5. Κατὰ δὲ τὸν ἀριθμὸν τῶν ἁπλῶν
6. μορίων, ἐξ ὧν ἕκαστον τῶν ὀργάνων συνίσταται, διτταὶ
7. μὲν αἱ πρῶται διαφοραὶ τῶν νοσημάτων γενήσονται, ἢ ἐλλείποντός
8. τινος μέρους, ἢ περιττεύοντος· ἐν ἑκατέρᾳ δ’ αὐτῶν
9. ἕτεραι. τῶν μὲν γὰρ περιττευόντων τὰ μὲν ἐκ τοῦ γένους
10. ἐστὶ τῶν κατὰ φύσιν, ὡς εἰ καί τῳ γένοιτο ἕκτος δάκτυλος,
11. ἢ ἐν ὀφθαλμῷ πτερύγιον, ἢ ἐν ῥινὶ βλάστημα σαρκὸς,
12. ἢ κατ’ ἄλλον τινὰ πόρον ὁτιοῦν τοιοῦτον ἕτερον. ἔσται δὴ
13. καὶ τούτων αὐτῶν τὰ μὲν νοσήματα, καθάπερ τὸ πτερύγιον,
14. (ἐμποδίζει γὰρ, ὅταν ἱκανῶς αὐξηθῇ, τὴν ὄψιν, ἐπισκοτοῦν
15. τῇ κόρῃ,) τὰ δ’ αἴτια τῶν νοσημάτων, ὡς τα βλαστήματα
16. τοὺς πόρους ἐμφράττοντα· πρώτως γὰρ νόσημα ἡ ἔμφραξίς
17. ἐστιν, ὅτι καὶ πρώτως βλάπτει τὴν ἐνέργειαν. ἔνια δ’ ὅλῳ
1. τῷ γένει παρὰ φύσιν ἐστὶν, ὡς ἕλμινθές τε καὶ ἀσκαρίδες, καὶ
2. ὁ ἐν τῇ κύστει λίθος, καὶ τὸ χαλάζιον ἐν ὀφθαλμῷ, καὶ τὸ
3. ὑπόχυμα, καὶ τὸ πύον, ἀκροχορδόνες τε καὶ μελικηρίδες καὶ
4. ἀθερώματα καὶ στεατώματα, καὶ ἄλφοι, καὶ λέπραι, καὶ
5. λεῦκαι, καὶ πῶροι, καὶ τὰ ἐν τοῖς ἀποστήμασιν εὑρισκόμενα
6. ἅπαντα. ὅτι δὲ καὶ τούτων ὅσα μὲν ἐνέργειαν ἐμποδίζει
7. πρώτως, νοσήματα ἐροῦμεν, ὥσπερ τὸ ὑπόχυμα, τὰ δὲ μὴ
8. τοιαῦτα νοσημάτων αἴτια, πρόδηλον παντί. τῶν δ’ ἐλλειπόντων
9. μορίων τὰ μὲν ὅλα τελέως ἀπόλωλε, τὰ δὲ οἷον ἐξ
10. ἡμίσεως ἀποκέκοπταί τε καὶ κεκολόβωται. κατὰ μὲν δὴ τὴν
11. πρώτην γένεσιν ὡς πάμπολλα γίγνεται τοιαῦτα, πρόδηλον
12. παντί. μετὰ δὲ τὴν ἀποκύησιν ἐξαιρεῖται μὲν ὅλα πολλάκις
13. ὀστᾶ κατά τε τοὺς δακτύλους καὶ τὰ κῶλα καὶ τὴν κεφαλὴν
14. καὶ τὰς πλευράς· ἀφαιρεῖται δὲ καὶ δάκτυλος ἐνίοτε καὶ ποὺς
15. καὶ ἄκρα χεὶρ καὶ κνήμη καὶ πῆχυς· ἐξαιροῦνται δὲ καὶ φλέβες
16. κιρσώδεις καὶ ἀδένες σκιῤῥωθέντες καὶ ὀδόντες τρηθέντες·
17. καὶ μὲν δὴ καὶ γαργαρεὼν ἀφαιρεῖται καὶ ἐπίπλοον καὶ πόσθη
18. καὶ αὐτοῦ τι τοῦ αἰδοίου, καὶ πολλάκις γε καὶ σύμπαν
1. αἰδοῖον, ὥσπερ γε καὶ οἱ ὄρχεις. ἐνδακὼν δέ τις ἔναγχος
2. ἐπὶ σπασμῷ μεγάλῳ τοῦ παντὸς σώματος ἀπέτραγε τῆς
3. γλώττης τὸ πρόσθει, εἶτ’ ἐσώθη μὲν ἐκ τοῦ σπασμοῦ, διαλέγεσθαι
4. δὲ ὁμοίως οὐκ ἠδύνατο. τούτου τοῦ γένους ἐστὶ καὶ
5. τὰ κολοβώματα καλούμενα χειλῶν καὶ ῥινῶν καὶ ὤτων, καὶ
6. ὅσα ἑτέρων σαρκωδῶν μορίων ἢ ἀποσπασθέντα σφοδρῶς, ἢ
7. διασαπέντα τελέως ἐξετμήθη. κατὰ πάσας γὰρ τὰς τοιαύτας
8. περιστάσεις ὁ κατὰ φύσιν ἀριθμὸς οὐ συμπεπλήρωται
9. τῶν μορίων, ἢ ἑνὸς ἢ δυοῖν ἢ καὶ πολλῶν λειπόντων καὶ
10. ἤτοι τελέως ἀπολωλότων ἢ ἐκ μέρους ἀφῃρημένων. ὅσα
11. μὲν δὴ τῶν τοιούτων ἐνεργείας ἐμποδίζει κατὰ τὸν ἑαυτῶν
12. λόγον, ἐν τῷ τῶν νοσημάτων γένει τετάξεται· τὰ δ’ ἤτοι
13. καταψύχοντά τι μόριον ἕτερον ἐνεργείας ἀπεργαστικὸν ἢ
14. τροφὴν ἐλλιπῶς ἐπάρδοντα νοσημάτων αἴτια· τινὰ δὲ ἄμφω
15. συλλαβόντα ἔχει καὶ τὴν ὡς αἰτίου χώραν καὶ τὴν ὡς νοσήματος,
16. οἷον καὶ γαργαρεὼν, ὁπόταν ἕως βάσεως ἐκτμηθεὶς
17. καὶ τὴν φωνὴν παραβλάπτῃ καὶ ψύχῃ τὰ κατὰ τὸν πνεύμονά
1. τε καὶ τὸν θώρακα. ἐπειδὴ γὰρ ἔμαθες ἐν τοῖς τῶν
2. ἐνεργειῶν τε καὶ χρειῶν λογισμοῖς, ὡς ἁπάντων τῶν τοῦ
3. ζώου μορίων τὰ μὲν εἰς ἐνέργειάν τινα συντελεῖ τῷ παντὶ
4. ζώῳ χρησίμην, τὰ δ’ αὐτὰ μὲν οὐδὲν ἐνεργεῖ, χρείαν δέ τινα
5. τοῖς ἐνεργοῦσι παρέχεται, δῆλον ὡς καὶ τὰς βλάβας αὐτῶν,
6. τὰς μὲν εἰς ἐνέργειαν ἄντικρυς διαφερούσας νοσήματα ἐρεῖς
7. πρώτως εἶναι τῶν τοῦ ζώου μορίων, τὰς δὲ εἰς χρείαν τινὰ
8. νοσημάτων αἰτίας. ὥσθ’ ὅσα μόρια διττὰς ἐνεργείας
9. ἢ διττὰς χρείας ἀποτελεῖ, κατὰ μίαν ἐνίοτε βλάβην διττὸν
10. ἔξει λόγον, ἢ νοσήματος, ἢ αἰτίας. εἰ δέ τι μόριον ἅμα
11. ἄμφω ποιεῖ, χρείαν καὶ ἐνέργειαν, ὥσπερ ἐνίοις εἶναι δοκεῖ
12. καὶ ὁ γαργαρεὼν, ἡ τούτου τοῦ μέρους ἀπώλεια καθ’ ἕτερον
13. μὲν λόγον ἔσται νόσημα, καθ’ ἕτερον δὲ νοσήματος αἰτία.
14. δῆλον δὲ, ὡς τῷ λοιπῷ τῷ μένοντι καὶ σωζομένῳ τὸ νόσημά
15. ἐστιν, οὐκ αὐτῷ τῷ μηκέτι ὄντι. τῆς γὰρ τοῦ στόματος
16. εὐρυχωρίας κατ’ ἐκεῖνο τὸ μέρος, οὗ νῦν ἐστι τὸ πάθος,
17. μόριον εἶναι φήσεις τὸν κίονά τε καὶ γαργαρεῶνα προσαγορευόμενον.
1. ὅταν οὖν οὗτος ἀπόληται, λείπει τι τῷ χωρίῳ,
2. καὶ οὕτω τὸ ὅλον ἓν νόσημά τι γίνεται, μένοντος τοῦ κατ’
3. ἀρχὰς ὁμολογηθέντος, τοῦ πᾶσαν ἐνέργειαν ὑπὸ νοσήματος
4. βλάπτεσθαι. ἢ τοίνυν, ὡς οὐκ ἔστι μία τις ἐνέργεια τοῦ
5. ζώον καὶ ἡ φωνὴ, καὶ ἡ εἰσπνοὴ, καὶ ἡ ἐκπνοὴ, δεικτέον
6. ἐστὶν, ᾒ, εἴπερ τοῦθ’ οὕτως ἔχει, δῆλον, ὡς ἡ τοῦ κίονος ἀπώλεια
7. νόσον ἐναπεργάζεται τῷ οὐρανίσκῳ. κατὰ δὲ τὰ αὐτὰ
8. ταῦτα καὶ ἡ τοῦ ὀδόντος ἀπώλεια νόσημά ἐστιν τοῦ στόματος,
9. εἰ μὲν τῶν πρὸς τὴν μάσσησιν ἐπιτηδείων εἴη, κατ’
10. ἐκεῖνο τὸ μέρος τῆς μασσήσεως βλαβέντος, εἰ δὲ τῶν τομέων
11. ὀνομαζομένων, εἴς τε τὰς ἐδωδὰς καὶ τὰς διαλέξεις ἐμποδίζοντος.
12. οὕτω δὲ καὶ εἰ τῆς γλώσσης ἀποτμηθείη τὸ ἥμισυ, τῷ
13. λειπομένῳ μέρει παρὰ φύσιν ἐστὶ τὸ κεκολοβῶσθαι. κατὰ
14. ταὐτὰ δὲ καὶ τῷ ἐπιπλόῳ, καὶ τῷ αἰδοίῳ, καὶ πᾶσι τοῖς
15. οὕτω παθοῦσι. καὶ εἰ μὴ νόσημά τις αὐτὸ καλεῖν, ἀλλὰ
16. πάθος ἢ πάθημα βούλοιτο, περὶ ὀνόματος, οὐ περὶ πράγματος
17. ἀμφισβητήσει. δῆλον δὲ, ὡς τῇ μὲν γλώττῃ, καὶ
18. τῷ ἐπιπλόῳ, καὶ τῷ αἰδοίῳ, καὶ ὅλως ἅπασι τοῖς τοιούτοις
1. κεκολοβωμένοις ὀργάνοις ἐστί τις μείωσις τοῦ μεγέθους ἐν
2. ἅπασι τοῖς εἰρημένοις νοσήμασιν· αὐτῷ δὲ τῷ ζώῳ μείωσις
3. μὲν οὐκ ἐξ ἀνάγκης ἔσται σαφὴς, ὡς φαίνεσθαι κολοβὸν,
4. ἀριθμὸς δέ τις ἀφαιρεθήσεται μορίων, εἴγε δὴ καὶ ἀρτηρίαι,
5. καὶ φλέβες, καὶ νεῦρα, καὶ δέρμα ἐνίοτε, καὶ πιμελὴ, καὶ
6. ὑμένες, καὶ σὰρξ ἀφαιρεῖται κατὰ τὰς τοιαύτας διαθέσεις.
7. ἐπὶ μέντοι τοῦ γαργαρεῶνος καὶ τῶν κιρσωδῶν ἀγγείων
8. ἐκτμηθέντων καὶ αὐτῶν τῶν ὀργάνων ἀφαιρεῖταί τις ἀριθμὸς
9. μορίων. καὶ δὴ καὶ τετάξεται τὰ μὲν τοιαῦτα πάντα
10. ὑπὸ τὸν ἀριθμὸν τῶν μορίων ὑπαλλαττομένων· ὅσων δὲ
11. ὀργάνων ἀφαιρεῖται μέν τι, οὐκ ἐξαιρεῖται δὲ τὰ μέρη, ταῦτα
12. ἐν ἀμφοτέροις οἷον τετάξεται τοῖς γένεσι. καὶ γὰρ ἀριθμὸς
13. ἐνδεῖ τῷ ζώῳ μορίων ἁπλῶν, καὶ μέγεθος ὀργάνου συνθέτου·
14. κεκολόβωται γὰρ τὸ ὅλον. καὶ μὲν δὴ καὶ ὡς ἀμφοῖν
15. τοῖν γενοῖν, τοῦ τε κατ’ ἀριθμὸν καὶ τοῦ κατὰ μέγεθος,
16. ἀνωτέρω τάττειν ἑτέραν ἐγχωρεῖ κατηγορίαν τὴν τοῦ ποσοῦ,
17. παντί που δῆλον, εἴγε δὴ τοῦ ποσοῦ τὸ μὲν διωρισμένον
1. ἐστὶν, ὃ δὴ καὶ ποσὸν ἰδικῶς ὀνομάζεται, τὸ δὲ συνεχὲς, ὃ
2. δὴ καὶ πηλίκον προσαγορεύεται. ἀλλ’ ἐν τῷ παρόντι σαφέστερον
3. ἔδοξέ μοι διαιρεῖν αὐτὰ οὕτω, κατὰ μὲν τὸν ἀριθμὸν
4. τάξαντι τὴν ἑτέραν διαφορὰν τοῦ ποσοῦ, κατὰ δὲ τὸ μέγεθος
5. τὴν ἑτέραν.
⟨
(De diff. morb.) [n° 042 Fichtner] [GalLat]
De differentiis morborum
Περὶ διαφορᾶς νοσημάτων
Différences des maladies
The Different Kinds of Disease (Morb. Diff.)
De morborum differentiis, 1823, vol. 6, p. 836-880. urn:cts:greekLit:tlg0057.tlg041.verbatim-lat1
Johnston, 2006 (eng;grc).
De morborum differentiis, 8, ed. Kühn, 1823, vol. 6, p. 862-868. urn:cts:greekLit:tlg0057.tlg041.1st1K-grc1:8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩