Galenus. De ptisana (De ptis.) [n° 040 Fichtner] [GalLat]

Περὶ πτισάνης
Ptisane
Barley Gruel (Ptis.)
Hartlich, 1923.
De ptisana, 1823, vol. 6, p. 816-831. urn:cts:greekLit:tlg0057.tlg039.verbatim-lat1
, 1952 (deu); Grant, 2000 (eng).

De ptisana, 5, ed. Kühn, 1823, vol. 6, p. 822-826. urn:cts:greekLit:tlg0057.tlg039.1st1K-grc1:5

5. Οὕτω γὰρ ἑψημένη τὸ μὲν φυσῶδες ἀποτίθεται
6. πᾶν, ἐπικτᾶται δ’, ὅσα περ αὐτῇ ἀγαθὰ ὁ Ἱπποκράτης
7. προσμαρτυρεῖ. τὸ γὰρ γλίσχρασμα αὐτῆς, φησὶ, λεῖον
8. καὶ συνεχὲς καὶ προσηνές ἐστι, καὶ ὀλισθηρὸν, καὶ πλαδαρὸν
9. μετρίως, καὶ ἄδιψον, καὶ εὐέκπλυτον καὶ εὐέκκριτον, εἴ τι
10. καὶ τούτου προσδέοι, καὶ οὔτε στύψιν ἔχει, οὔτε ἄραδον
11. κακὸν, οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίᾳ. ἀνῴδηκε γὰρ ἐν τῇ
12. ἑψήσει, ὁκόσον πλεῖστον ἐπεφύκει διογκοῦσθαι. ὅτι μὲν
13. οὖν οὐδὲν ἔχει κολλῶδες καὶ ἐμπλαστικὸν ἡ πτισάνη, καθάπερ
14. πάντα τὰ γλίσχρα, πρόδηλον. ῥύπτει γὰρ οὐ τὸν
15. ῥύπον μόνον τοῦ σώματος, ἀλλὰ καὶ τὸν ἐν τῇ γαστρὶ
16. φλεγματικὸν χυμὸν ἀποκαθαίρει πως διδομένη. ἡ δὲ πολλὴ
17. ἕψησις καὶ ἀκριβὴς ἕνωσις τῶν μιχθέντων τὴν φαινομένην
18. ταύτην ἐργάζεται γλισχρότητα. τοῦτο τοίνυν τὸ φαινόμενον
1. αὐτῆς γλίσχρασμα οὐδεμίαν ἔχει τραχύτητα, ἀλλὰ
2. λεῖόν ἐστι πάντῃ, καὶ ὁμαλὸν, καὶ μένον, καὶ συνεχές.
3. οὐδεμιᾶς γὰρ στύψεως μετέχον ἢ δριμύτητος, ἐξ ὧν ἡ τραχύτης
4. γίνεται, τὸ λεῖον ἐξ ἀνάγκης ἔχει, οὐ κατὰ τὴν ἁφὴν
5. μόνον, ἀλλ’ ἤδη καὶ τὴν δύναμιν. τὰ μὲν γὰρ ἄλλα
6. γλίσχρα, ὥσπερ τὸ ἔλαιον, καὶ τὸ μέλι, καὶ τὰ λοιπὰ,
7. ἁπτομένῳ σοι φανεῖται λεῖα καὶ ὁμαλῆ, μηδὲν ἔχοντα ἐν
8. ἑαυτοῖς ἀνώμαλον, ὡς τὸ μὲν εἶναι λεπτὸν, τὸ δὲ παχὺ,
9. ἢ διεσπασμένον τε καὶ διηρημένον, ὡς διὰ τοῦτο τὸ κατὰ
10. τὴν ἁφὴν λεῖον κεκτῆσθαι, κατὰ δὲ τὴν πρὸς ἄλλα τινὰ
11. ἐνέργειάν τε καὶ δύναμιν οὐδαμῶς. οὐ γὰρ διαβρέχει
12. πάντα τὰ μόρια τοῦ σώματος ὁμαλῶς τε καὶ συνεχῶς, ὧν
13. ἂν προσεγγίζῃ, ἀλλὰ διίστανται κατὰ τοῦτ’ ἀπ’ ἀλλήλων
14. τὰ τῶν γλίσχρων ἁπάντων μόρια χωρὶς τῆς πτισάνης.
15. αὕτη γὰρ, λεία τυγχάνουσα κατὰ τὴν ἁφὴν καὶ συνεχὴς
16. καὶ ἀδιάσπαστος, καὶ κατὰ τὴν δύναμιν τοιαύτη καθέστηκε.
17. κᾀκεῖνα μὲν οὐδεμίαν ἔχουσιν ἡδονὴν κατὰ τὴν
18. γεῦσιν, αὕτη δὲ πρὸς τοῖς ἄλλοις καὶ τὸ κατὰ τὴν γεῦσιν
1. ἡδὺ καὶ προσηνὲς κέκτηται, καὶ μάλιστ’ ἐπὶ τῶν νοσούντων.
2. ἄρτος δ’, εἰ καὶ τῶν ἄλλων ὑπερέχει κατ’ ἀρετὴν,
3. ἀλλὰ καὶ οὗτος ἀηδίαν ἔχει πολλὴν, κᾂν ὕδατι διάβροχος
4. ᾖ, ὡς δεόμενος μασσήσεως. δεύτερον δὲ ἡ πτισάνη
5. καὶ τοῦτο πλεονεκτεῖ, τὸ μηδεμίαν ἐκ τῆς μασσήσεως ἀηδίαν
6. ἐμποιεῖν. ἔχει μέντοι καὶ τὸ ὀλισθηρὸν, καὶ μάλισθ’ ὁ χυλὸς,
7. μηδὲν ἐμπεπλασμένον καταλιπὼν κατὰ τὴν δίοδον,
8. καθάπερ πάντα τὰ γλίσχρα χωρὶς τῆς πτισάνης· αὕτη γὰρ
9. ῥᾳδίως διέρχεται εἰς τὰ κατὰ τὸν θώρακα μόρια διὰ τὸ
10. ἐν αὐτῇ ῥυπτικὸν, ὥσπερ καὶ πρὸς τὴν ὑποχώρησίν ἐστιν
11. ἐπιτηδεία, καὶ πρὸς τὴν ἀνάδοσιν, καὶ μάλιστα ἐφ’ ὧν
12. εἰς τὰ κυρτὰ τοῦ ἥπατος οὐ διέρχεται εὐκόλως τὰ λαμβανόμενα.
13. πλαδαρὸν δ’ ἐστὶ μετρίως, ὅπερ ἐστὶν ὑγρὸν,
14. καὶ ἄδιψον. καὶ τὸ μὲν ὑγρὸν ἔχει ἀπὸ τοῦ ὕδατος,
15. πλὴν κεκλασμένον διὰ τὴν φύσιν τῆς κριθῆς μετρίως ξηραίνουσαν·
16. τὸ γὰρ ἐξ ἐναντίων συγκείμενον δυνάμεων,
17. ἄλλην τινὰ φύσιν ἐπίκτητον κτησάμενον, τὰ ἄκρα ἐξέφυγε.
18. ἄδιψον δ’, ὡς ὑγρόν· πλέον δὲ τοῦ ὕδατος ἔχει τὸ ἄδιψον,
1. εἰ καὶ κατὰ τὴν ὑγρότητα ἐλαττοῦται, ὅτι καὶ τάχιον ἀναδίδοται,
2. καὶ ὅτι παραμένουσαν αὑτῇ ἔχει τὴν ὑγρότητα
3. διὰ τὴν γλισχρότητα, καὶ πρὸς τούτοις ὅτι καὶ ψυχρόν
4. ἐστι. διὰ ταῦτα καὶ διακαέσι πυρετοῖς ἁρμοδιώτατον, ὡς
5. κατὰ πάντα αὐτοῖς ἐναντιουμένη, ψύχουσά τε καὶ ὑγραίνουσα,
6. καὶ ῥύπτουσα τοὺς σηπεδονώδεις χυμοὺς, καὶ τροφὴν
7. οὐκ ὀλίγην παρέχουσα τῷ σώματι, τοὺς δ’ ἡμισαπεῖς
8. συμπέττουσά τε καὶ εἰς χρηστὸν χυμὸν μεταβάλλουσα.
9. ταῦτα δ’ ἔχει πάντα μετὰ τοῦ μηδεμίαν ἔχειν
10. στύψιν ἢ τοῦ στομάχου ἀνατροπήν. ἡ μὲν γὰρ στύψις,
11. ὅσον εἰς ῥῶσιν τῆς γαστρὸς ἱκανὴ, τοσοῦτον εἰς τὸ παχῦναι
12. τοὺς χυμοὺς ἐπιτήδειος· ἡ δ’ ὑγρότης, τὸ παχύνειν
13. οὐκ ἔχουσα, τὸ ἀμετάτρεπτον ἔχει. ἅπαν μέντοι πέφευγεν
14. ἡ πτισάνη διὰ τὸ μηδὲν ἄμετρον ἔχειν κακόν. ἀλλ’ οὐδὲ
15. ταραχὴν, οὐδὲ θόρυβόν τινα ἐν κοιλίᾳ ποιεῖ διὰ τὸ μηδεμίαν
16. δύναμιν ἔχειν ἀπὸ δριμύτητος ἢ πνεύματος φυσώδους·
17. καὶ τοῦτο γὰρ ἐν τῇ ἑψήσει ἀποβάλλεται. τὰ μὲν οὖν
18. ἀγαθὰ τῆς πτισάνης, ἃ ἐκ τῆς χρηστῆς ἑψήσεως ἐκτήσατο, 
1. ταῦτ’ ἐστί. καὶ κατὰ μακρὸν μὲν ὁ λόγος ἐδίδαξε, καὶ αὖθις
2. δὲ διὰ κεφαλαίων ἐρεῖ. λεῖα μέν ἐστιν αὐτῆς τὰ μόρια, καὶ
3. ὁμαλὰ, καὶ συνεχῆ, καὶ ἡνωμένα, ὡς μὴ τὸ μὲν αὐτῆς φαίνεσθαι
4. λεπτὸν, τὸ δὲ παχὺ ἢ ὅλως ἀνώμαλον. καὶ τοῦτο
5. οὐ κατὰ τὴν ἁφὴν ἔχει μόνον, ἀλλ’ ἤδη καὶ κατὰ τὴν ἑαυτῆς
6. ἐνέργειάν τε καὶ δύναμιν. ἔστι δὲ καὶ κατὰ τὴν γεῦσιν
7. προσηνὴς, τουτέστιν μηδεμίαν ἔχουσα ἀηδίαν, καὶ ὑγρὰ,
8. καὶ ἄδιψος, διὰ τὴν παροῦσαν αὐτῇ γλισχρότητα. τὸ δὲ
9. λεῖον καὶ ὑγρὸν καὶ προσηνὲς καὶ στύψεως ἀπήλλακται
10. καὶ ἄλλης ἰσχυρᾶς ποιότητος. ἐπὶ πᾶσι δὲ τούτοις καὶ
11. ἄφυσον διὰ τὴν χρηστὴν ἕψησιν. οὕτως δ’ ἔχουσα τοῖς
12. ὀξέσι πυρετοῖς ὑπάρχει ἁρμόδιον, οὐ μόνον ὅτι κατὰ πάντα
13. αὐτοῖς ἀντίκειται, ἀλλ’ ὅτι καὶ εὐπεπτότατόν ἐστι, καὶ ἀσθενέστατον
14. κατὰ πᾶσαν ποιότητα, καὶ εὐανάδοτον, καὶ τοὺς
15. μὲν σεσηπότας χυμοὺς καθαίρουσα διὰ τὸ ῥυπτικὸν, τοὺς δὲ
16. ἡμισαπεῖς ἔτι συμπέττουσα.

Cliquer un n° de page pour en afficher l’image