6. Ληπτέον δὴ κᾀνταῦθα ὁμολογουμένην ἀρχὴν,
7. ὡς ἅπαντες ἄνθρωποι, ἐπειδὰν μὲν τὰς ἐνεργείας τῶν τοῦ
8. σώματος μορίων εἰς τὰς κατὰ τὸν βίον πράξεις ὑπηρετούσας
9. ἀμέμπτως ἔχωσιν, ὑγιαίνειν εἰσὶ πεπεισμένοι, βλαβέντες δ’
1. ἡντιναοῦν ἐξ αὐτῶν, νοσεῖν ἐκείνῳ τῷ μέρει νομίζουσιν. εἰ
2. δὲ ταῦθ’ οὕτως ἔχει, τὴν ὑγείαν ἐν δυοῖν τούτοιν ζητητέον,
3. ἢ ἐν ταῖς κατὰ φύσιν ἐνεργείαις, ἢ ἐν ταῖς κατασκευαῖς τῶν
4. ὀργάνων, ὑφ’ ὧν ἐνεργοῦμεν· ὥστε καὶ ἡ νόσος ἢ ἐνεργείας
5. ἐστὶν, ἢ κατασκευῆς βλάβη. ἀλλ’ ἐπεὶ καὶ κοιμώμενοι, καὶ
6. ἄλλως ἐν σκότῳ καὶ ἡσυχίᾳ διάγοντες, ἢ κατακείμενοι πολλάκις
7. οὔτε τι μέρος κινοῦμεν, οὔθ’ ὅλως αἰσθανόμεθα τῶν
8. ἔξωθεν οὐδενὸς, οὐδὲν μὴν ἧττον ὑγιαίνομεν, κᾀν τούτῳ
9. δῆλον, ὡς οὐ τὸ ἐνεργεῖν ἐστι τὸ ὑγιαίνειν, ἀλλὰ τὸ δύνασθαι.
10. δυνάμεθα δὲ ἐνεργεῖν ἐκ τῆς κατὰ φύσιν κατασκευῆς·
11. ἐν ταύτῃ ἄρα τὸ ὑγιαίνειν ἐστίν. ἕξει δὴ λόγον αἰτίας ἡ
12. κατασκευὴ πρὸς τὴν ἐνέργειαν· ὥστ’, εἴτε τὴν κατὰ φύσιν
13. ἁπάντων τῶν μορίων κατασκευὴν ὑγείαν ὀνομάζειν ἐθέλοις,
14. εἴτε τὴν τῶν ἐνεργειῶν αἰτίαν, εἰς ταὐτὸν ἄμφω τὼ λόγω
15. συμβαίνουσιν. ἀλλ’ εἴπερ ἡ ὑγεία τοῦτο, δῆλον ὡς ἡ νόσος
16. τὸ ἐναντίον, ἤτοι κατασκευή τις παρὰ φύσιν, ἢ βλάβης
17. ἐνεργείας αἰτία. δῆλον δὲ ὡς, εἰ καὶ διάθεσιν εἴποις παρὰ
1. φύσιν, ὀνόματί τε χρήσῃ παλαιῷ καὶ δηλώσεις ταὐτό.
2. κατὰ πόσους δὲ τρόπους ἐξιστάμενα τὰ σώματα τοῦ κατὰ
3. φύσιν ἐμποδίζεται περὶ τὰς ἐνεργείας, εἴπερ εὕροιμεν, οὕτως
4. ἂν ἤδη τὸν ἀριθμὸν ἁπάντων τῶν ἁπλῶν νοσημάτων εὑρηκότες
5. εἴημεν. ἀρχὴ δὲ κᾀνταῦθα ὁμολογουμένη, σύμμετρον
6. μὲν εἶναι τὸ κατὰ φύσιν οὐκ ἐν ζώῳ μόνον, ἀλλὰ καὶ ἐν
7. φυτῷ καὶ σπέρματι καὶ ὀργάνῳ παντὶ, τὸ δὲ αὖ παρὰ
8. φύσιν ἄμετρον. εἴη ἂν οὖν ἡ μὲν ὑγεία συμμετρία τις, ἡ
9. δὲ νόσος ἀμετρία. τίνων οὖν ἡ νόσος ἀμετρία, σκεπτέον
10. ἐφεξῆς. ἢ δηλονότι, ὧνπερ ἡ ὑγεία συμμετρία, τούτων ἡ
11. νόσος ἀμετρία; εἰ μὲν οὖν ἐν πόρων συμμετρίᾳ τὸ ὑγιαίνειν
12. ἐστὶν, ἐν πόρων ἀμετρίᾳ γενήσεται καὶ τὸ νοσεῖν· εἰ δ’ ἐν
13. εὐκρασίᾳ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὸ
14. ὑγιαίνειν ἐστὶν, ἐν τῇ τούτων δυσκρασίᾳ καὶ τὸ νοσεῖν ἐξ
15. ἀνάγκης συμβήσεται. κατὰ ταὐτὰ δὲ, κᾂν ἐν ἄλλῳ τινὶ γένει
16. συμμέτρῳ τὸ ὑγιαίνειν ὑπάρχῃ, δῆλον ὡς καὶ τὸ νοσεῖν
1. ἐν τῷ κατ’ ἐκεῖνο τὸ γένος ἀμέτρῳ συστήσεται. πάλιν δὲ
2. δὴ τὸ αὐτὸ τοῦτ’ ἐπισκεψώμεθα λογικώτερον. ἁπλοῦν εἴ
3. τι σῶμα καὶ ἀκριβῶς ἐστιν ἓν, οὐκ ἄν ποτε δέξαιτο τὸ μᾶλλόν
4. τε καὶ ἧττον, οὐδ’ ἂν εἴη τι κατ’ ἐκεῖνο τὸ γένος ἕτερον
5. ἑτέρου βέλτιόν τε καὶ χεῖρον· εἰ δ’ ἐκ πλειόνων συγκέοιτο,
6. πολλοὶ μὲν ἂν οὕτω γε τρόποι τῆς συνθέσεως ἐν αὐτῷ γίνοιντο
7. βελτίους τε καὶ χείρους· εἴη δ’ ἂν οὕτω· καὶ αὐτὰ
8. τὰ συντιθέμενα κρείττω τε καὶ φαυλότερα· τὸ δ’ ἄριστα
9. συγκείμενον ἁπάντων ἄριστον ἂν εἴη τῶν ὁμογενῶν. ἆρ’
10. οὖν ἐν τοῖς τῶν ζώων σώμασι τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστιν,
11. ὡς τὸ μὲν ἄκρως εὐεκτικὸν εἰπεῖν, τὸ δ’ ἁπλῶς εὐεκτικὸν,
12. οὐ μὴν ἄκρως, καὶ τουτὶ μὲν ὑγιεινὸν, οὐ μὴν εὐεκτοῦν,
13. ἕτερόν δέ τι δυσαρεστούμενον, ἄλλο δὲ ἤδη νοσοῦν, καὶ τούτου
14. τὸ μὲν ἐπιεικῶς, τὸ δὲ ὀλεθρίως, καὶ τὸ μὲν μετρίως,
15. τὸ δὲ σφοδρῶς; ἢ πάντες ὁμοίως διακείμεθα νοσοῦντές τε καὶ
16. ὑγιαίνοντες; οὐκ ἔστιν εἰπεῖν. οὐκ οὖν ἕν ἐστι τὸ τῶν ζώων
17. σῶμα, καθάπερ ἢ ἄτομος ἡ Ἐπικούρειος, ἢ τῶν ἀνάρμων τι
1. τῶν Ἀσκληπιάδου· σύνθετον ἄρα πάντως. ἀλλ’ εἰ μὲν ἐξ
2. ἀτόμων, ἢ ἀνάρμων, ἢ ὅλως ἐξ ἀπαθῶν τινων σύγκειται,
3. τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῷ ποιῷ τῆς συνθέσεως ἕξει δίκην
4. οἰκίας ἐξ ἀπαθῶν μὲν λίθων συγκειμένης, οὐ μὴν ἐν τῇ
5. συνθέσει γε πάντῃ κατορθουμένης. εἰ δὲ εἶεν οἷοί τε πάσχειν
6. τι καὶ οἱ λίθοι, πολυειδέστερον ἂν οὕτω γε τὸ μᾶλλόν τε
7. καὶ ἧττον ὑπάρχοι κατὰ τὴν οἰκίαν. εἰ δὲ καὶ αὐτὰ τὰ στοιχεῖα
8. τῶν ἡμετέρων σωμάτων ἀλλοιοῦσθαί τε καὶ πάσχειν
9. πέφυκεν, οὐ μόνον ἂν ἐν τῇ συνθέσει τε καὶ οἷον διαπλάσει
10. τῶν μορίων, ἀλλὰ καὶ δι’ ὅλων ἑαυτῶν τὸ μᾶλλόν τε καὶ
11. ἧττον ἐπιδέχοιτ’ ἄν. καὶ δὴ καὶ νοσήσει δηλονότι δι’ ὅλων
12. ἑαυτῶν εἴδη τοσαῦτα νοσημάτων ἁπλᾶ τε καὶ πρῶτα
13. καὶ οἷον στοιχεῖα τῶν ἄλλων, ὅσαπερ ἂν ᾖ τὰ συντιθέντα.
14. τοῦτο δὲ τὸ δι’ ὅλων οὐκ ἐν τοῖς ἀπαθέσιν
15. ἐστὶ στοιχείοις· οὐ γὰρ ἐνδέχεται παθεῖν τι τὴν ἄτομον
16. αὐτὴν, ἀλλ’ ἐν τῇ συνθέσει τε καὶ διαπλάσει τὸ
17. πάθημα.
⟨
(De diff. morb.) [n° 042 Fichtner] [GalLat]
De differentiis morborum
Περὶ διαφορᾶς νοσημάτων
Différences des maladies
The Different Kinds of Disease (Morb. Diff.)
De morborum differentiis, 1823, vol. 6, p. 836-880. urn:cts:greekLit:tlg0057.tlg041.verbatim-lat1
Johnston, 2006 (eng;grc).
De morborum differentiis, 2, ed. Kühn, 1823, vol. 6, p. 836-840. urn:cts:greekLit:tlg0057.tlg041.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩