10. Διὰ τοῦτ’ οὖν οἵ τε βλαισοὶ καὶ ῥαιβοὶ
11. καὶ οἱ λείας ἔχοντες τὰς βάσεις χεῖρον ἐνεργοῦσι τοῖς σκέλεσιν
12. ἁμαρτίᾳ τοῦ προσήκοντος σχήματος. οὕτω δὲ καὶ
13. ὅσοι κάταγμα σχόντες οὐκ ὀρθῶς διεπλάσθησαν, οὐδ’
14. αὐτοὶ καλῶς ἐνεργοῦσι τῷ κώλῳ. κακῶς δὲ καὶ ὅσοι διὰ
15. μέγεθος ἀρθρίτιδος ἐξεστράφησαν, ἢ, τῶν ὀφρύων περιθραυσθεισῶν
16. τῶν κατὰ τὰς διαρθρώσεις, ἑτοίμως ὑπερβαῖνον
17. καὶ ἐκπῖπτον ἔσχον τὸ ἄρθρον, ἢ, πώρου κατ’
1. αὐτὸ πλείονος ἐπιτραφέντος ἐν ταῖς τοιαύταις διαθέσεσι,
2. δυσκίνητον ὑπὸ στενοχωρίας τὴν ὅλην ἔσχον διάρθρωσιν.
3. αὗται μὲν οὖν ἐπίκτητοι κακίαι σχημάτων. σύμφυτοι δὲ
4. κυουμένων ἔτι κατὰ τὴν πρώτην διάπλασιν ἐμποδισθεῖσαν
5. ἐν ἅπαντι μορίῳ τοῦ σώματος γίγνονται, νοσῶδες
6. ἐκείνῳ τῷ μορίῳ τὸ ζῶον ἐργαζόμεναι. χρὴ γὰρ καὶ τὸ
7. τῆς καρδίας σχῆμα, καὶ τὸ τοῦ πνεύμονος, καὶ τὸ τῆς
8. γαστρὸς, ἐγκεφάλου τε καὶ γλώσσης, καὶ σπληνὸς, καὶ νεφρῶν,
9. καὶ τῶν ἄλλων ἁπάντων φυλάττεσθαι· γενομένης
10. γάρ τινος βλάβης ἀμφ’ αὐτὰ, χεῖρον ἀνάγκη καὶ τὸ οἰκεῖον
11. ἔργον ἀποτελεῖσθαι τοῦ σύμπαντος ὀργάνου. καὶ
12. μὴν καὶ τὸ τῶν κοιλοτήτων ἁπασῶν τῶν κατὰ τὰ μόρια
13. μέγεθός τε καὶ πλῆθος εἰ μὴ φυλάττοιτο, βλάπτοιτο ἂν
14. ἐξ ἀνάγκης καὶ διὰ ταῦθ’ ἡ ἐνέργεια. πολλὰ δὲ τὰ τοιαῦτα
15. νοσήματα, τὰ μὲν συμφύσει τινὶ, τὰ δὲ ἐμφράξει
16. γλίσχρων ὑγρῶν καὶ παχέων συνιστάμενα, τὰ δ’ αὖ αὐαινομένων
17. τῶν σωμάτων, ἢ στενοχωρουμένων ὑπό τινος τῶν
18. περικειμένων, ἐμπίπτοντος αὐτοῖς καὶ θλίβοντος. ἐνίοτε
1. δὲ καὶ αὐτῶν τῶν τοὺς τοιούτους πόρους ἐχόντων σωμάτων
2. ἡ οὐσία σκιῤῥουμένη τε καὶ φλεγμαίνουσα, καὶ σφακελίζουσα,
3. καὶ διαπυϊσκομένη, καὶ οἰδισκομένη, καὶ ἄλλως
4. ὁπωσοῦν ἐπίκτητον μέγεθος προσλαμβάνουσα, κᾄπειτα τὸν
5. ὄγκον εἰς τὰς ἐντὸς ἀποχέουσα κοιλότητας, ἐμφράττει τοὺς
6. πόρους, ἑτέρους ὄντας τούτους ἐκείνων τῶν πόρων, ὧν
7. οἱ τῆς προτέρας αἱρέσεως ἡγεμόνες ὑπετίθεντο κατὰ τὴν
8. τῶν πρώτων καὶ ἀπαθῶν στοιχείων σύνοδον γίνεσθαι.
9. τοὺς γὰρ τῶν ἐντέρων, καὶ φλεβῶν, καὶ ἀρτηριῶν, καὶ
10. πάντων τῶν τοιούτων ὀργάνων πόρους, τούτους δὴ τοὺς
11. μεγάλους τε καὶ σαφεῖς ἅπαντες ἐναργῶς ὁρῶμεν. εἰ δὲ
12. καὶ διαλανθάνοι ποτὲ τὴν αἴσθησιν ὑπὸ σμικρότητος ὁ
13. τοιοῦτος πόρος, οὐδ’ οὗτος ἐκ ταὐτοῦ γένους ἐστὶν
14. ἐκείνοις τοῖς πόροις, οὓς ἡ προτέρα τῶν αἱρέσεων ὑπετίθετο.
15. κατὰ δὴ τὰς τοιαύτας ἁπάσας διαθέσεις, ἐν αἷς,
16. τῶν σωμάτων αὐτῶν εἰς ὄγκον τινὰ ἀρθέντων, ἀποκλείεσθαί
17. τε καὶ στενοχωρεῖσθαι τοὺς πόρους συμβαίνει, ποτὲ
18. μὲν ἓν ἔσται νόσημα μόνον, ἡ ἔμφραξις ἡ τὴν ἐνέργειαν
19. βλάπτουσα, ποτὲ δὲ καὶ τοῦτο μὲν, ἀλλὰ καὶ ἡ τῶν
1. σωμάτων διάθεσις ἡ τὴν ἔμφραξιν ἐργασαμένη. μηδεμίαν
2. οὖν ἔχοντος ἰδίαν ἐνέργειαν τοῦ τὸν ὄγκον κεκτημένου
3. σώματος, ἓν μὲν τὸ νόσημα ἔσται τὸ κατὰ τὴν ἔμφραξιν,
4. αἰτία δὲ αὐτοῦ καὶ οὐκ ἔτι νόσημά ἐστιν ἡ τοῦ
5. τὸν ὄγκον ἔχοντος σώματος διάθεσις. εἰ μὲν γὰρ ὁ χιτὼν
6. τῆς ἐν τοῖς σιμοῖς τοῦ ἥπατος, εἰ τύχοι, φλεβὸς ὁτιοῦν
7. τοιοῦτον παθὼν ἐστεγνώθη τὸν πόρον, ἐξ οὗ μεταλαμβάνει
8. τὸ αἷμα τὰ ἐν τοῖς κυρτοῖς τοῦ ἥπατος ἀγγεῖα, δύο
9. ἂν οὕτως εἴη νοσήματα, τό τε τῆς φλεβὸς αὐτῆς, ἣ πέπονθε,
10. καὶ ἡ κατὰ τὸν πόρον ἔμφραξις. ἐμποδίζει γοῦν
11. ἡ μὲν τῆς φλεβὸς διάθεσις αἵματος χρηστοῦ γένεσιν, ἡ δὲ
12. ἔμφραξις ἀνάδοσιν· ἐνέργεια δ’ ἑκατέρου τούτων ἀναγκαία
13. τῷ ζώῳ. δῆλον γὰρ, ὡς αἱ διαθέσεις αἱ βλάπτουσαι τὰς
14. ἐνεργείας πρώτως αὗται λέγοιντ’ ἂν εἶναι νοσήματα. τῆς
15. μέντοι φλεβὸς αὐτῆς μηδὲν πεπονθυίας, εἰ διὰ γλίσχρους
16. τινὰς ἢ παχεῖς χυμοὺς σφηνωθέντας ἐν τοῖς πόροις ἡ ἀνάδοσις
17. βλάπτοιτο, μόνον ἂν τοῦτ’ εἴη νόσημα κατὰ τὸ
18. σπλάγχνον ἡ ἔμφραξις. οὕτω δὲ καὶ κατὰ τὸ ἔντερον εἰ μὲν
19. ἔμφραξις εἴη μόνον, ἓν ἔσται καὶ τὸ νόσημα· φλεγμαίνοντος
1. δὲ αὐτοῦ καὶ διὰ τοῦτο ἀποκλείοντος τὴν ἐντὸς εὐρυχωρίαν
2. καὶ κωλύοντος ἰέναι κάτω τὰ περιττώματα, δύο ἂν
3. εἴη καὶ τὰ νοσήματα. πολλάκις μὲν γὰρ ὑπὸ νοσήματος
4. γίγνεται νόσημα, καθάπερ ἐπί τε τῶν προειρημένων ἔχει,
5. κᾀπειδὰν ἐπὶ φλεγμοναῖς, ἢ ἐρυσιπέλασιν, ἢ ἕρπησιν, ἢ
6. ἄνθραξιν, ἤ τινι τοιούτῳ ἐπιγένηται πυρετός. ἐνίοτε δὲ
7. τὸ μὲν ἀποτελούμενον ἐνεργείας ἐστὶ βλάβη, καὶ χρὴ καλεῖν
8. αὐτὸ πάθημά τε καὶ σύμπτωμα, τὸ δ’ αἴτιον αὐτοῦ
9. δηλονότι νόσημα, καθάπερ ἡ μὲν ἔμφραξις τοῦ μηκέτι
10. ἀναδίδοσθαι τὴν τροφὴν, ἡ κατάψυξις δὲ τῆς δυσαισθησίας
11. αἴτιον ὑπάρχει, νόσημα οὖσα συμπτώματος. ὅταν
12. δ’ αὐτὴ μὲν ἡ διάθεσις ἐνέργειαν βλάπτῃ πρώτως, τὸ δ’
13. αἴτιον αὐτῆς μὴ βλάπτῃ πρώτως, τὴν μὲν διάθεσιν νόσημα,
14. τὸ δ’ ἐργαζόμενον αὐτὴν αἰτίαν ὀνομάζειν χρὴ νοσήματος,
15. ὥσπερ ἐπί τε τῶν γλίσχρων ἔχει χυμῶν καὶ τῆς
16. ἐμφράξεως· αὐτὴ μὲν γὰρ ἡ ἔμφραξις τὸ νόσημά ἐστιν,
17. οἱ χυμοὶ δὲ αἴτιοι τοῦ νοσήματος. ἅπαντ’ οὖν ὅσα περὶ
18. τὰς κοιλότητας γίνεται νοσήματα, ποτὲ μὲν ἐμφραττομένων,
1. ποτὲ δὲ ἀμέτρως εὐρυνομένων, ὑπὸ τὸ τῆς διαπλάσεως
2. τοῦ μέρους ἀναχθήσεται γένος· ἐμποδίζεται γάρ πως ἐν
3. τούτοις ἅπασιν ἡ φυσικὴ διάπλασις. ἀλλὰ μὲν δὴ καὶ
4. λειότης καὶ τραχύτης οὐδ’ αὗται ματαίως ὑπὸ τῆς φύσεως
5. ἐγένοντο διαπλαττούσης τὰ μόρια. συστήσεται γοῦν
6. κᾀνταῦθα νοσήματα κατὰ πάντα τὰ μόρια, τοῦ μὲν φύσει
7. λείου τραχυνθέντος, τοῦ δ’ αὖ τραχέος λείου γενομένου.
8. φανερώτατα δ’ αὐτῶν τοῖς ἰατροῖς ἐστι τά τ’ ἐν τοῖς ὀστοῖς
9. γινόμενα τραχυνομένοις τε καὶ λειαινομένοις, αἵ τε τῆς φάρυγγος
10. τραχύτητες ἐργαζόμεναι βῆχας. χρὴ δὲ κᾀνταῦθα
11. γινώσκειν, ὡς ἐνίοτε τὸ σχῆμα τοῦ μορίου βλαβὲν ἐκάκωσεν
12. ἅμα ἑαυτῷ τινα πόρον, οἷόν τι κᾀπὶ τῆς ῥινὸς φαίνεται
13. γιγνόμενον, ἐπειδὰν ὑπὸ πληγῆς βιαίου ποτὲ σιμωθεῖσα
14. στεγνωθῇ τὸν ἐντὸς πόρον εἰς τοσοῦτον, ὡς ἤτοι
15. μηδ’ ὅλως ἢ μόγις ἀναπνεῖν δι’ αὐτοῦ. δῆλον οὖν, ὡς ἐν
16. ταῖς τοιαύταις διαθέσεσιν ἡ μὲν στενοχωρία τοῦ πόρου
17. τὸ νόσημά ἐστι, (πρώτως γὰρ αὕτη τὴν τῆς ἀναπνοῆς
18. ἐνέργειαν ἐμποδίζει,) προηγουμένη δ’ αὐτῆς αἰτία τῆς ῥινὸς
19. ἡ σιμότης, βλάβη τοῦ κατὰ φύσιν ἐν αὐτῇ σχήματος
1. ὑπάρχουσα. κατὰ μὲν δὴ τὸ τῆς διαπλάσεως γένος τὸ
2. ἐξιστάμενον τοῦ κατὰ φύσιν εἰς τοσοῦτον, ὡς ἐνέργειαν
3. ἤδη βλάπτειν, αἱ προειρημέναι διαφοραὶ τῶν νοσημάτων
4. γενήσονται.
⟨
(De diff. morb.) [n° 042 Fichtner] [GalLat]
De differentiis morborum
Περὶ διαφορᾶς νοσημάτων
Différences des maladies
The Different Kinds of Disease (Morb. Diff.)
De morborum differentiis, 1823, vol. 6, p. 836-880. urn:cts:greekLit:tlg0057.tlg041.verbatim-lat1
Johnston, 2006 (eng;grc).
De morborum differentiis, 7, ed. Kühn, 1823, vol. 6, p. 856-862. urn:cts:greekLit:tlg0057.tlg041.1st1K-grc1:7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩