4. Καὶ δὴ ποιῶμεν ἤδη τοῦτο πάλιν ἀπὸ
5. τῆς προτέρας ὑποθέσεως ἀρξάμενοι. δύο οὖν ἐν ταύτῃ
6. τῶν ὁμοιομερῶν σωμάτων ὑπῆρχε νοσήματα ἐν πόρων ἀμετρίᾳ
7. συνιστάμενα, τὸ μὲν εὐρύτης τις αὐτῶν οὖσα, τὸ
8. δὲ στέγνωσις. ἑκατέρου δὲ τούτων ἡ διαφορὰ διττή.
9. στεγνώσεως μὲν οὖν συνίζησίς τε τοῦ σώματος εἰς ἑαυτὸ
10. πανταχόθεν, καὶ αὐτῶν τῶν πόρων ἔμφραξις· εὐρύτητος
11. δὲ τοῦ μὲν σώματος εἰς πᾶν μέρος ἔκτασις, αὐτῶν δὲ
12. τῶν πόρων οἷον ἀναπέτειά τις οὖσα ἐκπτώσει τῶν στοιχείων,
13. ἃ δὴ καὶ κυρίως σώματα προσαγορεύεσθαι φασὶν
14. ἁπλᾶ τε καὶ πρῶτα ὑπάρχοντα· τὰ γὰρ ἐκ τούτων συντιθέμενα
15. συγκρίματα καλοῦσιν. ἐπὶ δὲ τῆς δευτέρας ὑποθέσεως
16. ἡ διαφορὰ τῶν νοσημάτων διττὴ τυγχάνει, ποτὲ
17. μὲν δὴ ταῖς ποιότησι μόναις ἀλλοιουμένων τῶν ὁμοιομερῶν
18. σωμάτων, ἔστιν ὅτε δὲ ῥυείσης εἰς αὐτά τινος οὐσίας τὰς
1. εἰρημένας ἐχούσης ποιότητας. ὁ μὲν δὴ δεύτερος τρόπος,
2. ὄγκον περὶ τοῖς σώμασιν ἐργαζόμενος, ὑπ’ οὐδενὸς ἀγνοεῖται
3. τῶν ἰατρῶν. ἐρυσιπέλατα γὰρ, καὶ φλεγμοναὶ, καὶ
4. οἰδήματα, καὶ φύματα, καὶ φύγεθλα, καὶ χοιράδες, ἐλεφαντιάσεις
5. τε καὶ ψῶραι, καὶ λέπραι, καὶ ἀλφοὶ, καὶ
6. σκίῤῥοι τούτου τοῦ γένους εἰσὶν, οὐδένα λαθεῖν δυνάμενα.
7. τὰ δ’ ἐν τῇ τῶν ποιοτήτων αὐτῶν μόνῃ δυσκρασίᾳ
8. συνιστάμενα νοσήματα δυσφωρατότερα, πλὴν εἰ μὴ
9. μεγάλη ποθ’ ἡ τοῦ μέρους εἰς τὸ παρὰ φύσιν ἐκτροπὴ
10. γένοιτο. τηνικαῦτα γὰρ ἅπασιν ἤδη γνωρίζεται ῥᾳδίως, ἐπὶ
11. μὲν ὅλου τοῦ σώματος ὀνομαζομένη πυρετὸς, ἐπειδὰν
12. τὸ θερμὸν κρατῇ, καὶ κατὰ τὰ μόρια δ’ ἐναργῶς ἐνίοτε φαινομένη.
13. καὶ γὰρ καὶ σκέλη τοῖς πλείω περιπατήσασιν ἀήθως,
14. καὶ χεῖρες, εἴ τις ταύταις πονήσειεν ἐπιπλέον, ἢ ἐρέσσων,
15. ἢ σκάπτων, ἤ τι τοιοῦτον διαπραττόμενος, ἐναργῶς φαίνονται
16. θερμότεραι καὶ αὐτοῖς τοῖς κάμνουσι, καὶ τοῖς
17. ἔξωθεν ἁπτομένοις αὐτῶν. ἐὰν μέντοι τις ὄγκος μέγας
18. προσγένηται τοῖς μορίοις, ἐπιῤῥυείσης τινὸς οὐσίας αὐτοῖς
1. θερμῆς, ἐκ τῆς δευτέρας ἔσται διαφορᾶς τῶν νοσημάτων.
2. ἐκ δὲ τῆς πρώτης ταῦτά τε πάντα τὰ νῦν εἰρημένα καὶ
3. ἢ καθ’ ἓν ὁτιοῦν μέρος, ἢ τὸ σῶμα τοῦ ζώου σύμπαν,
4. ἢ ἐξ ἐγκαύσεως ἡλίου, ἢ παρὰ πυρὶ θάλψεως ὑπολειπομένη
5. συνίσταται διάθεσις, οἷαι καὶ αἱ τυφώδεις καὶ πυρετώδεις
6. ὀνομαζόμεναι. τοῦ δὲ ἐναντίου τῷ θερμῷ νοσήματος
7. τοῦ ψυχροῦ περὶ μὲν τοῖς ἄκροις ἐναργῶς ἡ διάθεσις
8. συνίσταται πολλάκις οὕτως, ὥστε καὶ ἀποπεσεῖν αὐτὰ
9. νεκρωθέντα, περὶ δὲ τῷ σύμπαντι σώματι, οἵα τοῖς ὁδοιπορήσασιν
10. ἐν κρύει καρτερῷ γίνεται. πολλοὶ γὰρ τούτων,
11. οἱ μὲν ἐν αὐταῖς ταῖς ὁδοῖς ἀπέθανον, οἱ δὲ εἰς πανδοχεῖον,
12. πρὶν ἢ οἴκαδε παραγενέσθαι φθάσαντες, ἡμιθνῆτές
13. τε καὶ κατεψυγμένοι φαίνονται. γίγνεται δὲ καὶ τοῖς ἀποπληκτικοῖς,
14. καὶ τοῖς ἐπιληπτικοῖς, καὶ τοῖς τρομώδεσι,
15. καὶ τοῖς σπασμώδεσιν ἡ τοιαύτη πολλάκις διάθεσις. καὶ
16. τῶν ὑπὸ κρύους ἐν ὁδοῖς ἀποθανόντων οἱ μὲν ἐμπροσθοτόνοις,
17. οἱ δὲ ὀπισθοτόνοις, οἱ δὲ τετάνοις, οἱ δὲ ταῖς
18. καλουμέναις πήξεσιν ἑάλωσαν, οἱ δὲ ἀποπληξίᾳ τι παραπλήσιον
19. ἔπαθον. ἐν δὴ τοῖς τοιούτοις ἅπασιν, ἐν οἷς
1. ἐπιγίγνεταί τι σύμπτωμα, περιέλκει τὴν διάνοιαν τῶν πολλῶν
2. ἐφ’ αὑτὸ, ὡς τὸ μὲν σύμπτωμα νόσημα νομίζεσθαι,
3. τὸ νόσημα δ’ αὐτὸ τὴν αἰτίαν τοῦ συμπτώματος. ὅσοις
4. μέντοι τῶν ἐνεργειῶν αἱ βλάβαι νοσήματα νομίζονται, κατὰ
5. λόγον οὗτοι καὶ τοὺς σπασμοὺς, καὶ τὰς ἀναισθησίας,
6. καὶ τὰς νάρκας, καὶ τὰ ἄλλα τὰ τοιαῦτα νοσήματα καλοῦσιν.
7. ἀλλ’ ἡμῖν ἐν ἀρχῇ διῄρηται περὶ τῶν ὀνομάτων,
8. ὥστε γνωρίζειν ἐπὶ τῶν τοιούτων ἁπάντων, οὐκ ἐν τοῖς
9. πράγμασιν αὐτοῖς εἶναι τὴν διαφωνίαν, ἀλλὰ ἐν τοῖς ὀνόμασιν.
10. ἐκείνους μέντοι μέμψαιτ’ ἄν τις μόνους, ὅσοι μὴ
11. διαφυλάττουσιν ἐν ἅπασι τὴν σφετέραν ὑπόθεσιν, ἀλλ’
12. οἴονται σοφόν τι πράττειν, καίτοι γε πλημμελοῦντες.
13. ἔστι γὰρ αὐτῶν ἀκοῦσαι διοριζομένων ἐνίοτε καὶ φασκόντων,
14. εἰ μὲν ἐπὶ φλεγμονῇ γίγνοιτο σπασμὸς, ἐπιγέννημά τε
15. καὶ σύμπτωμα εἶναι τῆς φλεγμονῆς αὐτὸν, εἰ δ’ ἐπὶ
16. δυσκασίᾳ μόνῃ, νόσημα. ταὐτὸ δὴ τοῦτο καὶ ἐπὶ πυρετοῦ
17. ποιοῦσιν, ἐπειδὰν. μὲν ἐπιγίγνηταί τινος μέρους αἰσθητὴ
18. διάθεσις, σύμπτωμα νομίζοντες, εἰ δ’ ἄλλως, νόσημά
19. τε καὶ πάθος προσαγορεύοντες. τούτους μὲν οὖν μεμπτέον,
1. οὐκ ἀναμένοντας τὸν ἔξωθεν ἔλεγχον, ἀλλ’ αὐτοὺς ἑαυτοῖς
2. περιπίπτοντας. ὅσοι δ’ ἤτοι τὰς βλάβας τῶν ἐνεργειῶν
3. ὑποθέμενοι προσαγορεύειν νοσήματα διὰ παντὸς οὕτω
4. ποιοῦσιν, ἢ καί τι τοιοῦτον ἄλλο παρορῶσιν, ἐν ὀνόμασιν
5. ἐσφάλθαι χρὴ νομίζειν αὐτοὺς, οὐδὲν δὲ εἰς τὰ πράγματα
6. πλημμελεῖν. εἴρηται δ’ ἐπὶ πλέον ὑπὲρ ἁπάντων
7. τῶν ἰατρικῶν ὀνομάτων ἑτέρωθι, καὶ ὅστις ὀρθῶς αὐτοῖς
8. βούλεται χρῆσθαι, τὴν πραγματείαν ἐκείνην ἀναλεγέσθω.
9. νῦν δὲ (περὶ γὰρ αὐτῶν τῶν πραγμάτων πρόκειται σκοπεῖσθαι)
10. τῇ προειρημένῃ συνθήκῃ τῶν ὀνομάτων ἑπόμενοι
11. τῶν ἐφεξῆς ἐχώμεθα. περὶ μὲν δὴ τῶν χωρὶς ὕλης ἐπιῤῥύτου
12. θερμῶν καὶ ψυχρῶν διαθέσεων εἴρηται. κατὰ
13. δὲ τὸν αὐτὸν τρόπον τά θ’ ὑγρὰ καὶ ξηρὰ νοσήματα
14. γενήσεται, τῆς ὅλης φύσεως ἀλλοιουμένης τῶν σωμάτων,
15. οὐκ ἔξωθεν οὐσίαν τινὰ εἰς ἑαυτὰ δεχομένων. αἱ μὲν οὖν
16. μικραὶ παραλλαγαὶ δυσφώρατοι, τὰς μεγάλας δ’ ἔστιν
17. ἐναργῶς ἰδεῖν ἐπὶ τῶν νεκρουμένων μάλιστα μορίων.
18. ἔνια μὲν γὰρ αὐτῶν οἷον τεταριχευμένα φαίνεται καὶ
1. πάνυ ξηρὰ, καὶ τοῦτο μὲν σπανιώτερον· ἔνια δὲ οὕτω
2. βρυώδη τε καὶ πλαδαρὰ καὶ θεωμένοις φαίνεται καὶ
3. ἁπτομένοις, ὥστ’, εἰ καὶ μόρια αὐτῶν ἐθέλοις μεταχειρίσασθαι,
4. διαῤῥεῖ παραχρῆμα, καὶ τῶν δακτύλων ἐκπίπτει
5. καθάπερ ὕδωρ. οὕτω καὶ τῶν ὀστῶν τῶν σαπρῶν τὰ
6. μὲν οἷον ψάμμος φαίνεται, τοῖς ὑπὸ χρόνου διεφθαρμένοις
7. ξύλοις ἐοικότα, τὰ δὲ οἷον βρυώδη, ὧν ἡ τῆς
8. δυσκρασίας ἀμετρία, δι’ ὑγρότητα ἢ ξηρότητα γενομένη,
9. τὸ σύμπαν ὀστοῦν ἐνέκρωσεν. αἱ δ’ ἄλλαι πᾶσαι δυσκρασίαι
10. τῶν μορίων αἱ βραχεῖαι, λανθάνουσαι τοὺς πολλοὺς,
11. ἀτονίαι πρὸς αὐτῶν ὀνομάζονται. φλεγμονῆς μὲν γὰρ
12. ἢ ἕλκους ἤ τινος ἄλλου τοιούτου κατὰ τὴν κοιλίαν
13. ὑπάρχοντος, οὐδεμίαν ἑτέραν ἐπιζητοῦσι τοῦ μὴ πέττειν
14. αἰτίαν. εἰ δὲ μηδὲν εἴη τῶν τοιούτων, ἀτονίαν
15. εἶναι φασὶ τῆς κοιλίας, ὥσπερ ἕτερόν τι λέγοντες αὐτοῦ
16. τοῦ φανερῶς γιγνομένου, τοῦ μὴ πέττεσθαι καλῶς τὰ
17. σιτία. τί γὰρ ἄλλο τὴν ἀτονίαν αὐτοὺς λέγειν ἄν τις
18. ὑπολάβοι πλὴν τῆς κατὰ τὴν ἐνέργειαν ἀῤῥωστίας;
1. ἀλλ’ οὐ τοῦτ’ ἔστι τὸ ζητούμενον, ἀλλὰ τίς ἡ ταύτης
2. τῆς ἀτονίας αἰτία. διὰ τί γὰρ ἀῤῥωστεῖ περὶ τὸ ἴδιον
3. ἔργον ἡ γαστὴρ, μήτε φλεγμαίνουσα, μήτε σκιῤῥουμένη,
4. μήθ’ ἡλκωμένη, μήτ’ ἄλλο μηδὲν ἔχουσα τοιοῦτον; οὐ
5. γὰρ δή γε χωρὶς αἰτίας τινὸς ἐστέρηται τοῦ πέττειν καλῶς.
6. πάντως οὖν ἢ πόρων ἀμετρίαν ἢ δυσκρασίαν αἰτιατέον·
7. ᾧ καὶ δῆλον, ὡς οὐδὲν τῶν πράτων νοσημάτων,
8. ὅσα τῶν ὁμοιομερῶν ἐστιν αὐτῶν ἴδια, λογικῶς θεραπεῦσαι
9. δυνήσονται χωρὶς τοῦ περὶ τῶν πρώτων τι ἐπεσκέφθαι
10. στοιχείων. ἀλλὰ πρὸς μὲν τούτους ἐν ἑτέροις εἴρηται
11. τὰ εἰκότα· τὸ δέ γε νῦν εἶναι χρὴ γινώσκειν, ὡς
12. καὶ γαστρὸς ἀτονίαν, καὶ φλεβὸς, καὶ ἀρτηρίας, καὶ μυὸς,
13. καὶ παντὸς ἁπλῶς ὀργάνου ζωτικοῦ τε καὶ ψυχικοῦ ἢ διά
14. τινα πόρων ἀμετρίαν ἢ δυσκρασίαν ἀναγκαῖον ὁμολογεῖν
15. γίγνεσθαι. πῶς δὲ χρὴ τὰς τοιαύτας αὐτῶν διαθέσεις γνωρίζειν,
16. οὐ τοῦ νῦν ἐνεστῶτός ἐστι λόγου· πρόκειται γὰρ
17. οὐ διαγνώσεις εἰπεῖν, ἀλλ’ αὐτὰ τὰ πρῶτα καταριθμήσασθαι
1. νοσήματα. καὶ μοι δοκεῖ τὸ μὲν τῶν ὁμοιομερῶν εἰρῆσθαι
2. πάντα.
⟨
(De diff. morb.) [n° 042 Fichtner] [GalLat]
De differentiis morborum
Περὶ διαφορᾶς νοσημάτων
Différences des maladies
The Different Kinds of Disease (Morb. Diff.)
De morborum differentiis, 1823, vol. 6, p. 836-880. urn:cts:greekLit:tlg0057.tlg041.verbatim-lat1
Johnston, 2006 (eng;grc).
De morborum differentiis, 5, ed. Kühn, 1823, vol. 6, p. 848-855. urn:cts:greekLit:tlg0057.tlg041.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩