Galenus. De ptisana (De ptis.) [n° 040 Fichtner] [GalLat]

Περὶ πτισάνης
Ptisane
Barley Gruel (Ptis.)
Hartlich, 1923.
De ptisana, 1823, vol. 6, p. 816-831. urn:cts:greekLit:tlg0057.tlg039.verbatim-lat1
, 1952 (deu); Grant, 2000 (eng).

De ptisana, 6, ed. Kühn, 1823, vol. 6, p. 826-831. urn:cts:greekLit:tlg0057.tlg039.1st1K-grc1:6

 

17. Πλὴν οὐχ ἁπλῶς δοτέον αὐτὴν ἐπὶ τῶν
18. νοσημάτων, ἀλλὰ προσδιορισμῶν δεῖται πολλῶν. οὔτε γὰρ
1. ἐν τοῖς ἐπικινδύνως ἔχουσι διδόναι αὐτὴν προσήκει, οὔτε τοῖς
2. φλεβοτομίας ἢ καθάρσεως δεομένοις ἢ κλυστῆρός τινος, ἢ
3. τοῖς πεπληρωμένοις τῶν κατὰ γαστέρα περιττωμάτων, ἢ τοῖς
4. ὑπὸ ὀδύνης ἐνοχλουμένοις μεγάλης, καὶ μηδαμῶς δεομένοις
5. ταῖς ἰατρικαῖς πυρίαις, ἢ φλεβοτομίαις, ἢ καθάρσεσιν, ἀλλ’
6. οὐδὲ τοῖς ξηροτάτοις νοσήμασι προσφέρειν αὐτὴν ἁρμόζει. κ
7. συνεπισκέπτεσθαι δὲ χρὴ καὶ τὸν καιρὸν, καὶ τὸ ποσὸν τῆς
8. δόσεως, καὶ τὸ ἦθος τοῦ κάμνοντος, καὶ τὸ πότε τὸν χυλὸν
9. μόνον προσήκει, ἢ καὶ τὴν πτισάνην αὐτὴν, ἢ καὶ ἀμφότερα,
10. ἢ καὶ οὐδέτερα. ὁ μὲν οὖν καιρός ἐστι τοῦ διδόναι ῥοφήματος,
11. ὁπηνίκα διορισάμενος μέλλεις αὐτὴν παρασχεῖν, ὁπότε
12. τὸ σῶμα γέγονε διακείμενον ὁμαλῶς, καὶ μὴ τὸ μὲν
13. αὐτοῦ ἐστι θερμότερον, τὸ δὲ ψυχρότερον. τοιοῦτον δ’ ἐστὶ,
14. καθ’ ὃν καιρὸν ἡ τοῦ νοσήματος παρακμή· μετὰ ταῦτα γὰρ
15. ἡ τοῦ σώματος σύμπασα θερμότης ὁμαλῶς ἐπὶ πάντα τὰ
16. μόρια διακέχυται. τὸ δὲ πλῆθος μὴ πολὺ ὑπάρχῃ μηδὲ ὑπέρπαχυ.
17. σφαλερὸν γάρ ἐστι καὶ αὐτῷ τῷ Ἱπποκράτει τὸ κατὰ
1. πολὺ καὶ ἀθρόως πληροῦν, κατὰ βραχὺ δὲ ἀσφαλές. τιθέσθω
2. καὶ πρὸς τὸ ἔθος παραμετρείσθω. εἰ μὲν γὰρ ἅπαξ ἦν
3. εἰθισμένος διαιτᾶσθαι, παρέχε καὶ αὐτὸς καθάπαξ τὸ πόμα·
4. εἰ δὲ δὶς τῆς ἡμέρας ἐτρέφετο, διπλασίαζε καὶ αὐτὸς τὴν δόσιν.
5. ἡ δὲ παραύξησις καὶ ἡ προσθήκη τοῦ ῥοφήματος ἐπὶ
6. μὲν τῶν ξηροτέρων νοσημάτων οὐ χρὴ γίνεσθαι· δεῖται γὰρ
7. τὸ τοιοῦτον προπομάτων ἰσχυροτέρων, ἢ κατὰ πτισάνην,
8. ἵνα πλέον ὑγρανθῇ. ξηρὰ δὲ νοσήματά εἰσι πλευρῖτις καὶ
9. περιπνευμονία, καὶ ὅλως τὰ κατὰ θώρακα, ὅταν μηδὲν
10. ἐξ αὐτῶν ἀναπτύηται, τὰ δὲ καθ’ ἧπαρ καὶ γαστέρα
11. καὶ ἔντερα, ὅταν μηδὲν ἐκκρίνηται, καὶ σκληρὰ, καὶ
12. μὴ πρὸς ἀνάγκην, καὶ μὴ ἄξια λόγου. αἱ δὲ κατὰ τὰς
13. ἀρτηρίας τε καὶ φλέβας ξηρότητες διὰ τῆς γλώττης καὶ
14. τοῦ ἔξω δέρματος διαγινώσκονται· οὕτως δὲ καὶ τὰ ἐν τῇ
15. κεφαλῇ πάθη, μηδενὸς δι’ ὑπερώας ἢ ῥινὸς ἐκκαθαιρομένου.
16. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ φλεγμοναὶ καὶ ἕλκη
17. ξηρὰ τυγχάνουσιν, ἀφ’ ὧν μηδὲν εἰς ἰχῶρας ἀποκρίνεται.
1. ἐπὶ δὲ τῶν τοιούτων νοσημάτων οὐ προσήκει ποιεῖσθαι τὴν
2. πτισάνην, οὔτε γὰρ ὑγραίνειν αὐτὰ δύναται, ἅτε μὴ ἄγαν
3. ὑγραίνουσα τὰ πολλῆς καὶ ἰσχυρᾶς δυνάμεως ὑγραινούσης
4. δεόμενα, καὶ ἔτι τὴν ἀπὸ πληρώσεως βλάβην τοῖς σώμασι
5. παρέχουσα. ἂν δὲ καὶ τὸ σῶμα ὑγρότερον ᾖ, καὶ εἴ τι ἀπὸ
6. τοῦ πνεύμονος ἐκπτύεται, τότε χρὴ ἐπαύξειν ἀεὶ καὶ προστιθέναι
7. τὴν πόσιν αὐτῆς· ὑγραίνουσα γὰρ καὶ τέμνουσα
8. ὁμοίως τὰ προσόντα ἐν τῷ σώματι ὑγρὰ, καὶ ῥῶσιν
9. τοῖς μορίοις παρέχουσα διὰ τὴν τροφὴν, καθαρὸν ἀποτελεῖ
10. συντόμως τὸ ζῶον τῆς ἐνοχλούσης κακοχυμίας. συνελθόντων
11. γὰρ ἀμφοτέρων ῥᾳδίως ἐκκαθαίρεται τὰ μοχθηρὰ περιττώματα,
12. οὐδενὸς δὲ τῶν ἄλλων, ὅσα ὡς φάρμακον ἢ
13. τροφὴ προσφέρεται, ἀμφότερα ταῦτα κεκτημένου, ἀλλ’ ἢ
14. κατὰ τὸ λεπτύνειν ἐνδεόντως καὶ ὑγραίνειν τὸ τρόφιμον
15. ἔχοντος, καθάπερ ἄρτος καὶ χόνδρος καὶ ὠὰ καὶ ἰχθῦς,
16. ἢ τὸ μὲν τέμνειν ἔχοντος, τὸ δ’ ὑγραίνειν τε καὶ τρέφειν οὐ
17. περιφέροντος, καθάπερ ὀξύμελι, καὶ εἴ τι τοιοῦτον ἕτερον.
18. ταῦτα δὲ πάντα τὰ ἀγαθὰ ἥκουσι τῇ πτισάνῃ. ἀλλ’ ὅμως
1. οὐδεμίαν ὠφέλειαν προξενεῖ χωρὶς τῶν προδιορισμῶν προσαγομένη,
2. ὅπου γε καὶ θανάτου μᾶλλον καθεστήκασιν αἴτια
3. διδόμενα. τοῦ γὰρ κάμνοντος κλυστῆρος δεομένου διὰ τὴν
4. τῶν περιττωμάτων κάθαρσιν, ἢ φλεβοτομίας διὰ περιουσίαν
5. αἵματος καὶ τῆς ὀδύνης, μὴ ἐνδεούσης χρείαν ἔχοντος
6. ὀδύνης αἴτιον πλῆθος, αἰτία θανάτου γέγονεν ἡ πτισάνη
7. προσφερομένη, τάχα καὶ αὐτὴ καὶ διπλασιάζουσα τὸ πλῆθος.
8. διὰ τοῦτο οὐ χρὴ παρέχειν αὐτὴν πυρετῷ ἐνδεχομένῳ,
9. εἴτε σὺν ὀδύνῃ ἐστὶν εἴτε χωρὶς ὀδύνης ὁ πυρετὸς,
10. ἢ μετ’ ὀλίγον τῆς τροφῆς ὁ ἄνθρωπος πυρέττειν ἤρξατο, καὶ
11. μήπω ὑπεχώρησεν. οἱ αὐτοὶ δὲ διορισμοὶ οὐκ ἐπὶ τοῦ χυλοῦ
12. μόνον, ἀλλὰ καὶ ἐπ’ αὐτῆς τῆς πτισάνης. οἷς δὲ χρήσιμος
13. ἦν, καὶ αὐτοῖς οὐκ εὐθὺς διδόναι προσήκει, ἀλλὰ πρῶτον
14. μὲν τὸν χυλὸν μόνον, ᾔ τὰ πλείονα μὲν τὸν χυλὸν,
15. ὀλίγον δὲ τὴν πτισάνην, εἶτα ἐπίσης ἀμφότερα, εἶτα καὶ
16. μόνην αὐτὴν, ἐπιστάμενον, εἰς μὲν ῥῶσιν καὶ θρέψιν τοῦ σώματος
1. μέγιστα συντελεῖν τὴν πτισάνην, εἰς δὲ τὸ εὐκατέργαστον
2. καὶ εὔπεπτον καὶ εὐανάδοτον τὸν χυλόν. ταῦτα
3. δ’ ὡς ἐν κεφαλαίῳ περὶ τῆς πτισάνης εἰρήσθω, ἵν’ ἔχῃς εἰδέναι
4. τήν τ’ εὔκρατον αὐτῆς χρῆσιν καὶ τοὺς ἀναγκαίους
5. διορισμούς.

Cliquer un n° de page pour en afficher l’image