5. Νυνὶ δὲ, ἐπειδὴ τὸν τρόπον αὐτῶν τῆς
6. ἐπιπλοκῆς εἴπομεν, ἐπὶ τὰ τῶν ὀργάνων ἤδη μετέλθωμεν
7. νοσήματα, δεικνύντες ὅπως καὶ ταῦτα γίγνεται σύνθετα.
8. πρῶτον δ’ ἀναμνῆσαι χρὴ τοῦ κατ’ ἀρχὰς ῥηθέντος,
9. ὡς ἔστιν ἕτερα μὲν τῶν πρώτων σωμάτων τῶν
10. ὁμοιομερῶν, ἕτερα δὲ τῶν ὀργανικῶν τε καὶ συνθέτων τὰ
11. νοσήματα, φλεγμονὴ μὲν τῶν πρώτων, ἐξάρθρημα δὲ
12. τῶν ὀργανικῶν. ὅταν οὖν ἐξαρθρήσῃ τε ἅμα καὶ φλεγμήνῃ
13. τι κῶλον, αὐτοῦ μὲν πρώτως ἐστὶ τοῦ σύμπαντος
14. ὀργάνου νόσος ἡ ἐξάρθρησις, ἡ φλεγμονὴ δὲ οὐ πρώτως,
15. οὐδ’ ἰδίως, ἀλλὰ κατὰ συμβεβηκός. ἐπειδὴ γὰρ ἑνὸς ἑκάστου
16. τῶν μορίων αὐτοῦ νόσημά ἐστιν ἡ φλεγμονὴ, κατὰ
17. συμβεβηκὸς ἂν εἴη καὶ τοῦ σύμπαντος ὀργάνου τὸ νόσημα.
18. καὶ μὲν δὴ καὶ ὀφθαλμία φλεγμονὴ μέν ἐστι τοῦ ἐπιπεφυκότος
1. ὑμένος τῷ κερατοειδεῖ, κατὰ συμβεβηκὸς δὲ τοῦ
2. ὀφθαλμοῦ νόσημα. συμβαίνει δέ ποτε, τοῦ κερατοειδοῦς
3. χιτῶνος ἕλκος ἔχοντος βαθὺ, κᾄπειτα διαβρωθέντος ὅλου,
4. προπεσεῖν μέν τι τοῦ μετ’ αὐτὸν τοῦ ῥαγοειδοῦς ὀνομαζομένου,
5. παρασπασθῆναι δὲ καὶ τὴν κόρην· καὶ τούτων
6. ἕκαστον τῶν τριῶν ὀφθαλμοῦ πάθημα νομίζεται. καίτοι
7. τὸ μὲν ἑλκωθῆναί τε καὶ διαβρωθῆναι τοῦ κερατοειδοῦς ἦν
8. μόνου, τὸ δὲ προπεσεῖν τοῦ ῥαγοειδοῦς, τὸ δὲ παρασπασθῆναι
9. τῆς κόρης. ἀλλ’, ὡς εἴρηται, τὰ τῶν ὁμοιομερῶν
10. σωμάτων νοσήματα τοῦ σύμπαντος ὀργάνου κατὰ
11. συμβεβηκός ἐστι. καὶ τοίνυν, ἐπειδὰν μὲν ἓν ὁτιοῦν ἐξ
12. αὐτῶν νοσῇ σύνθετον νόσημα, τοῦ σύμπαντος ὀργάνου
13. καὶ τοῦτο ἔσται νόσημα κατὰ συμβεβηκός· ἐπειδὰν
14. δὲ πλείω μὲν, ἀλλ’ ἕκαστον ἑνὶ κατέχηται νοσήματι, σύνθετον
15. ἂν εἴη οὕτως τὸ νόσημα τοῦ σύμπαντος ὀργάνου.
16. ἔστω γὰρ, εἰ τύχοι, κατὰ τὸν ὀφθαλμὸν (οὐ γὰρ ἀδύνατος
17. ἡ ὑπόθεσις) ἅμα μὲν πτερύγιον, ἅμα δὲ ὀφθαλμία,
18. καὶ διάβρωσις τοῦ κερατοειδοῦς, καὶ πρόπτωσις τοῦ ῥαγοειδοῦς,
19. καί τις ἀρχὴ γενέσεως ὑποχύματος. ὅτι μὲν οὐχ
1. ἓν οὐδ’ ἁπλοῦν ἐστι τὸ νόσημα, πρόδηλον παντί. καλέσει
2. δ’ ὁ μέν τις αὐτὸ σύνθετον ὀφθαλμοῦ νόσον, ὁ δέ τις
3. οὐδεμίαν σύνθετον, ἀλλὰ πολλὰ νοσήματα ἐρεῖ κατὰ τὸν
4. ὀφθαλμὸν ὑπάρχειν ἐν διαφόροις αὐτοῦ μέρεσι συνεστῶτα.
5. διαφέρει δ’ οὐδὲν ὡς πρὸς τὴν τῆς θεραπευτικῆς ἐνδείξεως
6. ποικιλίαν, ἧσπερ ἕνεκα τὰ τοιαῦτα σύμπαντα ζητοῦμεν,
7. εἴθ’ ἓν εἴη σύνθετον, εἴτε πολλὰ μαχομένης ἰάσεως δεόμενα.
8. ῥηθήσεται δὲ δηλονότι περὶ αὐτῶν ἐπὶ πλέον ἐν
9. τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. εἰς δὲ τὸν
10. νῦν ἐνεστῶτα λόγον ἀπόχρη τό γε τοσοῦτον ἐνδείξασθαι
11. καὶ δηλῶσαι, τὸ πιθανῶς ἂν ἑκατέρους δοξάζειν, τούς τε
12. πολλὰ νοσήματα κατὰ τὸν ὀφθαλμὸν ὑπάρχειν ὑπολαμβάνοντας,
13. τούς τε, καθάπερ ἓν τὸ πάσχον ὄργανον, οὕτω
14. καὶ τὸ νόσημα ἓν εἶναι νομίζοντας, σύνθετον δὲ, ὅταν,
15. ὡς εἴρηται, πλείονα μόρια πεπόνθῃ κατ’ αὐτόν. ὥσπερ
16. οὖν τῶν ἁπλῶν νοσημάτων τὸ μὲν αὐτοῦ πρώτως ἦν
17. νόσημα τοῦ σύμπαντος ὀργάνου, καθάπερ τὸ ὑπόχυμα,
18. τὸ δὲ κατὰ συμβεβηκὸς, ὡς ἡ τοῦ κερατοειδοῦς ἕλκωσις,
19. οὕτω καὶ τῶν συνθέτων νοσημάτων ἴδια μὲν ἔσται τοῦ
1. σύμπαντος ὀργάνου τὰ πολλοῖς αὐτοῦ μορίοις ἅμα διοχλοῦντα,
2. κατὰ συμβεβηκὸς δὲ τὰ καθ’ ἕν τι μόριον ἐν
3. αὐτῷ συνιστάμενα νοσήματα σύνθετα, καθάπερ ἡ ὀφθαλμία,
4. φλεγμονὴ τοῦ ἐπιπεφυκότος ὑμένος ὑπάρχουσα. σύνθετον
5. γὰρ ἐδείκνυτο πάθος ἡ φλεγμονή· προσγινομένου
6. δὲ ἕλκους κατὰ τὸν αὐτὸν τοῦτον ὑμένα, πολὺ μὲν ἂν
7. οὕτω γε μᾶλλον ἐν συνθέτῳ νοσήματι τὸ μόριον εἴη,
8. λέγοιτο δ’ ἂν οὐδὲν ἧττον καὶ αὐτὸς ὁ σύμπας ὀφθαλμὸς
9. ὑπὸ συνθέτου νοσήματος ἔχεσθαι. τὰ μὲν δὴ τοιαῦτα
10. κατὰ συμβεβηκὸς ὅλων τῶν ὀργάνων ἐστὶ νοσήματα σύνθετα·
11. τὰ δ’ ἐκ τοῦ πολλὰ μόρια πεπονθέναι καθ’ ἕνα
12. χρόνον αὐτῶν τῶν ὀργάνων ἐστὶ πρώτως νοσήματα σύνθετα,
13. καὶ μᾶλλον εἰ καὶ τῶν κατὰ μέρος ἕκαστον τῶν
14. ἁπλῶν μὴ κατά τι συμβεβηκὸς, ἀλλὰ πρώτως εἴη τοῦ σύμπαντος
15. ὀργάνου νόσημα, καθάπερ ἐν ὀφθαλμῷ πτερύγιον,
16. ὑπόχυμα, ῥυάς. ἕκαστόν τε γὰρ τούτων ἴδιόν ἐστιν
17. ὀφθαλμοῦ νόσημα, καὶ πάνθ’ ἅμα γιγνόμενα σύνθετον
18. ὀφθαλμοῦ νόσον ἰδίαν ἐργάζεται. τοιαύτῃ τις ἂν χρώμενος
19. μεθόδῳ πάντα ἐξευρίσκοι τὰ σύνθετα νοσήματα τῶν
1. ὅλων ὀργάνων. ἐμοὶ δὲ ἐπεξέρχεσθαί τε καὶ συντιθέναι
2. πάντα περιττὸν ἐδόκει. μεμαθηκώς τις γὰρ τά θ’ ἁπλᾶ
3. νοσήματα πάντα καὶ τὸν τρόπον αὐτῶν τῆς συνθέσεως,
4. ἱκανὸς ἂν εἴη γυμνάζειν ἑαυτὸν ἐν τοῖς κατὰ μέρος· ὡς
5. τό γ’ ἀναγνῶναι μόνον εἰσάπαξ, ὅσα γέγραπται κατὰ τόδε
6. τὸ βιβλίον, οὐδὲν ὄφελος, εἰ μὴ μέλλοι τις ἐν αὐτοῖς ἐπὶ
7. πλεῖστον γυμνάζεσθαι.
⟨
(De diff. morb.) [n° 042 Fichtner] [GalLat]
De differentiis morborum
Περὶ διαφορᾶς νοσημάτων
Différences des maladies
The Different Kinds of Disease (Morb. Diff.)
De morborum differentiis, 1823, vol. 6, p. 836-880. urn:cts:greekLit:tlg0057.tlg041.verbatim-lat1
Johnston, 2006 (eng;grc).
De morborum differentiis, 13, ed. Kühn, 1823, vol. 6, p. 876-880. urn:cts:greekLit:tlg0057.tlg041.1st1K-grc1:13
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩