1. Ὄρνιθες δὲ καὶ ἰχθύες ὀλίγου δεῖν ἅπαντες
2. εὔχυμοι πλὴν τῶν ἐν ἕλεσι καὶ λίμναις καὶ ποταμοῖς ἰλυώδεσι
3. καὶ θολεροῖς διαιτωμένων. ἀέρι γὰρ χείρονι
4. χρῶνται καὶ νήξεσιν ἐλάττοσι καὶ τροφαῖς μοχθηροτέραις, καὶ
5. μάλισθ’ ὅταν ἐκ πόλεως μεγάλης ῥέῃ τὸ ὕδωρ, ἐκκαθαῖρον
6. ἀποπάτους τε καὶ βαλανεῖα καὶ μαγειρεῖα καὶ τὰ τῶν πλυνόντων
7. τὴν ἐσθῆτα καὶ τὴν ὀθόνην ῥύμματα. χειρίστη γὰρ ἡ
8. σὰρξ γίνεται τῶν ἐν ὕδατι τοιούτῳ διαιτωμένων ζώων, μάλιστα
9. μὲν, ὅταν ἐν αὐτῷ μόνῳ διατρίβωσι, κᾂν ἐπιμίγνυται
10. δὲ βελτίονι, μοχθηρότεροι πολλῷ καὶ οὗτοι τῶν ἐν καθαρᾷ
11. θαλάττῃ διαιτωμένων εἰσίν. ἄμεμπτοι γὰρ ὀλίγου δεῖν ἅπαντες
12. ὑπάρχουσιν, ὅσοι κατὰ τὴν ἄμικτον ὕδατι γλυκεῖ διατρίβουσιν,
13. ὥσπερ οἵ τε πελάγιοι καλούμενοι καὶ οἱ πετραῖοι·
14. καὶ γὰρ εἰς εὐχυμίαν καὶ ἐν αὐτῇ τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ
15. προὔχουσι πολὺ τῶν ἄλλων. ἀσφαλέστατον μὲν οὖν ἀεὶ
16. προσφέρεσθαι τῶν τοιούτων· εἰ δέ τι ζῶον εἴη τῶν ἐν ἑκατέροις
17. τοῖς ὕδασι διαιτωμένων, ὥσπερ ὁ κέφαλος καὶ ὁ λάβραξ,
18. ὅ τε κωβιὸς καὶ ἡ σμύραινα, καρκῖνοί τε καὶ ἐγχέλυες, ἀναπυνθάνεσθαι
1. μὲν πρότερον, ὅθεν εἴη τεθηρευμένον, μετὰ
2. δὲ ταῦτα τῇ ὀσμῇ καὶ τῇ γεύσει τὴν διάγνωσιν αὐτῶν ποιεῖσθαι.
3. καὶ γὰρ δυσώδεις καὶ ἀηδεῖς καὶ βλεννώδεις, ὅσοι τὴν
4. δίαιταν ἔσχον ἐν ὕδατι μοχθηρῷ· καὶ μέντοι καὶ λίπος αὐτοῖς
5. ὑπάρχει πολὺ πλέον ἤπερ τοῖς ἄλλοις, καὶ σήπονται
6. ταχέως. οἱ δ’ ἐν θαλάττῃ καθαρᾷ διαιτώμενοι τήν τε ὀδμὴν
7. ἄμεμπτον ἔχουσι καὶ τὴν γεῦσιν ἡδεῖαν, τό τε λίπος ὀλίγιστον,
8. ἢ οὐδ’ ὅλως, ἐξαρκοῦσί τε πλέονι χρόνῳ μὴ σηπόμενοι, καὶ
9. μάλισθ’ ὅταν αὐτοῖς τις περιβάλλῃ χιόνος. κατὰ ταῦτα μὲν
10. οὖν καὶ κρείττους οἱ σκληρότεροι γίνονται ψαθυρωτέραν ἴσχοντες
11. τὴν σάρκα τοῖς πετραίοις τε καὶ τοῖς ὀνίσκοις ὁμοίως·
12. ὃ γὰρ τούτοις ὑπάρχει φύσει, τοῦτο τοῖς σκληροσάρκοις ἐκ
13. τῆς χιόνος προσγίνεται. διὰ τοῦτ’ οὖν ἐναντιωτάτην ἔχουσιν
14. οὐσίαν τῆς σαρκὸς οἵ τ’ ἐκ θαλάττης καθαρᾶς κέφαλοι καὶ
15. οἱ κατὰ τὸ μοχθηρὸν ὕδωρ διαιτώμενοι· παραπλησίως δ’
16. αὐτοῖς καὶ οἱ κωβιοὶ καὶ οἱ λάβρακες, ἔτι τε τούτων μᾶλλον
17. οἱ ἄλλοι. καὶ σμύραιναι δὲ φαυλόταται γίνονται κατὰ τὰ τοιαῦτα
18. τῶν ὑδάτων. ἡ δ’ ἔγχελυς οὐδ’ ὅλως εὔχυμον ἔδεσμα,
19. κᾂν ἐξ ὕδατος ᾖ καθαροῦ, μήτοι γε δὴ τοῦ πόλιν ἐκκαθαίροντος,
1. ὡς εἴρηται. καὶ παρὰ τὰς ἐπιχωρίους δὲ τροφὰς
2. ἀμείνους τε καὶ χείρους ἑαυτῶν ἰχθύες γίνονται, διαγινωσκόμενοι
3. ῥᾳδίως ὀσμῇ τε καὶ γεύσει, καθάπερ αἱ τρίγλαι. μοχθηρότεραι
4. γὰρ αὐτῶν αἱ τὴν καρκινάδα σιτούμεναι, τῶν
5. δ’ ἄλλων ἡ σὰρξ σκληροτέρας ἐστὶν ὕλης, οὐ μόνον τῆς
6. τῶν πετραίων τε καὶ ὀνίσκων, ἀλλὰ καὶ κεφάλων καὶ λαβράκων,
7. καὶ τῶν ἄλλων πελαγίων, καὶ κατὰ τοῦτο δυσπεπτοτέρα
8. τε καὶ τροφιμωτέρα, κακόχυμον οὐδὲν ἔχουσα. λέλεκται
9. δὲ τελεώτερον ὑπὲρ ἁπάσης τροφῆς ἐν τρισὶν ὑπομνήμασιν,
10. ἃ περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων ἐπιγέγραπται,
11. καὶ χρὴ τὸν ὑγιεινῆς τροφῆς φροντίζοντα μήτε τῆς ἐκείνων
12. ἀναμνήσεως ἀμελῆσαι, μήθ’ ὅλως τῆς ὑγιεινῆς πραγματείας,
13. ἧς μέρος ἐστὶ καὶ τὸ περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. ἀλλὰ
14. καὶ περὶ τῆς λεπτυνούσης διαίτης, ἐναντίας οὔσης τῇ παχυνούσῃ
15. διαίτῃ, γέγραπται βιβλίον ἕτερον ἱκανῶς χρήσιμον οἷς
16. ὑγεία σπουδάζεται.
⟨
(De bonis malisque sucis) [n° 039 Fichtner] [GalLat]
De bonis malisque sucis
Περὶ εὐχυμίας καὶ κακοχυμίας
Bons et mauvais sucs des aliments
Good Humour and Bad Humour (Bon. Mal. Suc.)
Helmreich, 1923.
De probis pravisque alimentorum succis, 1823, vol. 6, p. 749-815. urn:cts:greekLit:tlg0057.tlg038.verbatim-lat1
Beintker, Kahlemberg, 1952 (deu); Ieraci Bio, 1987 (ita).
De probis pravisque alimentorum succis, 9, ed. Kühn, 1823, vol. 6, p. 795-797. urn:cts:greekLit:tlg0057.tlg038.1st1K-grc1:9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩