14. Ἐν δὲ τοῖς Δημητρίοις σπέρμασιν
15. ἄριστον εἰς εὐχυμίαν ἔδεσμα καλῶς ἑψημένη πτισάνη. συνενδείκνυται
16. δ’ ὁ λόγος οὗτος, ὅτι ἀρίστην εἶναι χρὴ καὶ τὴν
17. κριθήν. οὐ γὰρ ἕψεται καλῶς ἡ πτισάνη, μὴ τοιαύτης οὔσης
1. αὐτῆς, διὰ τὸ μήτε πλεῖον ἐξοιδίσκεσθαι διαβρεχομένην,
2. μήτε χυλοῦσθαι τηκομένην. ἀλλὰ περὶ πτισάνης ἔν τε τῷ
3. περὶ τῶν ἐν τροφαῖς δυνάμεων καὶ τοῖς τῆς θεραπευτικῆς μεθόδου
4. καὶ τοῖς εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήμασιν
5. ἐπὶ πλέον εἴρηται. νυνὶ δ’ ἀρκεῖ δεδηλῶσθαι τὸ
6. κεφάλαιον, οὗ χρῄζομεν εἰς τὸν ἐνεστῶτα λόγον, ὡς ἀμεμπτότατον
7. εἴη ἂν πάντων ἐδεσμάτων εἰς εὐχυμίαν τε καὶ φυλακὴν
8. ὑγείας πτισάνη καλῶς ἐσκευασμένη. τρέφει γε μὴν ἄρτου
9. ἧττον ἡ καλλίστη· περὶ οὗ καὶ αὐτοῦ λέλεκται κατὰ τὸ β΄
10. γράμμα περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. τῆλις μὲν οὐκ
11. εὔχυμος, ἂν πλεονάζῃ τις ἐν αὐτῇ, πτισάνην δὲ κᾂν καθ’
12. ἑκάστην ἡμέραν εἰς κόρον ἐσθίῃς, οὐδὲν εἰς εὐχυμίαν βλαβήσῃ.
13. περὶ κυάμου δ’ ἂν ἔλεγον ταὐτὸν, εἰ μὴ φυσώδης ἦν· οὔτε
14. γὰρ κακόχυμος, οὔτε ἐμφρακτικὸς, ἅπερ ἐστὶ κεφάλαια τῶν
15. ὑγιεινῶν ἐδεσμάτων· ὑπάρχει δ’ αὐτῷ ταῦτα διὰ τὸ ῥυπτικὴν
16. ἔχειν ποιότητα καὶ δύναμιν ἐν αὑτῷ, καθάπερ ἡ κριθή.
17. τῷ πισῷ δὲ τὸ μὲν ἄφυσον ὑπάρχει, τὸ ῥυπτικὸν δ’ οὐκ
18. ἴσον τῷ κυάμῳ. περὶ δὲ τῆς φακῆς, ὅτι κακόχυμός ἐστι καὶ
1. μελαγχολικὴ, σχεδὸν οὐδεὶς ἀγνοεῖ· ὡς φαρμάκῳ δ’ αὐτῇ
2. χρώμεθα πολλάκις ἐπὶ πολλῶν παθημάτων, ἀλλ’ οὐ νῶν ἐκείνων
3. ὁ καιρός. ὦχροι δὲ καὶ δόλιχοι τῶν μὲν εἰρημένων χείρους,
4. ἀμείνους δὲ λαθύρων. ὀλύραν δὲ μετὰ τὴν κριθὴν τίθει,
5. καὶ μετ’ ἐκείνην τίφην. ἔλυμος δέ σοι φευκτέος ἀεί· καλοῦσι
6. δ’ αὐτὸν ἔνιοι μελίνην τῶν παλαιῶν. ἡ δὲ κέγχρος
7. ὁμογενὴς μέν ἐστι τῷ σπέρματι τούτῳ, μοχθηρὰ δ’ ἧττον.
8. ὅ γε μὴν ἐρέβινθος, εἰ καὶ τρόφιμος, ἀλλ’ οὐκ εὔχυμος, φυσώδης
9. δὲ οὐδὲν ἧττόν ἐστι κυάμου, παροξύνει δὲ καὶ πρὸς
10. συνουσίαν ἅμα τῷ πολὺ σπέρμα γεννᾷν. ὁ δὲ θέρμος ἱκανῶν
11. παχύχυμος· εὔδηλον δ’, ὅτι καὶ τρόφιμος, εἴπερ παχύχυμος,
12. οὐ μὴν κακόχυμος. τῶν δ’ ἄλλων ὀσπρίων οὐδὲ μεμνῆσθαι
13. καλὸν εἰς εὐχυμίας λόγον, ὧν γε μηδ’ ἐσθίουσιν ἄνθρωποι,
14. πρὶν ὑπὸ λιμοῦ βιασθῆναι. περὶ μὲν οὖν ὀσπρίων
15. αὐτάρκως εἴρηται, περὶ δὲ καρπῶν ἐφεξῆς ἂν εἴη
16. ῥητέον.
⟨
(De bonis malisque sucis) [n° 039 Fichtner] [GalLat]
De bonis malisque sucis
Περὶ εὐχυμίας καὶ κακοχυμίας
Bons et mauvais sucs des aliments
Good Humour and Bad Humour (Bon. Mal. Suc.)
Helmreich, 1923.
De probis pravisque alimentorum succis, 1823, vol. 6, p. 749-815. urn:cts:greekLit:tlg0057.tlg038.verbatim-lat1
Beintker, Kahlemberg, 1952 (deu); Ieraci Bio, 1987 (ita).
De probis pravisque alimentorum succis, 7, ed. Kühn, 1823, vol. 6, p. 789-791. urn:cts:greekLit:tlg0057.tlg038.1st1K-grc1:7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩