ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΠΤΙΣΑΝΗΣ
ΒΙΒΛΙΟΝ.
1. Ἐπειδὴ πρὸ μικροῦ τινὰς εὗρον τῶν
2. ἰατρῶν περί τινα τῶν νοσούντων τῷ χυλῷ τῆς πτισάνης
3. χρωμένους, μήτε, ἐφ’ ὧν ἐνδέχεται ἢ οὐκ ἐνδέχεται παρέχειν
4. ἀῤῥώστων, προσδιοριζομένους, μήτε τὸν τρόπον, καὶ τὸ ποσὸν
5. τῆς δόσεως, καὶ τὸν ἁρμόζοντα καιρὸν τῇ προσφορᾷ τοῦ
6. ῥοφήματος προσαφορίζοντας, ἀλλ’, ὡς ἔοικε, τὴν τῆς πτισάνης
7. χρῆσιν εὔθετον εἶναι λογιζομένους, ὁπηνίκ’ ἂν βουληθῶσι,
8. ᾧδ’ ἔδοξέ μοι περὶ τῆς χρήσεως αὐτῆς ὅσα τῷ Ἱπποκράτει
1. σαφέστερον ἐκθεμένῳ διὰ τὴν τῶν πολλῶν παρακολούθησιν
2. ἑρμηνεῦσαι τόν τε τρόπον τῆς ἑψήσεως καὶ τὴν δύναμιν
3. αὐτῆς καὶ ἐνέργειαν, καὶ τὸν καιρὸν καὶ τὸ ποσὸν καὶ
4. τὸν τρόπον τῆς δόσεως, ὁπόσα τε ἀγαθὰ τοῖς σώμασι τῶν
5. καμνόντων δίδωσιν ἁρμοζόντως προσφερομένη, καὶ τοὐναντίον
6. πάλιν φαῦλα ἀκαίρως προσενεχθεῖσα, καὶ πρὸς τούτοις
7. ποίοις σώμασιν αὐτὴν προσήκει προσφέρειν, καὶ ποίοις
8. οὐ προσήκει. ἀλλ’ ἐπειδὴ σύνθετόν τι πρᾶγμα ὑπάρχει ἡ
9. πτισάνη καὶ ὁ χυλὸς, (ἐκ κριθῆς γὰρ κατασκευάζεται πτισθείσης
10. καλῶς, ὅ ἐστιν ἐκλεπισθείσης, καὶ ὕδατος, καὶ
11. τοιᾶσδε ἑψήσεως,) πρῶτον περὶ τῶν μερῶν αὐτῆς ἔκρινα
12. εἰπεῖν διὰ κεφαλαίων. εἰ μὴ γὰρ ταῦτά τις πρότερον διορίσηται,
13. μεγάλως βλάψει, κᾂν καὶ τὰ λοιπὰ πάντ’ ἀκριβολογήσηται
14. ἐφεξῆς.