13. Ἐπὶ δὲ τὰ κατὰ μέρος ἴωμεν, ὅσα λέγοντες
14. ἀπελίπομεν, ἐν μὲν τοῖς τῶν ζώων μορίοις ἔντερά τε καὶ
15. γαστέρα καὶ μήτραν καὶ ὦτα καὶ ὀφθαλμοὺς καὶ οὐρὰς,
16. ἐν δὲ τοῖς Δημητρίοις σπέρμασι τὰ πλεῖστα, καθάπερ γε καὶ
17. λαχάνων καὶ φυτῶν τῶν καλουμένων ὡραίων. ἔντερα μὲν
18. οὖν καὶ γαστὴρ καὶ μήτρα σκληροτέραν τῶν σαρκῶν ἔχει τὴν
1. οὐσίαν, ἀπεπτοτέραν τε τοσοῦτον, ὅσον καὶ σκληροτέραν,
2. ἧττόν τε τῶν σαρκῶν τρέφει καὶ ἧττον εὔχυμά εἰσιν. αἱ δ’
3. οὐραὶ καὶ τούτων ἔτι σκληρότεραι, καὶ τἄλλα ἀνάλογον τῇ
4. σκληρότητι κατ’ αὐτάς ἐστι περί τε πέψιν καὶ θρέψιν, πλὴν
5. οὐ περιττωματικαὶ διὰ τὴν κίνησιν. ὅμοιοι δ’ αὐταῖς εἰσιν
6. ἐπὶ τῶν πτηνῶν ζώων οἱ τράχηλοι. κοιλίαι δ’ οὐδὲν ὅμοιαι
7. τοῖς πτηνοῖς τε καὶ πεζοῖς ζώοις εἰσί. καὶ γὰρ παχεῖαι καὶ
8. σκληραὶ, καὶ διὰ τοῦτο δύσπεπτοι καὶ πολύτροφοι πεφθεῖσαι
9. τοῖς πτηνοῖς εἰσιν αἱ κοιλίαι. κάλλισται δ’ ἀλεκτορίδων καὶ
10. χηνῶν, καίτοι τἄλλα τοῦ χηνὸς μόρια σκληρά τ’ ἐστὶ καὶ
11. δύσπεπτα καὶ περιττωματικὰ, πλὴν τῶν πτερῶν. ἐν δὲ τοῖς
12. μεγάλοις στρουθοῖς, ἃς νῦν ὀνομάζουσι στρουθοκαμήλους,
13. ἅπαντα τὰ μέρη σκληρὰ καὶ δύσπεπτα καὶ περιττωματικά.
14. τῶν δ’ ὤτων ὁ μὲν χόνδρος ἄτροφόν τ’ ἐστὶ καὶ ξηρὸν σῶμα,
15. τὸ δὲ ἔξωθεν δέρμα λεπτὸν καὶ ξηρὸν, ὀλιγότροφόν
16. τε καὶ δύσπεπτον. ὀφθαλμοὺς δ’ ὀλίγοι μὲν ἐσθίουσι, σύγκεινται
17. δ’ ἐξ ἀνομοίων οὐσιῶν· ἑτέρας μὲν γὰρ φύσεως οἱ
1. χιτῶνες αὐτῶν, ἑτέρας δὲ οἱ μύες, ἄλλης δὲ τὸ κρυσταλλοειδὲς
2. καὶ τὸ ὑαλοειδές. ἐξ αὐτῶν δὲ οἱ μύες εὐπεπτότατοι
3. μόνοι τῶν ἐπιτήδειον εἰς εὐχυμίαν τὴν φύσιν ἐχόντων
4. ζώων, οἷοί περ οἱ σύμμετροι κατὰ τὴν ἡλικίαν ὕες. εἶεν δ’
5. ἂν οὗτοι τοῖς μὲν ἀκμάζουσιν ἀνθρώποις καὶ γυμναζομένοις
6. οἱ τέλειοι, τοῖς δὲ παρακμάζουσιν οἱ ἔτ’ αὐξανόμενοι τῶν
7. δὲ πάνυ σμικρῶν χοίρων ἡ σὰρξ περιττωματική. ἀρίστης
8. δὲ τῆς τῶν ὑῶν οὔσης ἐδωδῆς ἐν τοῖς πεζοῖς ζώοις, ἐφεξῆς
9. ἐστιν ἡ τῶν ἐρίφων, καὶ μετὰ ταύτην ἡ τῶν μόσχων. ἡ δὲ
10. τῶν ἀρνῶν σὰρξ ὑγρὰ καὶ γλίσχρα καὶ βλεννώδης ἐστί. τῶν
11. δ’ ἄλλων πεζῶν ζώων τῆς ἐδωδῆς ἀπέχεσθαι κελεύω τὸν εὐχυμίας
12. προνοούμενον. ἡ δὲ κατ’ εἶδος ἐν αὐτοῖς διαφορὰ κατὰ
13. τὸ τρίτον εἴρηται περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων.
⟨
(De bonis malisque sucis) [n° 039 Fichtner] [GalLat]
De bonis malisque sucis
Περὶ εὐχυμίας καὶ κακοχυμίας
Bons et mauvais sucs des aliments
Good Humour and Bad Humour (Bon. Mal. Suc.)
Helmreich, 1923.
De probis pravisque alimentorum succis, 1823, vol. 6, p. 749-815. urn:cts:greekLit:tlg0057.tlg038.verbatim-lat1
Beintker, Kahlemberg, 1952 (deu); Ieraci Bio, 1987 (ita).
De probis pravisque alimentorum succis, 6, ed. Kühn, 1823, vol. 6, p. 787-789. urn:cts:greekLit:tlg0057.tlg038.1st1K-grc1:6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩