Galenus. De differentiis morborum (De diff. morb.) [n° 042 Fichtner] [GalLat]

Περὶ διαφορᾶς νοσημάτων
Différences des maladies
The Different Kinds of Disease (Morb. Diff.)
De morborum differentiis, 1823, vol. 6, p. 836-880. urn:cts:greekLit:tlg0057.tlg041.verbatim-lat1
Johnston, 2006 (eng;grc).

De morborum differentiis, 9, ed. Kühn, 1823, vol. 6, p. 868-870. urn:cts:greekLit:tlg0057.tlg041.1st1K-grc1:9

6. Ἀλλ’ ἐπειδὴ καὶ τὰ κατὰ τοῦτο τὸ γένος
7. εἴρηται νοσήματα, περὶ τῶν κατὰ τὸ μέγεθος ἢ τὸ πηλίκον
8. τῶν μορίων, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, διέλθωμεν.
9. ἔστι δὲ οὐ ταὐτὸν τοῦτο τῷ προειρημένῳ. μένοντος
10. γὰρ τοῦ κατὰ φύσιν σχήματος τῷ μορίῳ, διαφθειρομένου
11. δὲ τοῦ μεγέθους, ὅταν ἐνέργειά τις βλάπτηται,
12. διὰ τοῦτο νόσημα ἔσται τοῦ μορίου τὸ συμβεβηκὸς, οἷον
13. εἴ τῳ τηλικαύτη γένοιτο ἧ γλῶττα κατὰ τὴν πρώτην εὐθὺς
14. διάπλασιν, ὡς ἤτοι μηδεμίαν ἔχειν ἀναστροφὴν ἐν τῷ
15. στόματι διὰ τὸ μέγεθος, ἢ διὰ σμικρότητα μὴ ψαύειν
16. ἁπάντων αὐτοῦ τῶν μερῶν. ἐπὶ δὲ τῶν ἤδη τετελειωμένων
17. αἱ μὲν παρὰ φύσιν ἐπαυξήσεις τῶν μορίων οὐ πάνυ
1. τι φαίνονται συνεχῶς γιγνόμεναι, μειοῦνται μέντοι πολλάκις,
2. καὶ καλεῖται τὸ νόσημα πρὸς μὲν ἐνίων ἀτροφία,
3. πρὸς ἄλλων δὲ φθίσις τοῦ μέρους. αἱ δὲ ἐπαυξήσεις
4. τῶν μορίων ἔν τε τοῖς ὑπερσαρκοῦσιν ἕλκεσι γίγνονται
5. κᾀν τῷ καλουμένῳ πριαπισμῷ. Νικομάχῳ δὲ τῷ Σμυρναίῳ
6. πᾶν ἀμέτρως ηὐξήθη τὸ σῶμα, καὶ οὐδὲ κινεῖν ἔτι
7. δυνατὸς ἦν ἑαυτόν· ἀλλὰ τοῦτον μὲν ὁ Ἀσκληπιὸς ἰάσατο.
8. γλῶσσαν δέ τινος ἐπιπλεῖστον αὐξηθεῖσαν ἐθεασάμεθα χωρὶς
9. ἀπάσης ὀδύνης, ὥστε μήτ’ οἴδημα δοκεῖν εἶναι, μήτε
10. σκίῤῥον, μήτε φλεγμονήν· οὔτε γὰρ ἐκοιλαίνετο ὑπὸ πιεζόντων,
11. οὔτ’ ἀναίσθητος ἦν, οὔτ’ ὠδυνᾶτο, ἀλλ’ αὐτὸ
12. τοῦτο μόνον αὔξησίς τις ἄμετρος ὑπῆρχεν, οὐδὲν τῆς οὐσίας
13. αὐτῆς τοῦ μορίου βεβλαμμένης. οὕτω δὲ καὶ ὄρχεις καὶ
14. μαστοὶ τοῖς μὲν ἀμφότεροι, τοῖς δὲ ἀμέτρως ὁ ἕτερος
15. ηὐξήθη. καὶ ἡ καλουμένη δὲ χοιρὰς τούτου τοῦ γένους
16. ἐστὶ, δυσχρηστίαν οὐ μικρὰν ἐν ταῖς ἐνεργείαις, ὅταν ἀμέτρως
17. αὐξηθῇ, παρεχομένη. καὶ μὲν δὴ καὶ αἱ τῶν κανθῶν
18. ἀμετρίαι τούτου τοῦ γένους εἰσίν ὀνομάζεται δὲ
1. ἡ μὲν ἐπὶ πλέον αὔξησις ἐγκανθὶς, ἡ μείωσις δὲ ῥυάς.
2. τοιαῦται μὲν δή τινες καὶ τούτου τοῦ γένους τῶν νοσημάτων
3. αἱ διαφοραί.

Cliquer un n° de page pour en afficher l’image