐστιν, ἐπὶ
16. τὴν τελευτὴν αὐτῶν ἀγαγόντα τὸν λόγον, οὕτως ἐπὶ τἄλλα
17. μεταβαίνειν. ὀλίγων οὖν ἔτ’ ὄντων τοιούτων, ἐπ’ αὐτὰ βαδιοῦμαι,
18. διορίζων ἐν αὐτοῖς τὰ κακόχυμα τῶν εὐχύμων· αὕτη
1. γὰρ ἡ χρεία τοῦ νῦν ἡμῖν ἀνυομένου λόγου, σκοπὸν ἔχοντος,
2. εὐχυμίαν μὲν ἐργάζεσθαι, φεύγειν δὲ κακοχυμίαν. ἐπεὶ δὲ,
3. ὡς κατ’ ἀρχὰς εἶπον, ἡ τῶν παχυχύμων ἐδεσμάτων οὐσία δυσδιάπνευστόν
4. τε τὸ σῶμα κατασκευάζει καί τινας ἐμφράξεις
5. ἐργάζεται, καὶ μάλιστα καθ’ ἧπάρ τε καὶ νεφροὺς, διὰ τοῦτο
6. συνεβούλευον ἀφίστασθαι τῆς διηνεκοῦς χρήσεως αὐτῶν, εἰ καὶ
7. τῶν εὐχύμων εἴη. τὰ μὲν γὰρ κακόχυμα παντὶ τρόπῳ φευκτέον,
8. ἐάν τε παχεῖς, ἐάν τε λεπτοὺς ἐργάζηται τοὺς ἐν ἡμῖν
9. χυμούς. εἴρηται δὲ καὶ ὅτι μόνοις τοῖς σφοδρῶς γυμναζομένοις,
10. ἐὰν καὶ τὰ σπλάγχνα μὴ κακῶς ᾖ φύσει κατεσκευασμένα,
11. δυνατόν ἐστιν ἐν τοῖς παχυχύμοις τε καὶ γλίσχροις ἐδέσμασι
12. διατρίβουσι μὴ βλάπτεσθαι, τῶν δ’ ἄλλων οὐδενί. τῶν
13. τοίνυν παχυχύμων ἐδεσμάτων ἐστὶ καὶ τὸ τῶν βαλάνων γένος
14. ἑκατέρων, ὅσαι τ’ ἐπὶ ταῖς δρυσὶ γίνονται καὶ ὅσαι τῶν φοινίκων
15. εἰσὶν ὁ καρπός. ὀνομάζουσιν δ’ οἱ ἄνθρωποι τὰ μὲν
16. τῶν φοινίκων ὁμωνύμως αὐτῷ τῷ φυτῷ φοίνικας, ὅσαι
17. δ’ ἐπὶ ταῖς δρυσὶ, τὰς μὲν καὶ τοῖς ἀνθρώποις ἡδέως ἐσθιομένας
18. καστανέας, ἔνιοι δὲ καστάνια κατὰ τὸ καλούμενον οὐδέτερον
1. γένος· οἵ γε μὴν ἐμοὶ πολῖται, καθάπερ οὖν καὶ ἄλλοι
2. τῶν ἐν Ἀσίᾳ, Σαρδιανάς τε καὶ Λευκήνας ὀνομάζουσιν αὐτὰς
3. ἀπὸ τῶν χωρίων, ἐν οἷς πλεῖσται γεννῶνται. τὸ μὲν οὖν
4. ἕτερον τῶν ὀνομάτων τούτων εὔδηλόν ἐστιν ἀπὸ τίνος γέγονε·
5. Λευκῆναι δὲ ἀπὸ χωρίου τινὸς ἐν τῷ ὄρει τῇ
6. Ἴδῃ τὴν προσωνυμίαν ἐσχήκασιν, ὃ πληθυντικῶς ὀνομάζουσιν
7. παραπλησίως τῷ Θῆβαι. ταύτας μὲν οὖν τὰς βαλάνους, ὡς
8. ἔφην, ἐσθίουσιν οἱ ἄνθρωποι ποτὲ ὠμὰς, ἐνίοτε δὲ ὀπτῶντες
9. ἢ ἕψοντες. αἱ δ’ ἄλλαι προμήκεις μέν εἰσι κατὰ τὸ σχῆμα
10. παραπλησίως ταῖς τῶν φοινίκων, ἔδεσμα δ’ ὑσὶ μᾶλλον ἢ
11. ἀνθρώποις οἰκεῖον, ἄχρις ἂν μή τις ἀνάγκη μεγάλη καταλάβῃ
12. τῆς ἐδωδῆς αὐτῶν· ἐν γὰρ τοῖς μεγάλοις λιμοῖς καὶ τοῦτο
13. συμβαίνει, τὰς δὲ τῶν πρίνων βαλάνους, ἃς ἀκύλους ὀνομάζουσιν
14. Ἕλληνες, εἰσὶ δὲ στρυφναὶ καὶ σκληραὶ καὶ διὰ
15. τοῦτ’ ἀηδεῖς, κᾂν ἑφθάς τις προσφέρηται, δυσπέπτους καὶ
16. παχυχύμους οὔσας φυλάττεσθαι χρή. πρόδηλον δ’, ὅτι τοῦ
17. στύφοντος χυμοῦ διαφοραί τινές εἰσι κατὰ τὸ μᾶλλόν τε καὶ
18. ἧττον ὁ αὐστηρός τε καὶ στρυφνὸς, ἐκλελυμένης μὲν ἐν τοῖς
19. αὐστηροῖς, ἐπιτεταμένης δ’ ἐν τοῖς στρυφνοῖς τῆς στυφούσης
1. ποιότητος. ἀλλ’ ὅσον γε τῶν βαλάνων αἱ ἄκυλοι στρυφνότεραι,
2. τοσοῦτον τῶν καστανίων αἱ βάλανοι. πάνυ γὰρ ἀσθενῆ
3. ταῦτα τὴν στύφουσαν ἔχει ποιότητα, τῶν παχυχύμων ἐδεσμάτων
4. ὄντα ταῖς ἄλλαις βαλάνοις ὡσαύτως, ἀλλ’ ἧττόν τε
5. στεγνοῖ τὴν γαστέρα καὶ μᾶλλον ἐκείνων πέττεται καὶ οὐδ’
6. ὅλως ἐστὶ κακόχυμα. φυλάττεσθαι δὲ δηλονότι χρὴ καὶ τούτων
7. τὸ πλῆθος, οὐ μόνον ὅτι παχύχυμόν ἐστι πολλοῖς τῶν
8. εἰρημένων ὡσαύτως, ἀλλ’ ὅτι καὶ στεγνωτικὰ τῆς κοιλίας καὶ
9. δύσπεπτα καὶ φυσώδη. τῶν δὲ φοινίκων ὁ καρπὸς, ὃν ἔφην
10. ἅπαντας Ἕλληνας ὀνομάζειν φοίνικας ὁμωνύμως τῷ δένδρῳ,
11. στύφοντός τε ἅμα καὶ γλυκέος χυμοῦ μετέχει. τινὲς δὲ τῶν
12. νεωτέρων ἰατρῶν ἐν συνθέτῳ προσηγορίᾳ φοινικοβαλάνους
13. ὀνομάζουσιν αὐτοὺς, οὐ μὴν παρά γε τοῖς παλαιοῖς Ἕλλησιν
14. εὗρον τοὔνομα· φοινίκων γὰρ ἐκεῖνοι βαλάνους τὸν καρπὸν
15. τοῦτον, οὐ φοίνικας, οὐδὲ φοινικοβαλάνους ὀνομάζουσιν.
16. ἀλλ’ οὐ πρόκειται νῦν ἡμῖν ὀνόματα διαστέλλεσθαι, σχολὴν
17. ἀγόντων ἀνθρώπων σπούδασμα, καὶ τούτων οὐ πάντων, ἀλλ’
1. ὅσοι τῇ παλαιᾷ τῶν Ἀττικῶν ἐγνώκασι χρῆσθαι φωνῇ. τοῦ
2. δ’ ὑγιαίνειν ἅπαντες μὲν ἄνθρωποι δέονται, δύνανται δ’ οὐ
3. πάντες, ὡς χρὴ, διαιτᾶσθαι δι’ ἀκρασίαν, ἢ ἀσχολίαν, ἢ
4. ἄγνοιαν ὧν χρὴ ποιεῖν. ἀλλ’ ὅσοι καὶ γνῶναι δύνανται δίαιταν
5. ὑγιεινὴν, καὶ ζῇν κατ’ αὐτὴν προῄρηνται, τούτοις τόδε τὸ
6. γράμμα σύγκειται. κατὰ μὲν τὰς ἀκύλους τε καὶ τὰς τῶν
7. δρυῶν βαλάνους καὶ τὰ καστάνια τοῖς κατὰ μέρος δένδροις
8. οὐ μεγάλη τις διαφορὰ τοῦ καρποῦ, κατὰ δὲ τοὺς φοίνικας
9. ἀξιόλογος. εἰ γὰρ παραβάλλοις τὸν Αἰγύπτιον φοίνικα, σκληρὸν
10. καὶ αὐστηρὸν καὶ ξηρὸν ὄντα, τῷ καλουμένῳ πατητῷ,
11. γλυκεῖ μὲν ἱκανῶς ὄντι, βραχείας δὲ μετέχοντι στύψεως, ἐναντίαν
12. ἔχειν σοι δόξουσι τὴν φύσιν. οἱ δ’ ἄλλοι μεταξὺ τούτων
13. εἰσὶν, οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον αὐστηρότητός τε καὶ
14. γλυκύτητος μετέχοντες. ὁ δ’ ἐξ αὐτῶν χυμὸς παχύς τέ ἐστι
15. καὶ ῥᾳδίως ἐμφραττόμενος ἥπατι. καὶ γάρ τοι καὶ τοῦτο περὶ
16. τῶν παχυχύμων τε καὶ γλυκέων ἐδεσμάτων ἐπίστασθαί τε καὶ
17. μεμνῆσθαι καλὸν, ὡς ἥπατός τε καὶ σπληνὸς ἐμφρακτικὸς ὁ
1. ἐξ αὐτῶν ἐστι χυμός. εἰ δὲ καὶ βραχεῖά τις ἀρχὴ φλεγμονῆς
2. εἴη κατὰ τὰ σπλάγχνα, ταύτην αὐξάνουσιν ἱκανῶς, ὥσπερ γε
3. καὶ τὰς πνευματώσεις καὶ τὰς σκιῤῥώδεις διαθέσεις παροξύνουσι
4. καὶ δηλονότι καὶ τὰς τῶν ἀποστημάτων γενέσεις. ἀλλ’ ἴσως
5. ταῦτα ποῤῥώτερον καὶ τῆς ὑγιεινῆς διαίτης ἐστὶν, ἧς μόριον
6. ὁ προκείμενος ἐκδιδάσκει λόγος. ἐπ’ αὐτὰ οὖν αὖθις ἴωμεν,
7. ὅσα τῶν παχυχύμων ἐστὶ καὶ γλυκέων ἐδεσμάτων προστιθέντες·
8. ἔνια μὲν γὰρ αὐτῶν παχύχυμα μόνον ἐστὶν,
9. ὥσπερ ἡ φακῆ, γλίσχρα δ’ ἄλλα, καθάπερ ἡ μαλάχη, τινὰ
10. δ’ ἄμφω πέπονθεν, ὥσπερ τά θ’ ὑπ’ Ἀριστοτέλους ὀστρακόδερμα
11. καλούμενα καὶ τὰ μαλάκια.
⟨
(De bonis malisque sucis) [n° 039 Fichtner] [GalLat]
De bonis malisque sucis
Περὶ εὐχυμίας καὶ κακοχυμίας
Bons et mauvais sucs des aliments
Good Humour and Bad Humour (Bon. Mal. Suc.)
Helmreich, 1923.
De probis pravisque alimentorum succis, 1823, vol. 6, p. 749-815. urn:cts:greekLit:tlg0057.tlg038.verbatim-lat1
Beintker, Kahlemberg, 1952 (deu); Ieraci Bio, 1987 (ita).
De probis pravisque alimentorum succis, 4, ed. Kühn, 1823, vol. 6, p. 764-781. urn:cts:greekLit:tlg0057.tlg038.1st1K-grc1:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩