Galenus. De morborum causis (De morb. causis) [n° 043 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Causes des maladies
Causes of Diseases (Caus. Morb.)
De morborum causis, 1824, vol. 7, p. 1-41. urn:cts:greekLit:tlg0057.tlg042.verbatim-lat1
Johnston, 2006 (eng).

De morborum causis, 6, ed. Kühn, 1824, vol. 7, p. 20-26. urn:cts:greekLit:tlg0057.tlg042.1st1K-grc1:6

5. Πρόδηλον δ’ ὅτι καὶ τὰ τῶν συνθέτων νοσημάτων
6. αἴτια σύνθετα πάντως ἐστίν. εἰ γὰρ ἅμα θερμὴ καὶ
7. ξηρὰ συνέλθοι ποτὲ αἰτία, θερμὸν καὶ ξηρὸν ἀνάγκη γενέσθαι
8. τὸ νόσημα, καὶ εἰ θερμὴ καὶ ὑγρὰ, θερμὸν καὶ ὑγρόν· οὕτω
9. δὲ κᾀπὶ τῶν λοιπῶν δυοῖν συζυγιῶν, ὑγρᾶς καὶ ψυχρᾶς καὶ ξηρᾶς
10. καὶ ψυχρᾶς. ὅπερ δ’ ἀναγκαῖόν ἐστιν ἐν τῷ λόγῳ προσθεῖναί
11. τε καὶ διορίσασθαι, τοῦτο ἤδη λεγέσθω, τὸ πολλάκις μὲν ὑπὸ
12. πάντων τῶν αἰτίων ὁμοειδῶν ἀλλήλοις ὄντων ἀλλοιοῦσθαι τὸ
13. σῶμα, πολλάκις δὲ ἐναντίων ταῖς δυνάμεσιν ὑπαρχόντων,
14. ποτὲ μὲν τὰ πλείω κρατεῖν ἐξ αὐτῶν, ἢ τὰ πολυχρονιώτερα,
15. ποτὲ δὲ τὰ ἰσχυρότερα, ποτὲ δὲ τὴν ἀπ’ ἀμφοτέρων βλάβην
16. ὁμοίως ἀναδέχεσθαι τὸ σῶμα. καί τι δόξειεν ἂν εἶναι τοῦτό
17. γε ἀδύνατον ἅμα θερμότερόν τε καὶ ψυχρότερον ἀποτελεῖσθαι 
1. τοῦ κατὰ φύσιν ἕν καὶ ταὐτὸν σῶμα, καὶ ὑγρότερον αὖ
2. καὶ ξηρότερον, ἀλλὰ καὶ γίνεται τοῦτο. καὶ δεόντως ἀνώμαλος
3. ὀνομάζεται δυσκρασία, καὶ ἡμῖν ἰδίᾳ περὶ αὐτῆς ἐν
4. ἑτέρῳ γράμματι λέλεκται τὰ εἰκότα, καὶ οὐ χρὴ νῦν ἔτι μηκύνειν
5. ὑπὲρ αὐτῶν, ἀλλ’ ἐπὶ τὰ λοιπὰ γένη τῶν νοσημάτων
6. ἰτέον ἤδη τὰς αἰτίας αὐτῶν σκεψομένους. ἀναμνησθῆναι δὲ
7. πάλιν κᾀνταῦθα προσήκει τῶν εἰρημένων ἐν τῷ περὶ τῆς τῶν
8. νοσημάτων διαφορᾶς, ὡς ἐνίοτε μὲν αὐταῖς μόναις ταῖς τέτταρσι
9. ποιότησιν ἐξίσταται τοῦ κατὰ φύσιν ἔχειν τὰ σώματα,
10. μηδεμιᾶς ἔξωθεν αὐτοῖς ἐπιῤῥυείσης ἑτέρας οὐσίας,
11. ἐνίοτε δὲ ἐμπίπλαται ῥεύματος ὑγροῦ μὲν πάντως τὴν ἰδέαν,
12. οὐχ ὑγροῦ δὲ τὴν δύναμιν. εἴρηται μὲν οὖν καὶ τοῖς παλαιοῖς
13. ἰατροῖς τε καὶ φιλοσόφοις ὑπὲρ τῆς τῶν τοιούτων ὑγρῶν δυνάμεως·
14. ἀποδέδεικται δὲ καὶ ἡμῖν ἐν ἄλλοις τέ τισι καὶ ἐν
15. τοῖς περὶ φαρμάκων ὑπομνήμασιν. ὅσον δ’ ἐξ αὐτῶν εἰς τὰ
16. παρόντα χρήσιμον, εἰρήσεται καὶ νῦν, ὡς ἡ μὲν ξανθὴ χολὴ
17. θερμὴ καὶ ξηρὰ τὴν δύναμίν ἐστιν, ἡ δὲ μέλαινα ξηρὰ, καὶ
18. ψυχρά· ὑγρὸν δὲ καὶ θερμὸν τὸ αἷμα καὶ ψυχρὸν καὶ ὑγρὸν
1. τὸ φλέγμα· καὶ ὡς ἐνίοτε μὲν εἰλικρινὴς ἐπιῤῥεῖ τούτων ἕκαστος
2. τῶν χυμῶν, ἐνίοτε δ’ ἀλλήλοις ἐπιμίγνυνται· καὶ ὡς
3. αἱ τῶν οἰδούντων τε καὶ σκιῤῥουμένων καὶ φλεγμαινόντων
4. μορίων διαθέσεις ἐντεῦθεν ἐπὶ πλεῖστον ποικίλλονται.
5. καὶ γὰρ οὖν καὶ ἄνθρακες καὶ καρκῖνοι καὶ ἕρπητες ἐρυσιπέλατά
6. τε καὶ γάγγραιναι καὶ φύγεθλα καὶ φαγέδαιναι καὶ
7. σατυριάσεις ἐκ τούτου τοῦ γένους εἰσί. καὶ μὴν καὶ ἄλφοι
8. καὶ ἀθερώματα καὶ ὀχῶρες καὶ μελικηρίδες καὶ γαγγλία καὶ
9. στεατώματα ῥευμάτων εἰσὶν ἔγγονα νοσήματα. διαφέρει δ’
10. ἀλλήλων ταῦτα καὶ ἄλλα σύμπαντα τὰ προειρημένα τῷ τὰ
11. μὲν ἐκ φλέγματος γίγνεσθαι μόνου, τὰ δὲ ἐξ αἵματος, τὰ δὲ
12. ἐκ τῆς ξανθῆς χολῆς, τὰ δὲ ἐκ τῆς μελαίνης, τὰ δὲ ἐξ ἄλλου
13. τινὸς χυμοῦ οὐ τελέως παρὰ φύσιν. ἀλλὰ καὶ οὗτος ὅστις
14. ἂν ᾖ, πάντως ἔκ τινος τῶν προειρημένων ἐστὶ γενῶν· οὐ γὰρ
15. ἐνδέχεται μὴ οὐχὶ θερμὸν εἶναι καὶ ξηρὸν αὐτὸν, ἢ θερμὸν
16. καὶ ὑγρὸν, ἢ ψυχρὸν καὶ ξηρὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν, ἀλλ’
17. ὅσον ἐπὶ πλεῖστον ἥκει πάχους καὶ ψύξεως, ἐκπίπτει μὲν τοῦ
18. κατὰ φύσιν φλέγματος τῆς ἰδέας, ἕτερος δὲ εἶναι δοκεῖ χυμὸς
1. ὅλῳ τῷ γένει παρὰ φύσιν. οὐ μὴν οὕτως γε ἔχει τἀληθές.
2. ὅστις ἂν γὰρ ὑγρὸς ᾖ καὶ ψυχρὸς τὴν δύναμιν, ἐν τῷ τοῦ
3. φλέγματος γένει περιέχεται. κατὰ δὲ τὰ αὐτὰ καὶ ὅστις ἂν
4. ᾖ ξηρὸς καὶ θερμὸς, ὁμογενής ἐστι τῇ ξανθῇ χολῇ. λέλεκται
5. δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἑτέρωθι. καὶ νῦν οὐ χρὴ μηκύνειν
6. ὑπὲρ αὐτῶν, εἰρήσεται γὰρ οὖν καὶ αὖθις ἐπὶ πλέον
7. ὑπὲρ ἁπάντων τούτων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου
8. γράμμασιν· ὃ δ’ ἐστὶν οἰκεῖον τῆς ἐνεστώσης διεξόδου, πάλιν
9. ἐπανίωμεν. ἅπαντα γὰρ τὰ τοιαῦτα νοσήματα τῆς φύσεως
10. ἀποτιθεμένης ἑκάστοτε τὸ περιττὸν εἰς ἀκυρώτερα μόρια γίγνεται.
11. τοῦτο μὲν δὴ καὶ ἄλλοις ἔμπροσθεν εἴρηται πολλοῖς·
12. ὅστις δὲ ὁ τρόπος ἐστὶ τῆς ἀποθέσεως, οὐκ ἔτ’ εἴρηται· λογισμὸν
13. γάρ τινα καὶ νοῦν τῇ φύσει δώσομεν, ἐὰν ἁπλῶς
14. αὐτὴν ἀποτίθεσθαι φῶμεν ἐκ κυρίων μορίων εἰς ἄκυρα πᾶν
15. ὁτιοῦν ὑπάρχον μὴ χρηστόν. ἀλλ’ ὅτι μὲν ἐν τοῖς νοσήμασιν
16. αἱ ἀγαθαὶ κρίσεις ὑπό τινος τοιαύτης γίγνονται δυνάμεως
17. ἐναργῶς φαίνεται· τίς δὲ ὁ τρόπος ἐστὶν αὐταῖς τῆς γενέσεως
18. οὐκ ἀκριβῶς οἱ πρὸ ἡμῶν ἐξηγήσαντο, διότι μηδὲ τὰς
1. φυσικὰς δυνάμεις, ὑπὲρ ὧν ἡμεῖς ἐν ἑτέροις ὑπομνήμασι διήλθομεν,
2. ἀκριβῶς ἠδυνήθησαν ἀποδεῖξαι πόσαι τέ εἰσι καὶ
3. τίνες ὁποῖόν τέ τί ἐστι τὸ ἑκάστου αὐτῶν ἔργον. ἀλλὰ νῦν
4. γε χαλεπὸν οὐδέν ἐστι περὶ τούτων ἁπάντων διελθεῖν, ὑποθέσεσιν
5. εἰς αὐτὰ χρησάμενον τοῖς δι’ ἐκείνων ἀποδεδειγμένοις.
6. οὐσῶν δὲ τεττάρων δυνάμεων, ὧν ἅπαν μετέχει μόριον καὶ
7. ζώου καὶ φυτοῦ, καὶ τῆς μὲν ἑλκούσης τὸ οἰκεῖον, τῆς δὲ
8. ἀλλοιούσης, τῆς δὲ ἀποκρινούσης τὸ περιττὸν, ὄντος δὲ
9. τοῦ περιττοῦ διττοῦ κατὰ γένος· ἢ γὰρ τῷ ποσῷ περιττόν
10. ἐστιν ἢ τῷ ποιῷ· καὶ τοίνυν καὶ τῶν τοῦ σώματος μορίων
11. οὐκ ἴσην ἁπάντων ἐχόντων τὴν ῥώμην, ἀλλὰ τῶν κυριωτέρων
12. εὐθὺς ἐξ ἀρχῆς ὑπὸ τῆς φύσεως ῥωμαλεωτέρων ἀποτελεσθέντων,
13. εὔλογον ἐν τοῖς ἀκαθάρτοις τε καὶ περιττωματικοῖς
14. σώμασιν ἐπιῤῥεῖν τι τοῖς ἀκυρωτέροις μορίοις. ἅτε
15. γὰρ ἐξ ἁπάντων τῶν ἰσχυροτέρων μορίων ἐλαυνόμενον τὸ
16. περίττωμα, καὶ μηδαμόθι στῆναι δυνάμενον, εἰς τὸ πάντων
17. ἀσθενέστατον ἀφικνεῖται μόριον. ἄλλο δὲ δι’ ἄλλο τοιοῦτόν
1. ἐστιν, ἢ εὐθὺς ἐν τῇ πρώτῃ συμπήξει τοῦ ζώου πλημμεληθὲν,
2. ἢ ἐξ ὑστέρου βλαβὲν, ἢ καὶ φύσει δεόμενον εἶναι τοιοῦτον,
3. ὥσπερ καὶ τὸ δέρμα. τοῦτο γὰρ ἅτε μηδεμιᾶς ἐνεργείας ἕνεκεν,
4. ἀλλὰ χρείας μόνης γεγενημένον, ἀσθενέστερον εἶναι
5. προσήκει τῶν ἐνεργούντων. ἔστι γὰρ οἷον σκέπασμά τι καὶ
6. περίβλημα τοῦ ζώου σύμφυτον, οὔτ’ οὖν πέψιν, οὔτε ἀνάδοσιν
7. τροφῆς, οὔτ’ ἐξαιμάτωσιν, οὔτε σφυγμὸν, οὔτε ἀναπνοὴν,
8. οὔτε κίνησιν καθ’ ὁρμὴν, οὔθ’ ὅλως ἐνέργειάν τινα
9. τῷ ζώῳ παρεχόμενον. ἅμα δὲ καὶ πάντων ἔξωθεν κείμενον
10. εὐλόγως ἐκδέχεται τὰ τοῦ σώματος ὅλου περιττώματα.
11. πολλὰ μὲν γὰρ εὐθὺς ἐξ ἀρχῆς ἡ φύσις ἐτεχνήσατο τῶν περιττωμάτων
12. καθάρσεως ἕνεκεν ὄργανα, καὶ πρός γε τὴν ὑγείαν
13. ἀρκεῖ μόνα ταῦτα, ἐπειδὰν μήτε τις ἐκ τοῦ περιέχοντος ἐγγίνηται
14. βλάβη τῷ ζώῳ, μήτ’ ἐκ πλημμελοῦς διαίτης περιττωματικὸν
15. ἀμέτρως ὅλον ἀπεργασθῇ τὸ σῶμα. τοιούτου δέ
16. τινος συμβάντος ἁμαρτήματος, οὐκ ἔτ’ αὐτάρκη μόνα τὰ φυσικὰ
17. τῶν ὀργάνων ἀποκαθαίρειν τὸ πλῆθος τοῦ περιττώματος, 
1. κᾀν τούτῳ κατασκήπτει ῥεύματα τοῖς ἀσθενεστέροις
2. μορίοις ἐκ τῶν ἰσχυροτέρων ἐλαυνόμενα· συμβαίνει δέ ποτε
3. καὶ στεγνωθέντων τῶν ἐκκαθαιρόντων αὐτὰ πόρων ἑτέροις
4. ἐπιῤῥυῆναι χωρίοις. αὗται μὲν αἱ ἀρχαὶ τῆς γενέσεως ἁπάντων
5. εἰσὶ τῶν προειρημένων νοσημάτων. αὐξάνεται δ’ ἐν αὐτοῖς
6. ἤδη τοῖς μέλεσι τὸ κακὸν, ὡς ἂν σφηνουμένων τε καὶ
7. διασηπομένων τῶν περιττωμάτων, καὶ οὕτως αὐτῶν τε χειρόνων
8. γενομένων, καὶ τὸν ἐπιῤῥέοντα χυμὸν ἐξ ὑστέρου, κᾂν
9. χρηστὸς ᾖ, συνδιαφθειρόντων.

Cliquer un n° de page pour en afficher l’image