Galenus. De ptisana (De ptis.) [n° 040 Fichtner] [GalLat]

Περὶ πτισάνης
Ptisane
Barley Gruel (Ptis.)
Hartlich, 1923.
De ptisana, 1823, vol. 6, p. 816-831. urn:cts:greekLit:tlg0057.tlg039.verbatim-lat1
, 1952 (deu); Grant, 2000 (eng).

De ptisana, 2, ed. Kühn, 1823, vol. 6, p. 817-819. urn:cts:greekLit:tlg0057.tlg039.1st1K-grc1:2

15. Ὅτι μὲν οὖν τὸ ἄριστον ὕδωρ ἐκλέγεσθαι
16. χρὴ εἰς τὴν κατασκευὴν τῆς πτισάνης, οὐδεὶς, οἶμαι,
17. ἀμφισβητεῖ. ἄριστον δὲ ὕδωρ συστάσει, καὶ γεύσει, καὶ
1. ὀσμῇ, καὶ χροιᾷ κρίνεται· τῇ μὲν γεύσει καὶ τῇ ὀσμῇ, ἵνα
2. μηδεμίαν ἀλλόκοτον ὑπεμφαίνῃ ποιότητα, τουτέστιν ἵνα μὴ
3. γλυκὺ ὑπάρχῃ, μήθ’ ἁλυκὸν, μήτ’ ὀξῶδες, ἢ δριμὺ, ἢ
4. δυσῶδες, ἢ σηπεδονῶδες, ἢ ὅλως ἄλλην τινὰ ἐπίκτητον ποιότητα
5. κεκτημένον, ἀλλ’ ἄποιον παντελῶς, καὶ χωρὶς πάσης
6. ἐπικτήτου ποιότητος, καὶ χωρὶς πάσης ἐπιμιξίας γευστικῆς
7. τε καὶ ὀσφραντικῆς. δεῖ μέντοι καὶ διαυγὲς εἶναι καὶ καθαρὸν
8. καὶ μηδὲν ἰλυῶδες ἔχον, ἀλλ’ ὥσπερ ἀκριβῶς διηθημένον,
9. καὶ τῶν ἐν αὐτῷ ἐμφερομένων ψηγμάτων ἀπηλλαγμένον.
10. τὸ γάρ τοι τοιοῦτον ὕδωρ πρὸς τὴν μὲν χρῆσίν
11. ἐστι λυσιτελὲς, πρὸς δὲ τὴν φύσιν οὐδ’ οὕτως ἐστὶ καθαρὸν,
12. ὥσπερ οὐδ’ ἄλλο τι τῶν αἰσθητῶν στοιχείων. εἰ δὲ
13. τοιοῦτόν ἐστιν, οἷον εἶπον, τὸ ὕδωρ, εὐθύς ἐστι λεπτομερέστερον
14. αὐτὸ, ῥᾳδίως τε πεττόμενον καὶ ἀναδιδόμενον,
15. καὶ τὰ ὑποχόνδρια ταχέως διεξερχόμενον, καὶ οὐ μόνον τῇ
16. φυσικῇ θερμότητι πλησιάζον εὐαλλοίωτόν ἐστιν, ἀλλὰ καὶ
17. τῷ ἔξωθεν πυρὶ προσομιλῆσαν θερμαίνεται συντόμως. καὶ
18. μάρτυς Ἱπποκράτης τοῦ λόγου ὕδωρ γὰρ τὸ ταχέως θερμαινόμενον
1. καὶ αὖθις ταχέως ψυχόμενον κουφότατον εἶναι
2. βούλεται, οὐ τὸ ἐλαφρὸν καὶ σταθμῷ διακρινόμενον, ἀλλὰ
3. τὸ λεπτομερὲς καὶ ῥᾳδίως εἰς ἑαυτὸ τὰς ἐναντίας ποιότητας
4. δεχόμενον. τὸ δὲ τοιοῦτον ὕδωρ καὶ ψυχρόν ἐστι καὶ
5. ὑγρὸν, καὶ ὕδωρ κυρίως. τὰ δ’ ὑπό τινος οὐσίας ἢ ποιότητος
6. νοθευθέντα, ὁποῖά εἰσι τὰ ἀσφαλτώδη, καὶ θειώδη,
7. καὶ στυπτηριώδη, τοσοῦτον τῆς τοῦ ὕδατος φύσεως ἀφεστήκασιν,
8. ὅσον καὶ ἐνοθεύθησαν. εἰ δὲ καὶ ἀπόδειξιν ζητεῖς
9. τοῦ ψύχειν τε καὶ ὑγραίνειν τὸ ὕδωρ, οὐ τοῦ νῦν ἐστι λόγου,
10. περὶ πτισάνης προθεμένου διεξελθεῖν· πλὴν ὅτι ψυχρόν ἐστι
11. καὶ ὑγρὸν, ἅπαντες οἱ παλαιοὶ ἀπέδειξαν, καὶ ἡ πεῖρα
12. μαρτυρεῖ, καὶ πάντων δὲ λόγῳ ὁμολογούμενον τοῦτο λαβὼν
13. εἰς τὸν περὶ κριθῆς λόγον ἔρχομαι.

Cliquer un n° de page pour en afficher l’image