1. Ἔστι δὲ δύο τὰ πρῶτα πάθη, τὸ μὲν εὐρύτης
2. τις πόρων, τὸ δὲ στέγνωσις. ἀπαθῶν γὰρ ὑποκειμένων
3. τῶν πρώτων στοιχείων, ἐν τῇ συνθέσει μόνῃ τὰ
4. παθήματα· συνθέσεως δὲ πάσης αἱ προειρημέναι διαφοραί.
5. ὥστ’ ἀναγκαῖον ἐῤῥῶσθαι μὲν ἕκαστον τῶν ὁμοιομερῶν,
6. ὁπόταν ἡ συμμετρία τῶν πόρων αὐτοῦ φυλάττηται, διαφθειρομένης
7. δὲ ταύτης ἐξίστασθαι τοῦ κατὰ φύσιν. ἀλλ’
8. ἐπειδὴ συμμετρίας ἁπάσης ἡ διαφορὰ διττὴ, (τὸ μὲν γὰρ
9. ὑπερβολὴ, τὸ δὲ ἔλλειψις,) δῆλον, ὡς καὶ τὰ πρῶτα νοσήματα
10. τῶν ἁπλῶν σωμάτων ἔσται διττὰ, τὸ μὲν εὐρύτης τις
11. πόρων, τὸ δὲ στέγνωσις. καὶ ὀστοῦν δὴ καὶ σὰρξ καὶ τῶν
12. ἄλλων ἕκαστον τῶν ἁπλῶν σωμάτων πρὸς τὴν αἴσθησιν,
13. εἰ μὲν στεγνότερον ἢ μανότερον εἴη τοῦ συμμέτρου, κακῶς
14. διακεῖσθαι φήσομεν, εἰ δ’ ἐν τῷ μέσῳ τῆς ὑπερβολῆς ἑκατέρας,
15. ὡς ἂν μάλιστα συμφέρῃ ταῖς χρείαις αὐτῶν, ἄκρως
16. ὑγιαίνειν ἐροῦμεν τηνικαῦτα· τὰ δὲ ἐφ’ ἑκάτερα τῆς ἀκριβοῦς
17. συμμετρίας βραχείας ἐκτροπὰς οὐδέπω μὲν εἶναι νόσους,
1. ἔστ’ ἂν μηδέπω βλάβην αἰσθητὴν ἐνεργείας τινὸς ἀπεργάζωνται·
2. πολὺ δ’ ἐν ταύταις ὑπάρχειν τὸ μᾶλλόν τε καὶ ἧττον,
3. ὡς ἂν ἱκανὸν ἐχούσης διάστημα τῆς νοσώδους ἀμετρίας
4. παρὰ τὴν ἀκριβῶς ὑγιεινὴν συμμετρίαν· ἐν τούτῳ δὴ παντὶ
5. τῷ πλάτει τὰς τῶν ὑγιαινόντων συνίστασθαι διαφοράς·
6. ἐν δὲ τῷ μετὰ τοῦτο, τῷ τῆς αἰσθητῆς ἀμετρίας, τὰς νόσους,
7. ἄχρις ἂν ἐπ’ ἐκείνην ἀφίκωνται τὴν ἀμετρίαν, ἥτις
8. ἤδη φθορὰν ἐργάζεται τοῦ μορίου. οὐ γὰρ δὴ μέχρι γε παντὸς
9. στεγνοῦσθαί τε καὶ μανοῦσθαι τὰ τῶν ζώων σώματα
10. πέφυκεν, ἀλλ’ ἔστι τις κᾀνταῦθα ὅρος, οὗ περαιτέρω προελθεῖν
11. αὐτοῖς ἄνευ διαλύσεώς τε καὶ φθορᾶς ἀδύνατον.
12. ἡ μὲν δὴ τῶν ἀπαθῶν στοιχείων ὑπόθεσις ὧδε ἔχει.
13. Τῶν δὲ πάσχειν ὑποτιθεμένων αὐτὰ, καὶ μέντοι καὶ
14. δρᾷν εἰς ἄλληλα, καὶ κεράννυσθαι δι’ ὅλων, ὅσαπερ ἂν
15. ὑπόθηταί τις εἶναι τὰ πρῶτα στοιχεῖα, τοσαῦτα ἐξ ἀνάγκης
16. ἐρεῖ καὶ τὰ πρῶτα νοσήματα. φέρε γὰρ εἶναι τὰ πρῶτα
17. στοιχεῖα τέτταρα, τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν,
1. καὶ τὸ ὑγρὸν, ἐκ τούτων δὲ κεραννυμένων ἀλλήλοις συμμέτρως
2. μὲν ὑγιαίνειν τὸ ζῶον, ἀμέτρως δὲ νοσεῖν. ἔσται
3. δὴ καὶ τὰ πρῶτα νοσήματα τέτταρα, τό θ’ ὑπὲρ τὴν κατὰ
4. φύσιν συμμετρίαν πρῶτον θερμὸν, καὶ δεύτερον τὸ ψυχρὸν,
5. καὶ τρίτον τὸ ὑγρὸν, καὶ τέταρτον τὸ ξηρόν. αὗται μὲν
6. καὶ αἱ κατὰ τὴν δευτέραν ὑπόθεσιν νόσοι τῶν ὁμοιομερῶν
7. ὀνομαζομένων σωμάτων, ἃ δὴ καὶ τελέως ἁπλᾶ φαίνεται.
8. Τὰ δὲ τῶν συνθέτων ἐν ἡμῖν ὀργάνων νοσήματα κοινὰ
9. τῶν ὑποθέσεων ἑκατέρων ἐστίν. ἐπέλθωμεν οὖν καὶ ταῦτα
10. διὰ βραχέων, αὐτὸ τοῦτο πρῶτον ἐπιδεικνύντες, ὅπως ἐστὶ
11. κοινά. δεομένου δὴ παντὸς τοῦ πρὸς αἴσθησιν συνθέτου
12. σώματος, ὃ δὴ καὶ ἀνομοιομερὲς ὀνομάζουσιν, εἰ μέλλοι καλῶς
13. ἐνεργήσειν, οὔτ’ ἐξ οἵων ἔτυχε συγκεῖσθαι μορίων τῶν
14. ἁπλῶν, οὔτ’ ἐξ ἀριθμοῦ τινος ἢ μεγέθους οὐ προσήκοντος,
15. οὔθ’ ὃν ἔτυχε τρόπον συνθέσεως ὑπάρχειν, ἐν τέσσαρσι
16. τούτοις γένεσι τὰ τῶν ὀργάνων ἁπάντων ἔσται νοσήματα.
17. διαφοραὶ δὲ καθ’ ἕκαστον γένος αἵδε. κατὰ μὲν τὸ πρῶτον
1. ῥηθὲν, ὅταν ἡ προσήκουσα μορφὴ τοῦ μορίου διαφθείρηται,
2. ἢ σχῆμα μὴ δέον, ἢ κοιλότητα λαβόντος, ἢ πόρον, ἤ
3. τι τούτων ἀπολέσαντος, ὧν εἶναι δέον. ἐκ τούτου τοῦ γένους
4. ἐστὶ καὶ ἡ τραχύτης αὐτοῦ καὶ ἡ λειότης οὐ προσηκόντως
5. ὑπαλλαττόμεναι. ἐν δὲ τῷ δευτέρῳ γένει, τῷ κατὰ
6. τὸν ἀριθμὸν τῶν ἁπλῶν καὶ πρώτων μορίων, διττὴ νοσημάτων
7. ἔσται διαφορὰ, ἢ ἐλλείποντός τινος ὧν εἶναι δέον,
8. ἢ πλεονάζοντος ὧν οὐκ εἶναι δέον. καὶ μὲν δὴ κᾀν τῷ
9. τρίτῳ γένει, τῷ κατὰ τὸ μέγεθος, ὁμοίως διττὴ νοσημάτων
10. ἔσται διαφορά. μεῖζον γὰρ εἴτι γένοιτο, δεόμενον ἔλαττον
11. ὑπάρχειν, ἢ αὖθις ἔλαττον ἀποτελεσθείη, μεῖζον εἶναι δεόμενον,
12. οὐκ ὀρθῶς ἂν ἔχοι τὸ σύμπαν ὄργανον. ἐν δὲ δὴ
13. τῷ λοιπῷ γένει τῶν νοσημάτων, τῷ κατὰ τὴν σύνθεσιν,
14. ἤτοι τῆς κατὰ φύσιν ἐξαλλαττομένης θέσεως, ἢ τῆς πρὸς
15. ἄλληλα τῶν μορίων κοινωνίας, αἱ διαφοραὶ συστήσονται.
16. ὥσπερ δ’ ἐκ τῶν ἁπλῶν σωμάτων ἕκαστον τῶν πρώτων
17. ὀργάνων ἢ κατορθοῦται συντιθέμενον ἢ διαμαρτάνεται,
18. καὶ ἐκ τούτων αὐτῶν τό θ’ ὑγιαίνειν ὑπάρχει καὶ τὸ νοσεῖν,
1. οὕτω πάλιν ἐξ αὐτῶν τούτων τῶν ὀργάνων τῶν
2. πρώτων τὰ δεύτερα συνίσταται. μῦς μὲν γὰρ καὶ φλὲψ
3. καὶ ἀρτηρία τῶν πρώτων ὀργάνων, δάκτυλος δὲ τῶν δευτέρων,
4. καὶ τούτου μᾶλλον ἔτι ποὺς καὶ ποδὸς τὸ σκέλος.
5. καθόλου γὰρ, ὅσα μὲν ἐκ τῶν ὁμοιομερῶν συνελθόντων
6. ἐγένετο μιᾶς ἐνεργείας ἕνεκεν, ἐν τοῖς πρώτοις ὀργάνοις
7. ἀριθμηθήσεται, τὰ δ’ ἐκ τούτων πάλιν συντιθέμενα, κᾂν
8. ὅτι μάλιστα μίαν ἐργάζηται τοῦ παντὸς ὀργάνου τὴν ἐνέργειαν,
9. ἐν τοῖς δευτέροις τετάξεται. τὰ δὲ αὐτὰ ταῦτα
10. καὶ τούτων τῶν ὀργάνων ἔσται νοσήματα τοῖς ἐπὶ τῶν
11. πρώτων εἰρημένοις. ἀλλὰ περὶ μὲν τῶν ὀργάνων τῆς
12. διαφορᾶς ἐν ἑτέρῳ διῄρηται λόγῳ, τίνα μὲν ἀκριβῶς ἐστι
13. τὰ πρῶτα, τίνα δ’ ἐπ’ αὐτοῖς δεύτερά τε καὶ τρίτα καὶ
14. τέταρτα τίθεσθαι προσῆκεν. ἔνια γὰρ ἐπαμφοτερίζει τοῖς
15. γνωρίσμασιν, ὡς καὶ πρῶτα δοκεῖν εἶναι καὶ δεύτερα.
16. δεῖται δὲ οὐδὲ ὅ γε παρὼν λόγος τῆς τοιαύτης ἀκριβολογίας·
17. εἰς ἓν δὲ τοῦτ’ ἀποβλέπειν ἀξιῶ, εἴθ’ ἁπλοῦν ἐστιν
18. ὡς πρὸς τὴν αἴσθησιν, εἴτε σύνθετον τὸ μόριον. τοῦ μὲν
1. γὰρ ἁπλοῦ τὰ πρῶτα ῥηθέντα νοσήματα τῇ διαφορᾷ τῶν
2. φυσικῶν στοιχείων εἰσὶ διωρισμένα, τοῦ συνθέτου δὲ τὰ
3. δεύτερα, κοινὰ τῶν ὑποθέσεων ὑπάρχοντα. γένος δ’ οὐδέν
4. ἐστι νοσήματος οὔτε ἐν τοῖς ἁπλοῖς σώμασιν οὔτ’ ἐν
5. τοῖς συνθέτοις ἴδιον ἑκατέρων· ἡ γὰρ τῆς διαιρέσεως μέθοδος
6. ἐνδείκνυται τὸ ἀδύνατον· ἀλλ’ ἓν ἔτι ἐστὶ κοινὸν
7. ἁπάντων τῶν σωμάτων καὶ τῶν συνθέτων, εἴτ’ οὖν τῶν
8. πρώτων ὀργάνων, εἴτε καὶ τῶν δευτέρων, εἴτε καὶ τῶν
9. τρίτων ὑπάρχει τὸ νῦν λεχθησόμενον. μέθοδος δὲ καὶ
10. τούτου τῆς εὑρέσεως τὸ κοινῇ πᾶσι τοῖς εἰρημένοις ὑπάρχον
11. μορίοις. εἰ γὰρ ὑπάρχει τι κοινὸν αὐτοῖς ἐν τῷ κατὰ
12. φύσιν ἔχειν, ὡς ἐνέργειαν ἢ χρείαν τινὰ τῷ ζώῳ παρεχόμενον,
13. πάντως δήπου καὶ διαφθειρομένου τούτου κοινὸν
14. αὐτοῖς τι καὶ νόσημα συστήσεται. τί δὲ τοῦτ’ ἔστι τὸ
15. πᾶσιν ὑπάρχον κοινόν; ἕνωσις τῶν ἰδίων μορίων, ἧς ἕκαστον
16. μεταλαβὸν ἓν εἶναι λέγεται καὶ μίαν ἐνέργειαν ἢ
17. χρείαν ἀποτελεῖν. εἰ δὲ καὶ ἥδε λύοιτο κατά τι, νόσος
18. καὶ τοῦτ’ ἔστι τοῦ μέρους. οἷον δέ τι καθ’ ἕκαστον τῶν
1. μορίων ἡ νόσος ἥδε κέκτηται τοὔνομα, μικρὸν ὕστερον
2. ἐροῦμεν, ὅταν καὶ τὰς τῶν εἰρημένων γενῶν διαφορὰς εἰς
3. τὰ κατὰ μέρος εἴδη διελώμεθα.