10. Ἐπὶ δὲ τὰς συνθέτους ἤδη μετιέναι καιρὸς
11. ἀπὸ τῶν ὁμοιομερῶν αὖθις ἀρξαμένους σωμάτων.
12. ἔσται δὴ κατὰ μὲν τὴν προτέραν ὑπόθεσιν ἐξ εὐρύτητός
13. τε καὶ στεγνώσεως πόρων νόσημά τι σύνθετον, οὐχ ἑκάστου
14. τῶν κατὰ μέρος πόρων ἀμφότερα πάσχοντος, ἀλλὰ ἐναλλὰξ,
15. τῶν μὲν στεγνουμένων, τῶν δ’ εὐρυνομένων σωμάτων,
16. ὡς μηδὲν μᾶλλον εὐρύτητα πόρων ἢ στέγνωσιν
1. ἔχειν αἰτιᾶσθαι κατὰ τὸ σύμπαν ὁμοιομερὲς σῶμα, μηδ’.
2. εἶναί τι λαβεῖν αἰσθητὸν αὐτοῦ μέρος, ᾧ θάτερον ὑπάρχει
3. μόνον, ἀλλ’ αἰεὶ τὸ λαμβανόμενον ἅπαν ὑπ’ ἀμφοτέρων
4. συνέχεσθαι. κατὰ δὲ τὴν δευτέραν ὑπόθεσιν ἐπὶ μὲν
5. ταῖς ποιότησι μόναις ἐξισταμέναις τοῦ κατὰ φύσιν ἐν
6. ἑκάστῳ τῶν ὁμοιομερῶν σωμάτων ἔσται σύνθετα νοσήματα
7. τέτταρα, θερμὸν ἅμα καὶ ξηρὸν, καὶ θερμὸν ἅμα καὶ
8. ὑγρὸν, καὶ ψυχρὸν ἅμα καὶ ξηρὸν, καὶ ψυχρὸν ἅμα καὶ
9. ὑγρόν· οὐσίας δέ τινος ἐπιῤῥυείσης αὐτοῖς, ὁμοίως ἕτερα
10. τέτταρα, τὰς αὐτὰς τῶν ποιοτήτων ἔχοντα συζυγίας.
11. ἐπεὶ δὲ καὶ ἡ τῆς συνεχείας διαίρεσις οὐκ ἐν τοῖς συνθέτοις
12. μόνον ὀργάνοις, ἀλλὰ καὶ ἐν τοῖς ἁπλοῖς ἐγγίνεται
13. σώμασιν, ἐπιπλακήσεταί ποτε καὶ ἥδε τοῖς τε νῦν εἰρημένοις
14. συνθέτοις νοσήμασι κατ’ ἀμφοτέρας τὰς ὑποθέσεις
15. καὶ τοῖς εὐθὺς ἐν ἀρχῇ τοῦ παντὸς λόγου γεγραμμένοις
16. τοῖς ἁπλοῖς. οὐ γὰρ ἀδύνατον ἡλκῶσθαί τε ἅμα καὶ
17. ξηρότερον εἶναι τοῦ κατὰ φύσιν ἢ ὑγρότερον ἢ ψυχρότερον
18. ἢ θερμότερον τὸ μόριον, οὐδ’ ἡλκῶσθαι μὲν ἅμα
1. καὶ ὑγρότερον ὑπάρχειν, οὐχὶ δὲ καὶ θερμότερον εἶναι.
2. τά γ’ οὖν ἡλκωμένα τε ἅμα καὶ φλεγμαίνοντα μόρια τριχῇ
3. τοῦ. κατὰ φύσιν ἐξίσταται, διὰ μὲν τὴν ἕλκωσιν ἀπολλύντα
4. τὴν ἕνωσιν τῶν οἰκείων μορίων, ὅτι δὲ φλεγμαίνει,
5. θερμότερά τε καὶ ὑγρότερα τοῦ κατὰ φύσιν ἀποτελούμενα.
6. τὸν γὰρ δὴ ὄγκον τὸν ἐν αὐτοῖς, ὅταν μὲν ἐπὶ τοσοῦτον
7. αἴρηται μέγεθος, ὡς βλάπτειν τι δι’ αὐτὸ τοῦτο τὴν
8. ἐνέργειαν, ἤδη νόσημα νομιστέον, ἄλλως δὲ σύμπτωμά
9. τε καὶ πάθημα μόνον, ὥσπερ καὶ τὴν ὀδύνην.
10. ἅπαντ’ οὖν τὰ φλεγμαίνοντά τε ἅμα καὶ ἡλκωμένα σώματα
11. τριχῇ μὲν ἐξ ἀνάγκης, τετραχῇ δ’ ἔστιν ὅτε νοσεῖ,
12. φλεγμονὴν ὀνομαζόντων ἡμῶν δηλονότι νῦν οὐ τὴν οἷον
13. φλόγωσιν τῶν μορίων, ὥσπερ ἦν ἔθος τοῖς παλαιοῖς,
14. ἀλλὰ τὸν ἐρυθρόν τε καὶ ἀντίτυπον καὶ ὀδυνηρὸν ὄγκον.
15. οὕτω δὲ καὶ τοῖς ἐρυσιπέλασι συμπίπτει πόθ’ ἕλκη. τοῖς
16. μὲν γὰρ ἄνθραξιν ἀδύνατον ἄλλως συστῆναι, μέσα δὲ
17. τούτων ἐστὶ τὴν φύσιν ἕρπητές τε καὶ καρκῖνοι, τὰ πολλὰ
1. μὲν ἅμα τοῖς ἕλκεσιν, ἔστιν ὅτε δὲ καὶ χωρὶς ἐκείνων
2. συνιστάμενα. σύνθετα γοῦν ἐστι τὰ τοιαῦτα πάντα νοσήματα,
3. κᾂν χωρὶς ἕλκους γίγνηται· καθ’ ἕνα μὲν τρόπον,
4. ὅτι πάντα περιττῆς ὑγρότητος ἤτοι θερμῆς ἢ ψυχρᾶς
5. ἐστιν ἔγγονα, χολῆς μὲν ξανθῆς ἐρυσίπελας, μελαίνης δὲ
6. καρκῖνος αἵματος δὲ φλεγμονὴ, καὶ φλέγματος οἴδημα·
7. καθ’ ἕτερον δὲ, διότι τῶν εἰρημένων χυμῶν, εἰ καὶ κατὰ
8. τὴν ἰδέαν ὑγροὶ σύμπαντες εἰσὶν, ἀλλὰ τήν γε δύναμιν οὐχ
9. ὑγροί· ὁ μὲν γὰρ τῆς μελαίνης χολῆς ξηρὸς καὶ ψυχρός·
10. ὁ δὲ τῆς ξανθῆς ξηρὸς καὶ θερμός· ὁ δὲ τοῦ φλέγματος
11. ὑγρὸς καὶ ψυχρός· ὑγρὸν δὲ καὶ θερμὸν τὸ αἷμα· κατὰ
12. δ’ αὖ τρίτον τρόπον, ὅτι πάντα ἀλλήλοις ἐπιπλέκεται,
13. καὶ σπάνιόν ἐστιν εὑρεῖν ἕκαστον αὐτῶν εἰλικρινές.
14. ἀναμέμικται γὰρ ὡς τὰ πολλὰ ταῖς μὲν φλεγμοναῖς
15. ἢ ἐρυσιπελατῶδες, ἢ οἰδηματῶδες, ἢ σκιῤῥῶδές τι, τοῖς
16. δ’ ἐρυσιπέλασιν ἢ φλεγμονῶδες, ἢ οἰδηματῶδες, ἢ σκιῤῥῶδες,
17. καὶ τῶν ἄλλων ὁμοίως ἑκάστῳ. σύνθετα τοίνυν
18. γίγνεται πολυειδῶς ἅπαντα τοιαῦτα νοσήματα· καὶ ῥηθήσεται
1. περὶ αὐτῶν ἐπὶ πλέον ἔν τε τῷ περὶ τῶν νοσερῶν
2. αἰτίων γράμματι, καὶ ἐν τῷ μετ’ αὐτὸ, τῷ τῶν νοσωδῶν
3. συμπτωμάτων, καὶ πρὸς τούτοις ἔτι διὰ τῆς θεραπευτικῆς
4. πραγματείας, ἧσπερ ἕνεκα σύμπαντα ταῦτα γράφεται.
⟨
(De diff. morb.) [n° 042 Fichtner] [GalLat]
De differentiis morborum
Περὶ διαφορᾶς νοσημάτων
Différences des maladies
The Different Kinds of Disease (Morb. Diff.)
De morborum differentiis, 1823, vol. 6, p. 836-880. urn:cts:greekLit:tlg0057.tlg041.verbatim-lat1
Johnston, 2006 (eng;grc).
De morborum differentiis, 12, ed. Kühn, 1823, vol. 6, p. 872-876. urn:cts:greekLit:tlg0057.tlg041.1st1K-grc1:12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩