ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΝΟΣΗΜΑΤΩΝ
ΒΙΒΛΙΟΝ.
1. Πρῶτον μὲν εἰπεῖν χρὴ, τί ποτε νόσημα
2. καλοῦμεν, ἵν’ ᾖ δῆλον, ὑπὲρ οὗ σπουδάζει τὸ γράμμα· δεύτερον
3. δ’ ἐπὶ τούτῳ, πόσα τὰ σύμπαντά ἐστιν ἁπλᾶ τε καὶ
4. πρῶτα νοσήματα καὶ οἱονεὶ στοιχεῖα τῶν ἄλλων· ἐφεξῆς τε
5. τρίτον, ὁπόσα τὰ ἐκ τούτων συντιθέμενα γίνεται.