Pseudo-Galenus. De dignotione ex insomniis (De dign. ex insomniis) [n° 041 Fichtner] [GalLat]

Περὶ τῆς ἐξ ἐνυπνίων διαγνώσεως
Diagnostic par les rêves
Diagnosis by Dreams (Dig. Insomn.)
, 1972.
De dignotione ex insomniis, 1823, vol. 6, p. 832-835. urn:cts:greekLit:tlg0057.tlg040.verbatim-lat1
, 1972 (deu;grc); Guidorizzi, 1973 (ita); , 1983 (eng).

De dignotione ex insomniis, 1, ed. Kühn, 1823, vol. 6, p. 832-835. urn:cts:greekLit:tlg0057.tlg040.1st1K-grc1:1

 

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΕΞ ΕΝΥΠΝΙΩΝ

ΔΙΑΓΝΩΣΕΩΣ.

1. Τὸ ἐνύπνιον δὲ ἡμῖν ἐνδείκνυται διάθεσιν τοῦ σώματος.
2. πυρκαϊὰν μέν τις ὁρῶν ὄναρ ὑπὸ τῆς ξανθῆς
3. ἐνοχλεῖται χολῆς· εἰ δὲ καπνὸν, ἢ ἀχλὺν, ἢ βαθὺ σκότος,
4. ὑπὸ τῆς μελαίνης χολῆς· ὄμβρος δὲ ψυχρὰν ὑγρότητα
5. πλεονάζειν ἐνδείκνυται· χιὼν δὲ καὶ κρύσταλλος καὶ χάλαζα
6. φλέγμα ψυχρόν. δεῖ δὲ καὶ τῷ καιρῷ καὶ τῇ ληφθείσῃ
7. τροφῇ προσέχειν. ὁ γὰρ χιονίζεσθαι δοκῶν εἰ κατ’
8. εἰσβολὴν παροξυσμοῦ μετὰ ῥίγους ἢ φρίκης ἢ καταψύξεως
9. γενομένου τοῦτ’ ἐμφαντασθῇ, τῷ καιρῷ τὸ πλέον, οὐ τῇ
1. διαθέσει τοῦ σώματος διδόναι χρή· κατὰ μέντοι τὴν παρακμὴν
2. τοιοῦτον ὄναρ θεασάμενος, βεβαιοτέραν ἡμῖν ἔνδειξιν
3. ἐργάσεται τῆς τῶν ἐπικρατούντων χυμῶν ψυχρότητος, ἔτι
4. δὲ μᾶλλον, ἐὰν μὴ ἐδηδοκὼς ᾖ τι τῶν φλεγματικῶν ἐδεσμάτων,
5. ὧν ἐν τῇ γαστρὶ περιεχομένων, ἐνδέχεται τοιαύτην τινὰ
6. γενέσθαι φαντασίαν, καίτοι τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως
7. οὐκ οὔσης ὁμοίας. ἐπεὶ δὲ ἐν τοῖς ὕπνοις οὐκ ἐπὶ
8. ταῖς τοῦ σώματος ἡ ψυχὴ διαθέσεσι φαντάζεται μόνον, ἀλλὰ
9. κᾀκ τῶν συνήθως ἡμῖν πραττομένων ὁσημέραι, ἔνια δὲ ἐξ
10. ὧν πεφροντίκαμεν, καὶ δή τινα μαντικῶς ὑπ’ αὐτῆς προδηλοῦνται,
11. (καὶ γὰρ τοῦτο τῇ πείρᾳ μαρτυρεῖται,) δύσκολος ἡ
12. διάγνωσις τοῦ σώματος γίγνεται ἐκ τῶν ἀπὸ τοῦ σώματος
13. ὁρμωμένων ἐνυπνίων. εἰ μὲν γὰρ ἀπὸ τῶν ἐφ’ ἡμέρας πραττομένων
14. ἢ φροντιζομένων ἔδει διακρίνειν αὐτὸ μόνον, οὐδὲν
15. ἂν ἦν χαλεπὸν, ὅσα μηδὲ πέπρακται, μηδὲ φροντίζεται,
16. ταῦτα ἐκ τοῦ σώματος ὁρμᾶσθαι δοκεῖν· ἐπεὶ δὲ καὶ μαντικά
17. τινα συγχωροῦμεν εἶναι, πῶς ταῦτ’ ἂν διακριθείη τῶν
18. ἀπὸ τοῦ σώματος ὁρμωμένων, οὐ ῥᾴδιον εἰπεῖν. ἐθεάσατο
1. γοῦν τις τὸ ἕτερον τῶν σκελῶν λίθινον γεγονέναι, καὶ
2. τοῦτο ἔκριναν πολλοὶ τῶν περὶ τὰ τοιαῦτα δεινῶν ὡς πρὸς
3. τοὺς δούλους τείνειν τὸ ὄναρ, ἀλλὰ παρελύθη τὸ σκέλος
4. ἐκεῖνο ὁ ἄνθρωπος, οὐδενὸς ἡμῶν προσδοκήσαντος τοῦτο.
5. τὸν μὲν γὰρ παλαιστὴν ἐν αἵματος δεξαμενῇ δόξαντα ἑστάναι
6. καὶ μόγις αὐτῆς ὑπερέχοντα πλῆθος αἵματος ἔχειν ἐτεκμηράμεθα,
7. καὶ δεῖσθαι κενώσεως. τινὲς δὲ ἱδροῦν κριτικῶς
8. μέλλοντες λούεσθαι καὶ κολυμβᾷν ἔδοξαν ἐν θερμῶν ὑδάτων
9. δεξαμεναῖς. οὕτω δὲ καὶ ἡ τοῦ πίνειν φαντασία χωρὶς τοῦ
10. πίμπλασθαι διψῶσι πάνυ συμβαίνει, καθάπερ καὶ τοῦ
11. ἐσθίειν ἀπλήστως τοῖς πεινῶσι, τοῦ δὲ ἀφροδισιάζειν τοῖς
12. σπέρματος πλήρεσιν. ἔοικε γὰρ ἐν τοῖς ὕπνοις εἰς τὸ βάθος
13. τοῦ σώματος ἡ ψυχὴ εἰσδῦσα καὶ τῶν ἐκτὸς ἀποχωρήσασα
14. αἰσθητῶν τῆς κατὰ τὸ σῶμα διαθέσεως αἰσθάνεσθαι, καὶ πάντων,
15. ὧν ὀρέγεται, τούτων ὡς ἤδη παρόντων λαμβάνειν φαντασίαν.
16. καὶ εἴπερ ἔχει ταῦθ’ οὕτως, οὐδὲν ἂν εἴη θαυμαστὸν,
17. ὁπότε μὲν ὑπὸ πλήθους χυμῶν ἡ ψυχικὴ δύναμις ἐνοχλεῖται
18. βαρυνομένη, μόγις μὲν κινουμένους ἑαυτοὺς κατ’ ὄναρ φαντάζεσθαι
1. καὶ βαστάζοντας ἄχθη τινά· τοὐναντίον δὲ, ὅταν
2. ᾖ κούφη τε καὶ ἀπέριττος ἡ τοῦ σώματος διάθεσις, ἤτοι πετομένους,
3. ἦ θέοντας ὠκύτατα τοὺς οὕτω διακειμένους ὁρᾷν
4. ὄναρ, ὁμοιουμένων ἀεὶ τῶν φαντασμάτων τῆς ψυχῆς ταῖς
5. τοῦ σώματος διαθέσεσιν, ἄχρι τοῦ καὶ τῶν δυσωδῶν ἢ εὐωδῶν
6. ἀνέχεσθαι δοκεῖν. οἱ μὲν γὰρ ἐν κόπρῳ καὶ βορβόροις
7. διατρίβειν ἑαυτοὺς φαντασθέντες ἤτοι τοὺς χυμοὺς ἐν αὑτοῖς
8. μοχθηροὺς καὶ δυσώδεις καὶ σεσηπότας ἔχουσιν, ἢ πλῆθος
9. κόπρου περιεχομένης ἐν τοῖς ἐντέροις· τοὺς δὲ ἔμπαλιν τούτων
10. διακειμένους καὶ δοκοῦντας ἐν εὐώδεσι τόποις διατρίβειν
11. ἐναντίαν ἔχειν ἐν τῷ σώματι διάθεσιν ἡγητέον. ἃ τοίνυν
12. ὁρῶσιν οἱ κάμνοντες ἐν τοῖς ἐνυπνίοις καὶ πράττειν δοκοῦσιν,
13. ἐνδείξεται πολλάκις ἡμῖν ἐνδείας τε καὶ πλεονεξίας
14. καὶ ποιότητας χυμῶν.

Cliquer un n° de page pour en afficher l’image