15. Τοῦ μὲν δὴ θερμοῦ νοσήματος ἐν τῷ καθόλου
16. τὰς αἰτίας εἴπομεν, ἐπὶ δὲ τὸ ψυχρὸν ἤδη μεταβῶμεν.
17. εἰσὶ δὲ καὶ αἱ τοῦδε πλείους τὸν ἀριθμὸν αἰτίαι, οἷον ὁμιλίαι
18. τῶν ψυχόντων, καὶ τῶν ἐσθιομένων καὶ πινομένων τό
1. τε ποσὸν καὶ τὸ ποιὸν, καὶ στέγνωσίς τε καὶ μάνωσις, κᾀπὶ
2. τούτοις ἀργία τε καὶ κίνησις ἄμετρος. αὗται γὰρ οὖν
3. δὴ καὶ αὐτὸ τὸ πῦρ σβεννύουσιν αἱ προφάσεις. ἄνθρακι
4. μὲν γὰρ σμικρῷ χιόνα πολλὴν, ἢ κρύσταλλον ἐπιθεὶς, ἢ ὕδωρ
5. ψυχρὸν ἐπιχέας, σβέσεις παραχρῆμα. κᾂν εἰ τὸ περιέχον
6. εἴη ἄκρως ψυχρὸν, οἷον μάλιστα περὶ τὸν Ἴστρον χειμῶνος,
7. οὐ μόνον λύχνον ὑπαίθριον ὄψει σβεννύμενον εὐθὺς, ἀλλὰ
8. καὶ πᾶν ἄλλο ὀλίγον πῦρ. οὕτω μὲν ὑπὸ τῆς τῶν ἄγαν ψυχρῶν
9. ὁμιλίας νικᾶται τὸ πῦρ· ὑπὸ δὲ τῆς τῶν τρέφειν αὐτὸ
10. φύσιν ἐχόντων ὑπερβολῆς, ἢ ἐνδείας, ἢ μὴ προσηκούσης ποιότητος
11. ὡδί πως βλάπτεται. ξύλα μὲν ἀθρόα καὶ πολλὰ σωρεύσας
12. ἐπὶ σμικρᾶς φλογὸς ἀποπνίξεις αὐτὴν ὑπερβολῇ ποσότητος
13. ἀμέτρου, μὴ παρέχων δὲ ὅλως ἢ παντάπασιν ὀλίγα,
14. μαραινομένην ὄψει δι’ ἔνδειαν, ἢ ὀλιγότητα τροφῆς. οὕτω
15. δέ που καὶ τὴν λυχνιαίαν φλόγα θεώμεθα μειουμένην τε καὶ
16. κινδυνεύουσαν σβεσθῆναι ταῖς ἀμετρίαις τῆς οἰκείας τροφῆς.
17. εἴτε γὰρ μὴ παρέχῃς αὐτῇ τοὔλαιον δαψιλὲς, εἴτε ἀθρόως
18. καταχέοις, πάμπολυ λυπήσεις ἑκατέρως· εἰ δὲ καὶ παρέχεις
1. μὲν ἄφθονον αὐτῇ τὴν ὕλην, ἀλλ’ ἤτοι μηδ’ ὅλως καίεσθαι
2. πεφυκυῖαν, ἢ σὺν πολλῷ καμάτῳ, καὶ ταύτην εὐθέως ἐλάττονα
3. ποιήσεις τὴν φλόγα, καθάπερ εἰ καὶ τοὔλαιον ἀναμίξας
4. ὕδατι καταχέεις τοῦ πυρός. καὶ μὲν δὴ καὶ στεγνώσας τὸ
5. περιέχον τὴν φλόγα καὶ μανώσας ἀμέτρως, ὄψει καὶ οὕτως
6. ἐλάττονά τε γιγνομένην ἐν τάχει καὶ κινδυνεύουσαν σβεσθῆναι.
7. στεγνοῦται μὲν οὖν εἰ σικύαν ἰατρικὴν, ἢ πνιγέαν περιθείης,
8. ἤ τι τοιοῦτον ἕτερον· οὕτω δὲ καὶ τῶν καμίνων εἰ τὰς ὀπὰς
9. ἐμφράξαις. εἰ δὲ ἐν ἡλίῳ πολλῷ καὶ θερινῷ καὶ προσηλίῳ
10. χωρίῳ καταθείης, ἢ μείζονα παραθείης ἑτέραν φλόγα, θεάσῃ
11. καὶ τότε τὴν ἐλάττω μαραινομένην ἐκ τοῦ μανοῦσθαί
12. τε καὶ διαφορεῖσθαι σφοδρῶς ὑπὸ τῆς ἔξωθεν φλογὸς
13. ἰσχυροτέρας ὑπαρχούσης. ὅτι δὲ καὶ ῥιπίζων αὐτὴν, ὅπερ
14. ἐστὶ κινῶν, αὐξήσεις μὲν, εἰ μεμετρημένως αὐτὸ ποιήσεις, ἀμέτρως
15. δὲ ῥιπίσας διαλύσεις τε καὶ σκεδάσεις, οὐδὲ τοῦτο ἄδηλον.
16. οὕτω γοῦν καὶ οἱ ἄνεμοι κατὰ τὸ μέγεθος ἀεὶ τῆς
17. φλογὸς ἐθέλουσιν ὑπάρχειν, εἴ τι μέλλοιεν ὀνήσειν αὐτήν· οἱ
1. δὲ μείζους ἢ κατ’ ἐκείνην σκεδαννύουσιν, οὐ ῥιπίζουσιν. κᾀν
2. τῷδε δῆλον ὡς δεῖται μὲν τῆς ἐπικτήτου κινήσεως ἡ φλὸξ πρὸς
3. αὔξησιν, οὐ μὴν ἀμέτρου γε ταύτης. ἀῤῥωστεῖ μὲν γὰρ οὐδ’
4. ὅλως ῥιπιζομένη, σκεδάννυται δὲ καὶ διαφορεῖται πρὸς τῆς
5. ἔξωθεν κινήσεως ἐπιπιπτούσης. κατὰ μὲν δὴ τὸ πρῶτον εἶδος
6. τῆς αἰτίας ὑπὸ παντὸς τοῦ προσπίπτοντος ἔξωθεν ψυχροῦ,
7. τοῦ μὲν κατὰ τὴν θίξιν μόνον, τοῦ δὲ κατὰ τὴν δύναμιν
8. ἔσται τι νόσημα ψυχρόν. οὕτως ἐν ὕδατι ψυχρῷ νηξάμενός
9. τις ἐβλάβη, καὶ κακῶς λουσάμενος, καὶ διὰ κρύους
10. ὁδοιπορήσας. ἐνίους δὲ καὶ ἀποθανόντας οἶδα πρὶν οἴκαδε
11. παραγενέσθαι. κατὰ δὲ τὸ δεύτερον ἢ ἀπόπληκτος, ἢ ἐπίληπτος,
12. ἢ κίνησιν ἢ αἴσθησιν βεβλαμμένος, ἤ πως ἄλλως
13. κατεψυγμένος ἐξ οἰνοφλυγίας τις ἐγένετο. καί τοί γε αὔξει
14. τὴν ἔμφυτον θερμασίαν ὁ σύμμετρος οἶνος, ὡς ἂν οἰκειοτάτη
15. τροφή. καὶ μὲν δὴ καὶ ἡ τῶν χρηστοτάτων τε καὶ τροφιμωτάτων
16. τῷ ζώῳ σιτίων ἄμετρος προσφορὰ νοσημάτων ψυχρῶν
17. αἰτία γίγνεται. ὅσα δὲ ψυχρότερα φύσει τῶν ἐσθιομένων
1. ἢ πινομένων, καὶ ταῦτα ψυχρῶν νοσημάτων αἴτια. τῶν
2. τοιούτων δέ ἐστι καὶ μήκων καὶ μανδραγόρα καὶ ὑοσκύαμος
3. καὶ κώνειον, ἃ δὴ καὶ κτείνει τῷ σφοδρῷ τῆς ψύξεως. ἡ δέ
4. γε στέγνωσις ἡ ἐσχάτη, τρίτον γὰρ δὴ τοῦτο νοσημάτων ψυχρῶν
5. αἴτιον ἐτιθέμεθα, κάρους τε καὶ κώματα καὶ ἀποπληξίας
6. ἐργάζεται· καὶ τοῦτο ἔστι τὸ πρὸς Ἱπποκράτους λεγόμενον,
7. ὡς τῷ ἐξαίφνης ἄφωνον γενέσθαι, φλεβῶν ἀπολήψιες
8. τὸ σῶμα λυπέουσιν, ὀνομάζει μὲν γὰρ ὁμοίως τοῖς ἄλλοις
9. παλαιοῖς τὰ δύο γένη τῶν ἐναίμων ἀγγείων φλέβας, οὐχ
10. ὥσπερ οἱ νεώτεροι τὸ ἕτερον μόνον τὸ μὴ σφύζον. ἐπειδὰν
11. δὲ ἀποληφθῶσιν αἱ κατὰ τὸ ζῶον ἀρτηρίαι, τοῦτ’ ἔστιν οὕτω
12. πληρωθῶσιν αἵματος, ὡς μηδεμίαν ἔτι κενὴν ἀπολείπεσθαι
13. χώραν ἐν αὐταῖς, εἰς ἣν ἐν τῷ διαστέλλεσθαι τὸν ἔξωθεν
14. ἀέρα ἐπισπᾷν δυνήσονται, καταπνίγεται μὲν ἐν τῷδε καὶ ἔμφυτον
15. θερμὸν, ἀκίνητοι δὲ καὶ ἀναίσθητοι διὰ ταχέων οἱ
16. οὕτω παθόντες ὅλῳ τῷ σώματι γίγνονται. δέδεικται γὰρ
17. οὖν καὶ τοῦθ’ ἡμῖν ἐν μὲν τῷ περὶ χρείας σφυγμῶν, ὡς ὑπὲρ
18. τοῦ φυλάττεσθαι σύμμετρον ἐν ἅπασι τοῖς μέρεσι τοῦ ζώου
1. τὸ κατὰ φύσιν θερμὸν αἱ ἀρτηρίαι σφύζουσιν· ἐν δὲ τῷ
2. περὶ χρείας ἀναπνοῆς, ὅτι καὶ ἥδε τὴν ἐν τῇ καρδίᾳ θερμότητα
3. φυλάττει σύμμετρον. ὥσπερ οὖν εἰ τὰς ἐκτὸς ταύτας
4. φλόγας ἀποστερήσαις τῆς πρὸς τὸ περιέχον κοινωνίας, ἢ πνιγέαν
5. περιθεὶς αὐταῖς, ἢ σικύαν, ἤ τι τοιοῦτο ἄλλο, διαφθερεῖς
6. παραχρῆμα, κατὰ τὸν αὐτὸν τρόπον, εἰ καὶ τὴν ἐν τοῖς
7. ζώοις θερμότητα καθείρξαις τε καὶ κατακλείσαις, ὡς μηδαμῆ
8. κοινωνεῖν τῷ πέριξ ἀέρι, διαφθερεῖς ἐν τάχει. ἡ μὲν οὖν ἐν
9. τῇ καρδίᾳ θερμασία διὰ τοῦ τῆς φάρυγγος πόρου κοινωνεῖ τῷ
10. περιέχοντι, καὶ εἰ τοῦτον στεγνώσαις, καταπνίξεις τε αὐτὴν
11. αὐτίκα καὶ διαφθερεῖς τὸ ζῶον. ἡ δ’ ἐν ταῖς καθ’ ὅλον
12. τὸν ὄγκον τοῦ σώματος ἀρτηρίαις θερμασία διά τε τῆς
13. καρδίας αὐτῆς, καθ’ ὃ κοινωνεῖ τῇ φάρυγγι, καὶ διὰ
14. παντὸς τοῦ δέρματος ἐς τὸ περιέχον ἀναπνεῖ, ῥιπιζομένη
15. μὲν ἐν ταῖς διαστολαῖς, ἀποχέουσα δὲ τὸ αἰθαλῶδες
16. ἐν ταῖς συστολαῖς, ὑφ’ ὧν ἀμφοτέρων ἡ κατὰ φύσιν αὐτῆς
17. συμμετρία διασώζεται. καὶ δὴ καὶ στεγνωθεισῶν τῶν
1. ἀρτηριῶν ἤτοι, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφαμεν, ὑπὸ πλήθους
2. αἵματος, ἢ τινῶν ἐμφραγμάτων ἐν τοῖς στόμασιν αὐτῶν
3. γενομένων, ὡς μηδαμῆ διαπνεῖσθαι, σβεσθῆναι μὲν
4. ἀνάγκη τὸ θερμὸν, νεκρωθῆναι δὲ τὸ διατεθὲν οὕτω σῶμα.
5. μετρίας μέντοι τῆς στεγνώσεως γενομένης, οὐκ ἔτι ἐξ ἀνάγκης
6. συστήσεται πάθημα τοιοῦτον περὶ τὴν ἔμφυτον θερμασίαν.
7. ἀλλ’ εἰ μὲν οἷον αἰθαλῶδές τι καὶ καπνῶδες εἴη, τηνικαῦτα
8. τὸ κατὰ τὸ τοῦ ζώου σῶμα περίττωμα γενόμενον
9. ἕτερον ἔσται πάθημα τῆς ἐμφύτου θερμασίας· εἰ δ’ ἀτμίζον
10. ᾖ μόνον ἡδὺ καὶ χρηστὸν, ἕτερον. ἑκάτερον δ’ αὐτῶν διττὸν,
11. ὡδί πως διαφέρον. ὅταν γὰρ αἷμα χρηστὸν ἀκριβῶς ᾖ
12. κατὰ τὸ σῶμα, μηδενὶ περιττώματι μοχθηρῷ τεθολωμένον,
13. ἀτμὸς ἐξ αὐτοῦ θερμαινομένου χρηστὸς ἐγείρεται, μηδὲν ἐπιφερόμενος
14. ἅμ’ ἑαυτῷ πυρῶδες ἢ δριμύ. τὸ μὲν δὴ τοιοῦτον
15. σῶμα μετρίως στεγνωθὲν ἢ πληθωρικὸν ἐν τάχει γένοιτ’ ἂν,
16. ἢ θερμότερον τοῦ κατὰ φύσιν· ἀταλαιπώρως μὲν διαιτωμένοις
17. πληθωρικὸν, ἔνδον μενόντων ὧν ἐχρῆν πονουμένων
18. ἐκκενοῦσθαι· διαπονοῦσι δὲ θερμότερον, ὡς ἂν ἐκ μὲν τῆς
1. κινήσεως αὐξανομένης τῆς ἐμφύτου θερμασίας, μὴ διαπνεομένης
2. δὲ τῷ πεπυκνῶσθαι τὸ σῶμα. κατὰ δὲ τὸ καπνῶδες
3. ὑποτρέφον περίττωμα σῶμα στεγνωθὲν ἤτοι πυρετὸς ἐξαφθήσεται,
4. κατακλεισθείσης ἔνδον τῆς λιγνυώδους ἀναθυμιάσεως,
5. ἢ καταπνιγήσεται καὶ σβεσθήσεται τὸ ἔμφυτον θερμόν.
6. ἑκάτερον δ’ αὐτῶν ἀκολουθήσει τῷ τε πλήθει τοῦ
7. περιττώματος καὶ τῷ ποσῷ τῆς στεγνώσεως. εἰ μὲν γὰρ
8. τὸ καπνῶδες περίττωμα τὸ δεόμενον τῆς κενώσεως εἴη πάμπολυ
9. καὶ ἡ στέγνωσις σφοδρὰ, κίνδυνος ἀποσβεσθῆναι καταπνιγεῖσαν
10. ὑπὸ τοῦ περιττώματος τὴν ἔμφυτον θερμασίαν·
11. εἰ δ’ ὀλίγον τε εἴη τὸ περίττωμα καὶ ἡ στέγνωσις βραχεῖα,
12. πυρετὸς ἀναφθήσεται. δῆλον οὖν ὡς καὶ τὰς φυσικὰς ἐπίστασθαι
13. χρὴ καὶ τὰς ἐπικτήτους διαθέσεις τοῦ σώματος, ἐν
14. αἷς ἤτοι λιγνυῶδες, ἢ καπνῶδες, ἢ ἀτμῶδές ἐστι τὸ διαπνεόμενον.
15. ἀλλὰ τοῦτο μὲν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου
16. λεχθήσεται πραγματείᾳ· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν.
17. ὥσπερ γὰρ ἡ στέγνωσις ψύξεως αἰτία πολλάκις γίγνεται
18. καθ’ ὃν εἴρηται τρόπον, οὕτω καὶ ἡ μάνωσις, ὅταν
1. ἐπιπλέον ἢ προσῆκε διαφορήσῃ τε καὶ σκεδάσῃ τὸ ἔμφυτον
2. θερμὸν, ψυχρότερον ἀπεργάζεται τὸ σῶμα. γίγνεται δὲ
3. ταῦτα καὶ καθ’ ὅλον μὲν τὸ ζῶον, οὐ μὴν ἀλλὰ καὶ καθ’
4. ἕκαστον μόριον ὡσαύτως, ἤτοι στεγνούμενον, ἢ μανούμενον.
5. εἰ γὰρ ἥν περ ὅλον ἔσχε τὸ σῶμα διάθεσιν ἐπὶ
6. ταῖς ἐμφράξεσί τε καὶ πληρώσεσι τῶν ἀρτηριῶν, ταύτην
7. σχοίη τὸ μόριον ὑπὸ τῶν ἐν αὐτῷ μόνων πεπονθυιῶν ἀρτηριῶν,
8. ἀνάγκη δήπου καὶ νοσῆσαι παραπλησίως αὐτῷ.
9. καὶ μὲν δὴ καὶ τὰ προσπίπτοντα ἔξωθεν αὐτῷ φάρμακά
10. τε καὶ ὕδατα φαρμακώδη καὶ ψυχρὰ καὶ αὐτὸ τὸ περιέχον
11. ἤτοι στέγνωσιν, ἢ μάνωσιν ἄμετρον ἐναπεργάζεσθαι δυνήσεται
12. τῷ μορίῳ. καί τινες βίαιοι δεσμοὶ ποτὲ μὲν αὐτῷ
13. τῷ μέρει, ποτὲ δὲ τοῖς ὑπερκειμένοις περιτιθέμενοι νεκρώσουσί
14. τε καὶ καταψύξουσιν αὐτὸ, τῆς πρὸς τὴν ἀρχὴν τοῦ
15. ζώου κοινωνίας στερήσαντες, ἐξ ἧς αὐτῷ καὶ ἡ σύμφυτος
16. ἐπέῤῥει θερμασία καὶ ἡ κινοῦσα τὰς ἀρτηρίας δύναμις
17. ἐχορηγεῖτο.
⟨
(De morb. causis) [n° 043 Fichtner] [GalLat]
De morborum causis
Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Causes des maladies
Causes of Diseases (Caus. Morb.)
De morborum causis, 1824, vol. 7, p. 1-41. urn:cts:greekLit:tlg0057.tlg042.verbatim-lat1
Johnston, 2006 (eng).
De morborum causis, 3, ed. Kühn, 1824, vol. 7, p. 10-18. urn:cts:greekLit:tlg0057.tlg042.1st1K-grc1:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩