15. Τίνες οὖν ἑκάστου τῶν εἰρημένων νοσημάτων
16. αἰτίαι τῆς γενέσεως, ἤδη σκοπώμεθα, ἀρχὴν ἀπὸ τοῦ
17. κατὰ θερμασίαν ἄμετρον δυσκράτου νοσήματος ποιησάμενοι.
1. φαίνεται δὴ κᾀπὶ τῶν ἄλλων ἁπάντων σωμάτων, ὁπόσα
2. θερμότερα γίγνεται σφῶν αὐτῶν, ἢ ἐκ κινήσεώς τινος αὐξανομένου
3. τοῦ θερμοῦ, ἢ ἐκ σηπεδόνος, ἢ ἐξ ὁμιλίας ἑτέρου
4. θερμοτέρου σώματος, ἢ ἐκ στεγνώσεως, ἢ ἐξ ἐπιτηδείου τροφῆς.
5. ἐκ μὲν κινήσεως ἐπί τε τῶν γυμναζομένων ὁπωσοῦν
6. καὶ τῶν παρατριβομένων ἀλλήλοις λίθων, ἢ ξύλων, καὶ τῆς
7. ῥιπιζομένης φλογός. ἐκ σήψεως δὲ τῶν τε ἄλλων ἁπάντων
8. καὶ μάλιστα σπερμάτων, ἢ κόπρου· ἐγὼ γοῦν οἶδα καὶ
9. ἀναφθέντα ποτὲ περιστερῶν ἀποπατήματα διασαπέντα. καὶ
10. μὲν δὴ καὶ ὡς ἐκ τῆς τῶν θερμοτέρων ὁμιλίας θερμαίνεται
11. τὰ πλησιάζοντα, πρόδηλον παντὶ βαλανείων ἀναμνησθέντι
12. καὶ ἡλίου θερινοῦ καὶ φλογὸς ἁπάσης. οὕτω δὲ
13. καὶ εἰ πῦρ ἀνάψαις χειμῶνος ἐν οἴκῳ μεγάλῳ, στεγνώσας
14. μὲν αὐτοῦ τὰς διαπνοὰς, ἀθροίσαις ἂν ἔνδον τὸ θερμὸν,
15. ἐάσας δὲ ἀνεῷχθαι πανταχόθεν, οὐδὲν ἕξεις πλέον. ἀτὰρ
16. οὖν καὶ τὰ βαλανεῖα καὶ αἱ κάμινοι τὸν αὐτὸν τοῦτον τρόπον
17. ἀθροίζουσι τὸ θερμὸν ἑαυτῶν ἔνδον. ᾧ δῆλον ὡς καὶ
18. στέγνωσις ποτὲ θερμασίας πλείονος αἰτία. δῆλον δὲ καὶ τὸ
1. ἀπὸ τῆς ὕλης, ὡς κάλαμοι μὲν οἱ ξηροὶ ῥᾳδίως ἐξαίρουσιν
2. ἐπὶ μέγιστον τὴν φλόγα, ξύλα δέ γε χλωρὰ, καὶ μάλιστα ἢν
3. πλείω σωρεύσῃς ἐπ’ αὐτὴν, ἄχρι μὲν πολλοῦ βαρύνει τε καὶ
4. οἷον καταπνίγει τὴν φλόγα, τελευτῶντα δὲ αὐξάνει. πῶς
5. οὖν ἐν τῷ τοῦ ζώου σώματι τούτων ἕκαστον ἀποτελεῖται;
6. γυμνασθεὶς μέν τις ἀμετρότερον ἐκοπώθη. τοῦτο δ’ ἐστὶ
7. θερμασίαν ἔχειν ἄμετρον ἐν τοῖς ἄρθροις τε καὶ τοῖς μυσὶ
8. πλείονα τοῦ κατὰ φύσιν. ταῦτα γὰρ ἦν καὶ τὰ πρώτως κινούμενα.
9. καὶ εἰ μὲν ἐνταῦθα καταμείνειεν ἡ θέρμη καὶ φθάσειεν
10. λυθῆναι, πρὶν ἐπινείμασθαι σύμπαν τοῦ ζώου τὸ σῶμα,
11. κόπος ἂν οὕτω γε μόνον εἴη τὸ γεγονός· εἰ δὲ εἰς ἅπαν ἐκταθείη
12. τὸ σῶμα, πυρετὸς ὀνομάζεται τὸ νόσημα, τοῦ παντὸς
13. ζώου θερμότης τις ἄμετρος οὖσα. οὕτω δὲ καὶ ὁ θυμὸς,
14. ζέσις τις ὢν τοῦ περὶ τὴν καρδίαν θερμοῦ, διὰ κίνησιν ἄμετρον
15. ὅλον ἐπινειμάμενος ἐνίοτε τὸ σῶμα πυρετὸν ἀνῆψε.
16. καὶ μὲν δὴ καὶ ὅσα σήπεται κατὰ τοῦ ζώου σῶμα, τινὰ μὲν
17. ἐν αὐτοῖς τοῖς μέρεσιν, ἐν οἷς σήπεται, θερμασίαν ἄμετρον
1. ἐργάζεται, καθάπερ ἐρυσιπέλατά τε καὶ ἕρπητες καὶ ἄνθρακες
2. καὶ φλεγμοναὶ καὶ φύγεθλα, τὰ δ’ ὅλον τὸ σῶμα
3. συνεκθερμήναντα πυρετὸν ἤγειρε. καὶ γὰρ οὖν καὶ τὸ τρίτον
4. αἴτιον ἀμέτρου θερμότητος ἔκ τε τούτων ἤδη πρόδηλον,
5. ὅπως ἐπιγίγνεται τοῖς ζώοις, κᾀκ τῶν καλουμένων ἐγκαύσεων.
6. ἐπί τε γὰρ τοῖς βουβῶσι καὶ ταῖς φλεγμοναῖς καὶ
7. τοῖς ἐρυσιπέλασι καὶ πᾶσι τοῖς οὕτω θερμοῖς νοσήμασιν ἀεὶ
8. τὸ ψαῦόν τε καὶ συνεχὲς μόριον αὐτὸ μὲν πρῶτον ἀπολαύει
9. τῆς θερμασίας, ἔπειτα δὲ καὶ τῷ πλησιάζοντι μεταδίδωσι,
10. κᾀκεῖνο αὖθις τῷ μεθ’ ἑαυτὸ, καὶ οὕτως ἐπὶ τὴν ἀρχὴν τῆς
11. ἐμφύτου θερμασίας ἀφικομένης τῆς δυσκρασίας ὅλον ἐν τάχει
12. τὸ σῶμα μεταλαμβάνει τοῦ τῆς ἀρχῆς παθήματος. αἱ δ’
13. ἐν τοῖς ἡλιουμένοις χωρίοις διατριβαὶ πολυχρόνιοι τῶν μὲν
14. γυμνῶν ὅλον ἐκθερμαίνουσιν ἀμέτρως ἐνίοτε τὸ δέρμα, τῶν
15. δ’ ἠμφιεσμένων μόνην τὴν κεφαλήν. καὶ τοῦτ’ ἔστιν ἡ ἔγκαυσις.
16. εἰ δ’ ἅπαν ἐπινεμηθείη τὸ σῶμα, πυρετὸς ἂν οὕτω γένοιτο.
17. τὸ δὲ τέταρτον γίνος τῆς αἰτίας τῆς ἀναπτούσης ἀμέτρως
18. τὴν ἔμφυτον θερμασίαν ἐπί τε ταῖς ψύξεσι καὶ στύψεσιν
1. ὁρᾶται γιγνόμενον. ῥιγώσας γὰρ τις ἀμέτρως καὶ νηξάμενος
2. ἐν ὕδατι στυπτηριώδει, ἤ τινος τοιαύτης ἑτέρας μετέχοντι δυνάμεως,
3. ἐστέγνωσέ τε καὶ ἐπύκνωσε τὸ δέρμα καὶ τὰς διαπνοὰς
4. ἔνδον καθεῖρξεν. αἱ δ’ εἰ τύχοιεν οὖσαι καπνώδεις
5. ἀθροισθεῖσαι, πυρετὸν ἐγέννησαν. τὸ δὲ δὴ πέμπτον εἶδος
6. τῆς ἀναπτομένης ἀμέτρως θερμότητος ἐδεσμάτων εἰσὶ ποιότητες
7. δριμεῖαι καὶ θερμαὶ, σκορόδων τε καὶ πράσων καὶ κρομμύων
8. καὶ ὅσα ἄλλα τοιαῦτα. καὶ γὰρ οὖν καὶ ἡ τούτων
9. χρῆσις ἀμετροτέρα γιγνομένη πυρετὸν ἤγειρεν ἐνίοτε. καὶ μὲν
10. δὴ καὶ πομάτων θερμῶν, οἷον οἴνου τε παλαιοῦ καὶ δριμέος
11. προσενεχθέντος πλείονος ἀσθενεῖ σώματι καὶ φαρμάκων
12. δριμέων ἀλεξητηρίων τε καὶ δηλητηρίων, ἐπύρεξαν ἄνθρωποι,
13. τί οὖν δή, φασιν, οὐ διὰ παντὸς ἐφ’ ἑκάστῳ τῶν
14. εἰρημένων αἰτίων ἀνάπτεται πυρετός; ὅτι καὶ τὸ ποσὸν τῆς
15. δρώσης αἰτίας ἄνισόν ἐστι, καὶ ἡ συστᾶσα διάθεσις ἀπ’ αὐτῆς
16. ἐν τῷ σώματι παμπόλλην ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἔχει
17. τὴν διαφορὰν, αὐτό τε τὸ σύμπαν τοῦ ζώου σῶμα πάμπολυ
18. διενήνοχεν ἕτερον ἑτέρου πρὸς τὸ ῥᾳδίως ἢ μόγις ἐξίστασθαι
1. τοῦ κατὰ φύσιν. ὡς οὖν οὐκ ἀπορεῖς δια τί πᾶσα κίνησις
2. οὐκ ἐργάζεται κόπον, ἀλλ’ ἐναργές ἐστί σοι τό γε τοσοῦτον,
3. ὡς εἰ μὴ πλείων εἴη καὶ ἰσχυροτέρα τῆς τῶν ἄρθρων τε καὶ
4. μυῶν φύσεως, οὐκ ἄν ποτε κοπώσειεν αὐτὰ, κατὰ τὸν αὐτὸν
5. ἐχρῆν σε τρόπον ἐννοεῖν, ὡς οὐδ’ ἡ κοπώδης αὕτη διάθεσις,
6. εἰ μὴ μέγεθός τε καὶ χρόνον ἀξιόλογον σχοίη, οὐκ ἂν τὸ πᾶν
7. ἑαυτῇ σῶμα συγκακῶσαι δυνήσεται. ἢ κίνησις μὲν ὀλίγη· κόπον
8. οὐχ οἵα τέ ἐστιν ἐργάζεσθαι, μικρὸς δὲ κόπος ἀνάψει
9. πάντως πυρετόν; ἢ κίνησις μὲν ἐν τῷ πρός τι τὸ δρᾷν ἕξει,
10. κόπος δ’ οὐχ ἕξει; καὶ μὲν ὅτι γε τὰ μὲν τῶν ἀθλητῶν σώματα
11. πολυχρονίων τε ἅμα καὶ σφοδροτάτων ἀνέχεται κινήσεων
12. ἄνευ τοῦ κοπωθῆναι, τὰ δ’ ἡμῶν τῶν ἰδιωτῶν, εἰ πλείω
13. βραχὺ παρὰ τὰ καθεστῶτα πονήσαιμεν, εὐθὺς ἀγανακτεῖ,
14. πάντες ἤδη τοῦτό γε καὶ οἱ σκαιότατοι γινώσκουσιν. οὔκουν
15. θαυμαστὸν οὐδὲν, εἰ κοπωθείς τις οὐδ’ ὅλως ἐπύρεξεν.
16. ἢ γὰρ μικρὸς ὁ κόπος, ἢ ὀλιγοχρόνιος, ἢ τῆς τοῦ σώματος
17. ἰσχύος ἥττων ἐγένετο, ἢ τὸ μὲν γυμνάσιον, εἰ βραχυχρόνιον
1. εἴη καὶ μὴ σφοδρὸν καὶ τῆς τοῦ γυμναζομένου φύσεως
2. ἀσθενέστερον, οὐκ ἄν ποτε κόπον ἐργάσεται, κόπος δ’
3. ἀνάψει πυρετὸν, κᾂν βραχὺς, κᾂν ὀλιγοχρόνιος ᾖ, κᾂν τῆς
4. τοῦ πάσχοντος σώματος ἰσχύος ἀσθενέστερος. ἀλλὰ τοῦτό
5. γε κᾀπὶ τοῦ πάντων δραστικωτάτου πυρὸς ἰδεῖν ἔστιν, ὡς
6. οὔτε τοὺς κατεψυγμένους ἐκθερμαίνει χωρὶς χρόνου καὶ ῥώμης·
7. ἥκοντες γὰρ ἐκ κρύους ἐνίοτε διὰ μεγίστης φλογὸς τὰς
8. χεῖρας διαφέρομεν ἀλύπως· οὔτε μὴν πᾶσαν ὕλην ἑτοίμως
9. ἐξάπτει. κάλαμοι μὲν γὰρ οἱ ξηροὶ κατὰ τὴν πρώτην εὐθὺς
10. ὁμιλίαν ἀνάπτονται, ξύλα δ’ ὑγρὰ καὶ χλωρὰ χρόνου τε
11. δεῖται μακροῦ καὶ φλογὸς ἰσχυρᾶς, ἵν’ ἐξαφθῇ. πῶς οὖν
12. ἐπὶ τοῦ πυρὸς οὐδὲν τούτων θαυμάζων ἐπὶ τοῦ κόπου θαυμάζεις,
13. εἰ καὶ μεγέθους δεῖται καὶ χρόνου καὶ τοῦ σώματος
14. ἐπιτηδείως ἔχοντος ἐξάπτεσθαι; ἄμεινον δ’ ἦν σε μὴ τοῦτο
15. θαυμάζειν, ἀλλ’ ἐπισκέψασθαι ποῖον ζώου σῶμα ῥᾳδίως ἐκθερμαίνεσθαι
16. πέφυκε καὶ ποῖον δυσχερῶς. ἀλλὰ τοῦτο μὲν
17. ἐφεξῆς ἀκούσῃ. ἐν δέ γε τῷ παρόντι μηδὲν εἶναί σοι φαινέσθω
18. θαυμαστὸν, εἰ καὶ χρόνου δεῖται καὶ μεγέθους τὸ
1. μέλλον ποιήσειν ὁπωσοῦν, καὶ προσέτι τοῦ πλησιάζοντος
2. ἐπιτηδείου παθεῖν. οὐδὲ γὰρ τὸ πῦρ οἷόν τ’ ἐστὶ χωρὶς
3. τούτων καίειν, οὐδὲ τὸ ξίφος τέμνειν, οὐδ’ ἄλλο τι τῶν
4. δραστικωτάτων οὐδὲν οὔτ’ εἰς ἰσχυρότερον ἑαυτοῦ δρᾷν πέφυκεν
5. οὔτ’ ἄνευ χρόνου τινὸς ἀξιολόγου. τῆς μὲν οὖν λυχνιαίας
6. φλογὸς οὐκ ἂν ἀθρόως οὐδὲ τοὔλαιον καταχέαις,
7. μή τοί γε δὴ τὸ ὕδωρ, καὶ τῷ ξίφει τέμνειν οὐκ ἂν οὐδὲ
8. τοὺς λίθους ἐπιχειρίσειας, μὴ ὅτι γε ἀδάμαντα, κόπον δὲ καὶ
9. θάλψιν καὶ ψύξιν καὶ τὰ ἄλλα τὰ τοιαῦτα πυρετὸν ἀξιώσεις
10. ἀνάπτειν ἀεὶ, κᾂν μικρὸν, κᾂν ὀλιγοχρόνιον, κᾂν ἀνεπιτήδειον
11. ἔχῃ τὸ σύμπαν σῶμα πρὸς τὸ θερμαίνεσθαι, ἢ οὔ;
12. τὸ μὲν γὰρ ἤδη θερμὸν ἑτοιμότερον ὑπερθερμανθῆναι, καθάπερ
13. οὖν τὸ ψυχρὸν ὑπερψυχθῆναι, τὸ δ’ ἐναντίως
14. ἔχον ἀνεπιτήδειον. οὕτω μὲν οὖν ἀναίσθητός τε καὶ ἀμαθὴς
15. ἡ τῶν τοιαῦτα ζητούντων ἀπορία· τοὺς δὲ μηδὲν ἀποφαινομένους
16. ἑτοίμως τε καὶ προπετῶς ὑπὸ μηδενὸς τῶν
17. εἰρημένων μηδέποτε γίγνεσθαι πυρετὸν, ἢ τῆς ἀναισθησίας
1. ἐλεεῖσθαι προσῆκεν, ἢ τῆς φιλονεικίας μισεῖσθαι. λέλυται
2. γοῦν καὶ τὰ τούτων σοφίσματα δι’ ἑτέρου γράμματος ὑπὲρ
3. τῶν προκαταρκτικῶν αἰτίων ἰδίᾳ γεγραμμένου. καὶ νῦν οὐκ
4. ἀντιλέγειν τοῖς ἡμαρτημένοις καιρὸς, ἀλλὰ τἀληθῆ διδάσκειν
5. πρόκειται. πάλιν οὖν ἐπανελθόντες ἐχώμεθα τῶν προκειμένων.
6. ἦν δὲ, οἶμαι, προκείμενον ἑκάστου τῶν ἁπλῶν νοσημάτων
7. εἰπεῖν τὰς προηγουμένας αἰτίας ἄχρι καὶ τῶν προκαταρκτικῶν.
8. οὐδὲν γὰρ χεῖρον τοῖς οὕτω διαστειλαμένοις
9. τὰς προσηγορίας τοῖ σαφοῦς ἕνεκα ἀκολουθῆσαι. τὰς μὲν
10. δὴ κατ’ αὐτὸ τὸ ζῶον εἴτ’ οὖν διαθέσεις, εἴτε καὶ κινήσεις
11. παρὰ φύσιν, αἰτίας ὀνομάζουσι προηγουμένας νοσημάτων,
12. τὰ δ’ ἔξωθεν προσπίπτοντα καὶ ἀλλοιοῦντα καὶ μεταβάλλοντα
13. μεγάλως τὸ σῶμα προκατάρχοντά τε καὶ προκαταρκτικὰ
14. καλοῦσιν αἴτια.
⟨
(De morb. causis) [n° 043 Fichtner] [GalLat]
De morborum causis
Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Causes des maladies
Causes of Diseases (Caus. Morb.)
De morborum causis, 1824, vol. 7, p. 1-41. urn:cts:greekLit:tlg0057.tlg042.verbatim-lat1
Johnston, 2006 (eng).
De morborum causis, 2, ed. Kühn, 1824, vol. 7, p. 2-10. urn:cts:greekLit:tlg0057.tlg042.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩